§9.9.1τὸν δὲ πόλεμον τοῦτον, ὃν ἐπολέμησαν Ἀργεῖοι, νομίζω πάντων, ὅσοι πρὸς Ἕλληνας ἐπὶ τῶν καλουμένων ἡρώων ἐπολεμήθησαν ὑπὸ Ἑλλήνων, γενέσθαι λόγου μάλιστα ἄξιον.
この、アルゴス人が戦った戦争を、私は、いわゆる英雄時代にギリシア人の間でギリシア人に対して行われたすべての戦争の中で、最も語るに値するものと考えている。
ὁ μέν γε Ἐλευσινίων πρὸς Ἀθηναίους τοὺς ἄλλους, ὡσαύτως δὲ καὶ Θηβαίων πρὸς Μινύας, τήν τε ἔφοδον διʼ ὀλίγου τῶν ἐπιστρατευσαμένων καὶ ἐν μάχῃ παρέσχοντο μιᾷ τὴν κρίσιν, ἐς ὁμολογίας τε αὐτίκα ἐτράποντο καὶ σπονδάς·
なぜなら、エレウシス人が他の方のアテナイ人たちに対して行った戦争、および同様にテーバイ人がミニュア人に対して行った戦争は、侵攻した者たちの進撃も短期間であり、ただ一度の戦いにおいて決着がもたらされ、直ちに和解と休戦へと向かったからである。
§9.9.2ὁ δὲ Ἀργείων στρατὸς ἐς Βοιωτίαν τε μέσην ἀφίκετο ἐκ μέσης Πελοποννήσου καὶ ὁ Ἄδραστος ἐξ Ἀρκαδίας καὶ παρὰ Μεσσηνίων συμμαχικὰ ἤθροισεν, ὡσαύτως δὲ καὶ τοῖς Θηβαίοις μισθοφορικὰ ἦλθε παρὰ Φωκέων καὶ ἐκ τῆς Μινυάδος χώρας οἱ Φλεγύαι.
しかし、アルゴスの軍勢はペロポネソスの中央からボイオティアの中央へと至り、アドラストスはアルカディアから、またメッセニア人のもとから同盟軍を集め、同様にテーバイ人にもフォキス人から傭兵が、そしてミニュアの土地からフレギュアス人たちがやって来た。
γενομένης δὲ πρὸς τῷ Ἰσμηνίῳ μάχης ἐκρατήθησαν οἱ Θηβαῖοι τῇ συμβολῇ, καὶ ὡς ἐτράποντο, καταφεύγουσιν ἐς τὸ τεῖχος·
そして、イスメニオス川の近くで戦闘が起こり、テーバイ人はその交戦で敗北し、逃走に転じると、城壁の中へと逃げ込んだ。
§9.9.3ἅτε δὲ οὐκ ἐπισταμένων τῶν Πελοποννησίων μάχεσθαι πρὸς τὸ τεῖχος, ποιουμένων δὲ θυμῷ μᾶλλον ἢ σὺν ἐπιστήμῃ τὰς προσβολάς, πολλοὺς μὲν ἀπὸ τοῦ τείχους βάλλοντες φονεύουσιν αὐτῶν οἱ Θηβαῖοι, κρατοῦσι δὲ ὕστερον καὶ τοὺς ἄλλους ἐπεξελθόντες τεταραγμένοις, ὡς τὸ σύμπαν στράτευμα πλὴν Ἀδράστου φθαρῆναι.
ペロポネソス人たちは城壁に対する戦い方を知らず、技術を伴うよりもむしろ怒りに任せて攻撃を行ったので、テーバイ人たちは城壁から彼らを撃って、その多くを殺害し、後には出撃して、混乱している残りの者たちをも打ち負かし、アドラストスを除く全軍が滅びるに至った。
ἐγένετο δὲ καὶ αὐτοῖς τὸ ἔργον οὐκ ἄνευ κακῶν μεγάλων, καὶ ἀπʼ ἐκείνου τὴν σὺν ὀλέθρῳ τῶν κρατησάντων Καδμείαν ὀνομάζουσι νίκην.
しかし、彼ら自身にとっても、この働きは大きな災いなしには済まなかった。 それゆえ、そのとき以来、勝者にとって破滅を伴う勝利を、人々は「カドメイアの勝利」と呼ぶのである。
§9.9.4ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον ὁμοῦ Θερσάνδρῳ στρατεύουσιν ἐπὶ τὰς Θήβας οὓς Ἐπιγόνους καλοῦσιν Ἕλληνες·
しかしその数年後、ギリシア人がエピゴノイと呼ぶ者たちが、テルサンドロスとともにテーバイに対して遠征した。
δῆλοι δέ εἰσι καὶ τούτοις οὐ τὸ Ἀργολικὸν μόνον οὐδὲ οἱ Μεσσήνιοι καὶ Ἀρκάδες ἠκολουθηκότες, ἀλλὰ καὶ ἔτι ἐκ Κορίνθου καὶ Μεγαρέων ἐπικληθέντες ἐς τὴν συμμαχίαν·
これらの者たちには、アルゴス人たちだけでなく、メッセニア人やアルカディア人も従っていたことは明らかであり、さらにはコリントスやメガラからも同盟に招かれて加わっていた。
ἤμυναν δὲ καὶ Θηβαίοις οἱ πρόσοικοι, καὶ μάχη πρὸς Γλίσαντι ἀπὸ ἀμφοτέρων ἐγένετο ἰσχυρά.
そして、テーバイ人にも近隣の者たちが援助し、グリサス近くで双方による激しい戦闘が起こった。
§9.9.5τῶν δὲ Θηβαίων οἱ μὲν αὐτίκα ὡς ἡττήθησαν ὁμοῦ Λαοδάμαντι ἐκδιδράσκουσιν, οἱ δὲ ὑπολειφθέντες πολιορκίᾳ παρέστησαν.
テーバイ人のうち、一部の者は敗北するとすぐにラオダマスとともに逃亡し、後に残された者たちは包囲されて降伏した。
ἐποιήθη δὲ ἐς τὸν πόλεμον τοῦτον καὶ ἔπη Θηβαΐς·
この戦争については『テーバイス』という叙事詩も作られた。
τὰ δὲ ἔπη ταῦτα Καλλῖνος ἀφικόμενος αὐτῶν ἐς μνήμην ἔφησεν Ὅμηρον τὸν ποιήσαντα εἶναι, Καλλίνῳ δὲ πολλοί τε καὶ ἄξιοι λόγου κατὰ ταὐτὰ ἔγνωσαν·
カリノスは、それらの詩について言及した際に、作者はホメロスであると述べ、カリノスに対して多くの、しかも注目に値する人々が同様に同意した。
ἐγὼ δὲ τὴν ποίησιν ταύτην μετά γε Ἰλιάδα καὶ τὰ ἔπη τὰ ἐς Ὀδυσσέα ἐπαινῶ μάλιστα.
私自身は、この詩を『イリアス』とオデュッセウスに関する叙事詩に次いで、最も称賛している。
πολέμου μὲν δή, ὃν Ἀργεῖοι καὶ Θηβαῖοι τῶν Οἰδίποδος παίδων ἕνεκα ἐπολέμησαν, ἐς τοσόνδε ἔστω μνήμη·
さて、オイディプスの子供たちのためにアルゴス人とテーバイ人が戦った戦争についての言及は、これくらいにとどめておこう。