§4.1Ὁ δὲ Μαρδοχαῖος ἐπιγνοὺς τὸ συντελούμενον διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἐνεδύσατο σάκκον καὶ κατεπάσατο σποδόν, καὶ ἐκπηδήσας διὰ τῆς πλατείας τῆς πόλεως ἐβόα φωνῇ μεγάλῃ Αἴρεται ἔθνος μηδὲν ἠδικηκός.
しかしモルデカイは、行われようとしていることを知ると、自分の衣を引き裂き、粗布を身にまとい、灰をかぶり、そして、街の広場へと走り出て、「何一つ不義を行っていない民族が、滅ぼされようとしている! 」と大声で叫んだ。
§4.2καὶ ἦλθεν ἕως τῆς πύλης τοῦ βασιλέως, καὶ ἔστη·
そして王の門のところまで来て立ち止まった。
οὐ γὰρ ἦν ἐξὸν αὐτῷ εἰσελθεῖν εἰς τὴν αὐλὴν σάκκον ἔχοντι καὶ σποδόν.
というのも、粗布を身につけ、灰をかぶった状態のままで彼が宮廷の庭に入ることは許されていなかったからである。
§4.3καὶ ἐν πάσῃ χώρᾳ οὗ ἐξετίθετο τὰ γράμματα κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς Ἰουδαίοις, σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς.
また、書状が公示されたすべての州において、ユダヤ人の間には叫びと嘆き、そして大きな悲しみが起こり、彼らは自分たちのために粗布と灰を敷いた。
§4.4καὶ εἰσῆλθον αἱ ἅβραι καὶ οἱ εὐνοῦχοι τῆς βασιλίσσης καὶ ἀνήγγειλαν αὐτῇ·
王妃の侍女たちと宦官たちが中に入ってきて、彼女にそれを告げた。
καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονός, καὶ ἀπέστειλεν στολίσαι τὸν Μαρδοχαῖον καὶ ἀφελέσθαι αὐτοῦ τὸν σάκκον·
彼女は起きたことを聞いて動揺し、モルデカイに衣服を着せ、彼から粗布を脱がせるために送った。
ὁ δὲ οὐκ ἐπείσθη.
しかし、彼は応じなかった。
§4.5ἡ δὲ Ἐσὴρ προσεκαλέσατο Ἁχραθαῖον τὸν εὐνοῦχον αὐτῆς, ὃς παριστήκει αὐτῇ, καὶ ἀπέστειλεν μαθεῖν αὐτῇ παρὰ τοῦ Μαρδοχαίου τὸ ἀκριβές.
そこでエステルは、自分に仕えていた宦官ハクラタイオスを呼び出し、モルデカイから事の真相を聞き出すようにと彼を送り出した。
§4.7ὁ δὲ Μαρδοχαῖος ὑπέδειξεν αὐτῷ τὸ γεγονὸς καὶ τὴν ἐπαγγελίαν ἣν ἐπηγγείλατο Ἁμὰν τῷ βασιλεῖ εἰς τὴν γάζαν μυρίων ταλάντων, ἵνα ἀπολέσῃ τοὺς Ἰουδαίους.
モルデカイは彼に、起きたことと、ハマンがユダヤ人を滅ぼすために王の宝物庫に一万タラントンを支払うと約束したその約束について説明した。
§4.8καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπέρ τοῦ ἀπολέσθαι αὐτοὺς ἔδωκεν αὐτῷ δεῖξαι τῇ Ἐσθήρ·
そして彼は、彼らを破滅させるためにスサで公示された写しを彼に渡し、エステルに見せるようにした。
καὶ εἶπεν αὐτῷ ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ, μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου ὡς ἐτράφης ἐν χειρί μου, διότι Ἁμὰν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησεν καθʼ ἡμῶν εἰς θάνατον·
そして、彼女が中に入って王に懇願し、自身の民族のために王に求めるよう彼女に命じることを彼に告げた。 「あなたが卑しかった日々のこと、私の手によって育てられた時のことを思い出しなさい。 なぜなら、王に次ぐ地位にあるハマンが、我々を死に至らせるよう語ったからである。
ἐπικάλεσαι τὸν κύριον καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν καὶ ῥῦσαι ἡμᾶς ἐκ θανάτου.
