§prologue.1ΕΤΟΥΣ δευτέρου βασιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου βασιλέως τῇ μιᾷ τοῦ Νεισὰ ἐνύπνιον ἴδεν Μαρδοχαῖος ὁ τοῦ Ἰαείρου τοῦ Σεμεείου τοῦ Κεισαίου ἐκ φυλῆς Βενιαμείν,
アルタクセルクセス大王の治世第二年、ニサンの月の第一日に、ベニヤミン部族の出身で、キサイの子、セメイの子、ヤイルの子であるマルドカイオスは夢を見た。
§prologue.2ἄνθρωπος Ἰουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει, ἄνθρωπος μέγας, θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως·
彼はスサの都に住むユダヤ人であり、王の宮廷に仕える身分の高い人物であった。
§prologue.3ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας ἧς ᾐχμαλώτευσεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος ἐξ Ἰερουσαλὴμ μετὰ Ἰεχονίου τοῦ βασιλέως τῆς Ἰουδαίας.
彼は、バビロンの王ネブカドネザルがユダヤの王エコニヤスとともにエルサレムから連れ去った捕囚のひとりであった。
§prologue.4καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον·
その夢は次のようなものであった。
καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος, βρονταὶ καὶ σεισμός, τάραχος ἐπὶ τῆς γῆς.
見よ、叫び声と騒乱、雷鳴と地震、地上の大混乱。
§prologue.5καὶ ἰδοὺ δύο δράκοντες μέγαλοι ἕτοιμοι προῆλθον ἀμφότεροι παλαίειν·
そして見よ、二匹の巨大な竜が進み出て、両者ともに戦おうと身構えた。
καὶ ἐγένετο ὐτῶν φωνὴ μεγάλη,
そしてそれらの大きな叫び声が上がった。
§prologue.6καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον ὥστε πολεμῆσαι δικαίων ἔθνος.
その叫び声によって、すべての民族が義なる民と戦うために、戦いの準備を整えた。
§prologue.7καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου, θλίψις καὶ στενοχωρία, κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς·
そして見よ、暗闇と薄暗がりの日、苦難と窮状、災厄と地上の大混乱。
§prologue.8καὶ ἐταράχθη δίκαιον πᾶν ἔθνος, φοβούμενοι τὰ ἑαυτῶν κακά, καὶ ἡτοιμάσθησαν ἀπολέσθαι·
正しい国民はみな、自らに降りかかる災いを恐れて動揺し、滅びることを覚悟した。
§prologue.9καὶ ἐβόησαν πρὸς τὸν θεόν.
そして彼らは神に叫び求めた。
ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας, ὕδωρ πολύ·
彼らの叫びから、あたかも小さな泉からであるかのように、豊かな水を持つ大きな川が生じた。
§prologue.10φῶς καὶ ὁ ἥλιος ἀνέτειλεν, καὶ οἱ ταπεινοὶ ὑψώθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους.
光と太陽が昇り、卑しめられていた者たちが引き上げられ、高慢な者たちを食い尽くした。
§prologue.11καὶ διεγερθεὶς Μαρδοχαῖος ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο, καὶ τί ὁ θεὸς βεβούλευται ποιῆσαι, εἶχεν αὐτὸ ἐν τῇ καρδία, καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός.
マルドカイオスは目を覚ますと、この夢、すなわち神が何をなそうと企図されているかを見てとり、それを心に留め、夜になるまで、あらゆる方法でその意味を理解しようと努めた。
§prologue.12καὶ ἡσύχασεν Μαρδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαβάθα καὶ Θαρρὰ τῶν δύο εὐνούχων τοῦ βασιλέως τῶν φυλασσόντων τὴν αὐλήν,
そしてマルドカイオスは、宮廷を守衛していた王の二人の宦官、ガバタとタラとともに宮廷で休息していた。
§prologue.13ἤκουσέν τε αὐτῶν τοὺς λογισμοὺς καὶ τὰς μερίμνας αὐτῶν ἐξηραύνησεν, καὶ ἔμαθεν ὅτι ἑτοιμάζουσιν τὰς χεῖρας ἐπιβαλεῖν Ἀρταξέρξῃ τῷ βασιλεῖ καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ αὐτῶν·
彼は彼らの企てを聞き、彼らの関心事を詳しく調べ、彼らが王アルタクセルクセスに手を下そうと準備していることを知って、王に彼らのことを告げ口した。
§prologue.14καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους.
王は二人の宦官を尋問した。
καὶ ὁμολογήσαντες ἀπήχθησαν,
彼らは自白したため、連行された。
§prologue.15καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον, καὶ Μαρδοχαῖος ἔγραψεν περὶ τῶν λόγων τούτων·
王はこれらの出来事を記録に書きとめ、マルドカイオスもまたこれらの出来事について書き留めた。
§prologue.16καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ, καὶ ἔδωκεν αὐτῷ δόματα περὶ τούτων.
著者である王はマルドカイオスに宮廷で仕えるように命じ、このことに対して彼に贈り物を授けた。
§prologue.17καὶ ἦν Ἀμὰν Ἀμαδάθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως, καὶ ἐζήτησεν κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ τὸν λαὸν αὐτοῦ ὑπέρ τῶν δύο εὐνούχων τοῦ βασιλέως.
しかし、ハメダタの子、ブガ人ハマンは王の前で栄誉ある地位にあったが、王の二人の宦官のために、マルドカイオスとその民に危害を加えようと企んだ。