§4.1Ὁ δὲ Μαρδοχαῖος ἐπιγνοὺς τὸ συντελούμενον διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἐνεδύσατο σάκκον καὶ κατεπάσατο σποδόν, καὶ ἐκπηδήσας διὰ τῆς πλατείας τῆς πόλεως ἐβόα φωνῇ μεγάλῃ Αἴρεται ἔθνος μηδὲν ἠδικηκός.
末底改得知所发生的一切事,就撕裂衣服,穿上麻衣,蒙上灰尘,跑街穿市,大声哀号说:「一个毫无过犯的民族正要被除灭!
§4.2καὶ ἦλθεν ἕως τῆς πύλης τοῦ βασιλέως, καὶ ἔστη· οὐ γὰρ ἦν ἐξὸν αὐτῷ εἰσελθεῖν εἰς τὴν αὐλὴν σάκκον ἔχοντι καὶ σποδόν.
」他走到朝门前停下,因为穿戴麻衣和灰尘的人是不得进入宫廷院内的。
§4.3καὶ ἐν πάσῃ χώρᾳ οὗ ἐξετίθετο τὰ γράμματα κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς Ἰουδαίοις, σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς.
在书信所传到的各省,犹太人中都大大哀号、痛哭、悲哀,众人用麻衣和灰尘为自己铺垫。
§4.4καὶ εἰσῆλθον αἱ ἅβραι καὶ οἱ εὐνοῦχοι τῆς βασιλίσσης καὶ ἀνήγγειλαν αὐτῇ· καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονός, καὶ ἀπέστειλεν στολίσαι τὸν Μαρδοχαῖον καὶ ἀφελέσθαι αὐτοῦ τὸν σάκκον· ὁ δὲ οὐκ ἐπείσθη.
王妃的侍女和太监进来,将这事告诉她,她听见所发生的事就很是忧愁,便送衣服给末底改穿,要他脱下麻衣,但他不肯接受。
§4.5ἡ δὲ Ἐσὴρ προσεκαλέσατο Ἁχραθαῖον τὸν εὐνοῦχον αὐτῆς, ὃς παριστήκει αὐτῇ, καὶ ἀπέστειλεν μαθεῖν αὐτῇ παρὰ τοῦ Μαρδοχαίου τὸ ἀκριβές.
于是埃斯特召了伺候她的太监哈克拉太奥,差遣他去,要从末底改那里查明实情。
§4.7ὁ δὲ Μαρδοχαῖος ὑπέδειξεν αὐτῷ τὸ γεγονὸς καὶ τὴν ἐπαγγελίαν ἣν ἐπηγγείλατο Ἁμὰν τῷ βασιλεῖ εἰς τὴν γάζαν μυρίων ταλάντων, ἵνα ἀπολέσῃ τοὺς Ἰουδαίους.
末底改就把所发生的事,以及哈曼为灭绝犹太人而应许给王府库的一万他连得银子,都告诉了他。
§4.8καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπέρ τοῦ ἀπολέσθαι αὐτοὺς ἔδωκεν αὐτῷ δεῖξαι τῇ Ἐσθήρ· καὶ εἶπεν αὐτῷ ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ, μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου ὡς ἐτράφης ἐν χειρί μου, διότι Ἁμὰν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησεν καθʼ ἡμῶν εἰς θάνατον·
他又把在书珊城颁布要除灭他们的诏书抄本交给哈克拉太奥,好给埃斯特看;并嘱咐他命她进去求王,为自己的民族向王哀求,说:「你要纪念你卑微的日子,你是如何在我手中被抚养长大的。 因为那在王以下居第二位的哈曼,已经说出了要置我们于死地的话。
ἐπικάλεσαι τὸν κύριον καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν καὶ ῥῦσαι ἡμᾶς ἐκ θανάτου.
你要呼求主,并为我们向王说话,救我们脱离死亡。
§4.9εἰσελθὼν δὲ ὁ Ἁχραθαῖος ἐλάλησεν αὐτῇ πάντας τοὺς λόγους τούτους.
」哈克拉太奥进去,把这些话都告诉了她。
§4.10εἶπεν δὲ Ἐσθὴρ πρὸς Ἁχραθαῖον Πορεύθητι πρὸς Μαρδοχαῖον καὶ εἰπὸν §4.11ὅτι Τὰ ἔθνη πάντα τῆς βασιλείας γινώσκει, ὅτι πᾶς ἄνθρωπος ἢ γυνὴ ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος, οὐκ ἔστιν αὐτῷ σωτηρία· πλὴν ᾧ ἐκτείνει ὁ βασιλεὺς τὴν χρυσῆν ῥάβδον, οὗτος σωθήσεται·
埃斯特对哈克拉太奥说:「你去对末底改说:『国中的万民都知道,若有男女未蒙召便进入内院去见王,他必死无疑;除非王向他伸出金杖,他才能存活。
κἀγὼ οὐ κέκλημαι εἰσελθεῖν πρὸς τὸν βασιλέα, εἰσὶν αὗται ἡμέραι τριάκοντα.
现在我没有蒙召进去见王,已经有三十天了。
§4.12καὶ ἀπήγγειλεν Ἁχραθαῖος Μαρδοχαίῳ πάντας τοὺς λόγους Ἐσθήρ.
』」哈克拉太奥就把埃斯特的话都转告了末底改。
§4.13καὶ εἶπεν Μαρδοχαῖος πρὸς Ἁχραθαῖον Πορεύθητι καὶ εἰπὸν αὐτῇ Ἐσθήρ, μὴ εἴπῃς σεαυτῇ ὅτι σωθήσῃ μόνη ἐν τῇ βασιλείᾳ παρὰ πάντας τοὺς Ἰουδαίους·
末底改对哈克拉太奥说:「你去对埃斯特说:『你莫在心底里想,你在王宫里会比其余所有的犹太人独得免脱。
§4.14ὡς ὅτι ἐὰν παρακούσῃς ἐν τούτῳ τῷ καιρῷ, ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοῖς Ἰουδαίοις· σὺ δὲ καὶ ὁ οἶκος τοῦ πατρός σου ἀπολεῖσθε.
因为此时你若闭口不言,犹太人必从别处得着援助和保护,你和你父家却必灭亡。
καὶ τίς οἶδεν εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας;
谁知你得了王妃的位分,不是为了现今这样的时机吗?
§4.15καὶ ἐξαπέστειλεν Ἐσθὴρ τὸν ἥκοντα πρὸς αὐτὴν πρὸς Μαρδοχαῖον λέγουσα §4.16Βαδίσας ἐκκλησίασον τοὺς Ἰουδαίους τοὺς ἐν Σούσοις, καὶ νηστεύσατε ἐπʼ ἐμοί, καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρεῖς νύκτα καὶ ἡμέραν·
』」埃斯特就差遣那来见她的使者去见末底改,说:「『你去招聚书珊城所有的犹太人,为我禁食,三日三晚不吃不喝;我和我的侍女也要这样禁食。
κἀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν· καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον, ἐὰν καὶ ἀπολέσθαι με ᾖ.
然后我必违例进去见王,我若死就死吧。
§4.17Καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Ἐσθῆρ·
』」末底改就去,照着埃斯特所吩咐他的一切去行。
§4.1aκαὶ ἐδεήθη Κυρίου, μνημονεύων πάντα τὰ ἔργα Κυρίου,
他并向主祈祷,追念主的一切作为,