主を呼び求め、我々のために王に語り、我々を死から救い出しなさい。
§4.9εἰσελθὼν δὲ ὁ Ἁχραθαῖος ἐλάλησεν αὐτῇ πάντας τοὺς λόγους τούτους.
」ハクラタイオスは中に入り、これらすべての言葉を彼女に告げた。
§4.10εἶπεν δὲ Ἐσθὴρ πρὸς Ἁχραθαῖον Πορεύθητι πρὸς Μαρδοχαῖον καὶ εἰπὸν
エステルはハクラタイオスに言った。 「モルデカイのところへ行って、こう言いなさい。
§4.11ὅτι Τὰ ἔθνη πάντα τῆς βασιλείας γινώσκει, ὅτι πᾶς ἄνθρωπος ἢ γυνὴ ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος, οὐκ ἔστιν αὐτῷ σωτηρία·
」「『王国のすべての民族が知っています。 呼ばれずして内廷の王のところに入る男であれ女であれ、誰にも助かる道はないということを。
πλὴν ᾧ ἐκτείνει ὁ βασιλεὺς τὴν χρυσῆν ῥάβδον, οὗτος σωθήσεται·
ただし、王が金の笏を差し伸べる相手だけは生き延びることができます。
κἀγὼ οὐ κέκλημαι εἰσελθεῖν πρὸς τὸν βασιλέα, εἰσὶν αὗται ἡμέραι τριάκοντα.
そして私は、王のところへ入るようにと召し出されておらず、すでに三十日が過ぎています。
§4.12καὶ ἀπήγγειλεν Ἁχραθαῖος Μαρδοχαίῳ πάντας τοὺς λόγους Ἐσθήρ.
』」ハクラタイオスはモルデカイにエステルのすべての言葉を伝えた。
§4.13καὶ εἶπεν Μαρδοχαῖος πρὸς Ἁχραθαῖον Πορεύθητι καὶ εἰπὸν αὐτῇ Ἐσθήρ, μὴ εἴπῃς σεαυτῇ ὅτι σωθήσῃ μόνη ἐν τῇ βασιλείᾳ παρὰ πάντας τοὺς Ἰουδαίους·
モルデカイはハクラタイオスに言った。 「行って、エステルにこう言いなさい。 『「王宮にいるからといって、すべてのユダヤ人の中で自分だけが助かる」などと心の中で思ってはならない。
§4.14ὡς ὅτι ἐὰν παρακούσῃς ἐν τούτῳ τῷ καιρῷ, ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοῖς Ἰουδαίοις·
もしあなたがこの時に黙っているなら、ほかのところからユダヤ人のために助けと保護が現れるだろう。
σὺ δὲ καὶ ὁ οἶκος τοῦ πατρός σου ἀπολεῖσθε.
しかし、あなたとあなたの父の家は滅びるだろう。
καὶ τίς οἶδεν εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας;
そして、あなたが王妃の地位に就いたのは、まさにこのような時のためではないと誰が知ろうか。
§4.15καὶ ἐξαπέστειλεν Ἐσθὴρ τὸν ἥκοντα πρὸς αὐτὴν πρὸς Μαρδοχαῖον λέγουσα
』」そこでエステルは、自分のところに来ていた使者をモルデカイのもとに送り帰して言った。
§4.16Βαδίσας ἐκκλησίασον τοὺς Ἰουδαίους τοὺς ἐν Σούσοις, καὶ νηστεύσατε ἐπʼ ἐμοί, καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρεῖς νύκτα καὶ ἡμέραν·
「『行って、スサにいるユダヤ人たちをすべて集めなさい。 そして私のために断食し、三日三晩、食べず飲まずでいてください。
κἀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν·
私も、私の侍女たちとともに断食します。
καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον, ἐὰν καὶ ἀπολέσθαι με ᾖ.
その上で、たとえ死ぬことになろうとも、法に反して王のところへ入ります。
§4.17Καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Ἐσθῆρ·
』」モルデカイは行って、エステルが自分に命じた通りのことをすべて行った。
§4.1aκαὶ ἐδεήθη Κυρίου, μνημονεύων πάντα τὰ ἔργα Κυρίου,
そして、主のすべての御業を思い起こしながら、主に祈りを捧げた。