§4.23aμνήσθητι, Κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν, καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν καὶ πάσης ἀρχῆς ἐπικρατῶν·
主よ、心に留めてください。 私たちの苦難の時に、あなたご自身を示してください。 そして私を力づけてください、神々の王、すべての権能を支配される方よ。
§4.24aδὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος, καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς, εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ·
あの獅子の前で、私の口に調和のとれた言葉を授けてください。 そして彼の心を、私たちと戦う者への憎しみへと変え、その者と同調する者たちを根絶やしにしてください。
§4.25aἡμᾶς δὲ ῥῦσαι ἐν χειρί σου, καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ, Κύριε.
私たちをご自身の御手によって救い出し、孤独で、主よ、あなた以外に誰もいない私を助けてください。
πάντων γνῶσιν ἔχεις,
あなたはすべてのことを知っておられます。
§4.26aκαὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων, καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου.
そして、私が不法な者たちの栄光を嫌い、割礼なき者やあらゆる異邦人の床を忌み嫌っていることを、あなたはご存じです。
§4.27aσὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου·
あなたは私の苦境をご存じです。 私が公の場に出る日に頭に載せる、私の誇りの印を、私が忌み嫌っていることを。
βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων, καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου.
私はそれを月経の布のように忌み嫌い、平穏な日には身につけません。
§4.28aκαὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Ἁμάν, καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως, οὐδὲ ἔπιον οἶνον σπονδῶν·
また、あなたの女奴隷はハマンの食卓で食事をせず、王の宴を称えることも、献酒の葡萄酒を飲むこともしませんでした。
§4.29aκαὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφʼ ἡμέρας μεταβολῆς μου μέχρι νῦν πλὴν ἐπὶ σοί, Κύριε ὁ θεὸς Ἁβραάμ.
あなたの女奴隷は、私の境遇が変わった日から今日に至るまで、アブラハムの神、主よ、あなた以外の何ものにも喜びを見出しませんでした。
§4.30aὁ θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων, καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου.
万物に対して力を持たれる神よ、絶望した者たちの声を聞き入れ、悪を行う者の手から私たちを救い出し、また私の恐怖から私を救い出してください。
§4.1bΚαὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐπαύσατο προσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς·
そして三日目に、彼女が祈り終えると、喪の衣を脱ぎ、彼女の栄華を身にまとった。
§4.2bκαὶ γενηθεῖσα ἐπιφανής, ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην θεὸν καὶ σωτῆρα, παρέλαβεν τὰς δύο ἅβρας,
そして、まばゆいばかりの姿となり、すべての者を見守られる救い主なる神を呼び求めてから、二人の侍女を伴った。
§4.3bκαὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη, §4.4bἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς·
そして、一方の侍女には、優雅に身を委ねるかのように寄りかかり、もう一方の侍女は、彼女の衣服の裾を持ち上げて後ろに従った。
§4.5bκαὶ αὐτὴ ἐρυθριῶσα ἀκμῇ κάλλους αὐτῆς, καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν ὡς προσφιλές, ἡ δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ φόβου.
彼女自身は、美しさの極みにあって顔を赤らめ、その表情は愛らしく晴れやかであったが、その心は恐怖で締めつけられていた。
§4.6bκαὶ εἰσελθοῦσα πάσας τὰς θύρας κατέστη ἐνώπιον τοῦ βασιλέως·
*そして、すべての扉を通り抜けて、彼女は王の前に立った。
καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας αὐτοῦ ἐνεδεδύκει, ὅλος διὰ χρυσοῦ καὶ λίθων πολυτελῶν, καὶ ἦν φοβερὸς σφόδρα.
王は自分の王座に座っており、その威厳に満ちたすべての衣装を身にまとい、全身が金と高価な宝石で覆われており、極めて恐ろしい姿であった。
§4.7bκαὶ ἄρας τὸ πρόσαωπον αὐτοῦ πεπυραομένον δόξῃ ἐν ἀκμῇ θυμοῦ ἔβλεψεν· καὶ ἔπεσεν ἡ βασίλισσα καὶ μετέβαλεν τὸ χρῶμα αὐτῆς ἐυ ἐκλύσει, καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τῆς ἀβρας τῆς προπορευομένης.
* そして、王が栄光に燃える顔を上げ、激しい怒りをもって見つめると、王妃は倒れ、気を失ってその顔色を変え、先を歩いていた侍女の頭に寄りかかった。
§4.8bκαὶ μετέβαλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραύτητα, καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ μέχρις οὗ κατέστη, καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς
すると神は、王の心を柔和へと変えられた。 王はうろたえて王座から飛び起き、彼女が正気に戻るまで両腕に抱きかかえ、穏やかな言葉で彼女を慰めた。
§4.9bκαὶ εἶπεν αὐτῇ Τί ἐστιν, Ἐσθῆρ;
*そして彼女に言った。 「どうしたのだ、エステルよ。
ἐγὼ ὁ ἀδελφός σου, θάρσει,
私はお前の兄弟だ。 安心しなさい。
§4.10bοὐ μὴ ἀποθάνῃς·
* *お前が死ぬことはない。
ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐοτὰ·
私たちの命令は、共通のものなのだから。
§4.11bπρόσελθε.
* *近寄りなさい。
§4.12bκαὶ ἄρας τὴν χρυσῆν ῥάβδον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς, καὶ ἠσπάσατο αὐτὴν καὶ εἶπεν Λάλησόν μοι.
」* そして王は金の笏を持ち上げて彼女の首に当て、彼女に口づけして言った。 「私に話しなさい。
§4.13bκαὶ εἶπεν αὐτῷ Εἶδόν σε, κύριε, ὡς ἄγγελον θεοῦ, καὶ ἐταράχθη ἡ καρδία μου ἀπὸ φόβου τῆς δόξης σου.
」すると彼女は王に言った。 「わが主よ、私はあなたを神の御使いのように拝見しました。 そのため、私の心はあなたの栄光への恐れから取り乱してしまいました。
§4.14bὅτι θαυμαστὸς εἶ, κύριε, καὶ τὸ πρόσωπόν σου χαρίτων μεστόν.
主よ、あなたは驚くべき方であり、お顔は恵みに満ちておられます。
§4.15bἐν δὲ τῷ διαλέγεσθαι αὐτὴν ἔπεσεν ἀπὸ ἐκλύσεως·
」しかし、彼女が話している最中に、気を失って倒れてしまった。
§4.16bκαὶ ὁ βασιλεὺς ἐταράσσετο, καὶ πᾶσα ἡ θεραπεία αὐτοῦ παρεκάλει αὐτήν.
王は取り乱し、彼のすべての従者たちも彼女を慰めようとした。