Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.9.1-9.9.5

阿耳戈斯与底比斯的战争及叙事诗底比斯战纪

第 374 段,共 465 段 · 希腊语

内容简介

作者将阿耳戈斯与底比斯之间的战争(七雄攻底比斯及后裔远征)视为英雄时代最重要的冲突,叙述了战争的过程,并对叙事诗《底比斯战纪》的作者归属作出了评述。

§9.9.1τὸν δὲ πόλεμον τοῦτον, ὃν ἐπολέμησαν Ἀργεῖοι, νομίζω πάντων, ὅσοι πρὸς Ἕλληνας ἐπὶ τῶν καλουμένων ἡρώων ἐπολεμήθησαν ὑπὸ Ἑλλήνων, γενέσθαι λόγου μάλιστα ἄξιον.
至于阿耳戈斯人所进行的这场战争,我认为在所谓英雄时代希腊人之间所发生的所有战争中,是最值得提及的。
ὁ μέν γε Ἐλευσινίων πρὸς Ἀθηναίους τοὺς ἄλλους, ὡσαύτως δὲ καὶ Θηβαίων πρὸς Μινύας, τήν τε ἔφοδον διʼ ὀλίγου τῶν ἐπιστρατευσαμένων καὶ ἐν μάχῃ παρέσχοντο μιᾷ τὴν κρίσιν, ἐς ὁμολογίας τε αὐτίκα ἐτράποντο καὶ σπονδάς·
因为埃琉西斯人对抗其他雅典人的战争,以及底比斯人对抗米纽阿伊人的战争,入侵者的进攻都很短暂,并在单一的一场战斗中决出了胜负,随后立即转向了协议和盟约。
§9.9.2ὁ δὲ Ἀργείων στρατὸς ἐς Βοιωτίαν τε μέσην ἀφίκετο ἐκ μέσης Πελοποννήσου καὶ ὁ Ἄδραστος ἐξ Ἀρκαδίας καὶ παρὰ Μεσσηνίων συμμαχικὰ ἤθροισεν, ὡσαύτως δὲ καὶ τοῖς Θηβαίοις μισθοφορικὰ ἦλθε παρὰ Φωκέων καὶ ἐκ τῆς Μινυάδος χώρας οἱ Φλεγύαι.
但阿耳戈斯人的军队从伯罗奔尼撒半岛的中部来到了波奥蒂亚的中部,阿德拉斯托斯从阿卡迪亚和美塞尼亚人那里召集了同盟军,同样,底比斯人也得到了来自福基斯人的雇佣军,以及来自米纽阿伊之地的弗勒癸阿斯人。
γενομένης δὲ πρὸς τῷ Ἰσμηνίῳ μάχης ἐκρατήθησαν οἱ Θηβαῖοι τῇ συμβολῇ, καὶ ὡς ἐτράποντο, καταφεύγουσιν ἐς τὸ τεῖχος·
当在伊斯墨尼俄斯河附近发生战斗时,底比斯人在交战中被击败,当他们转向逃跑时,他们逃进了城墙里。
§9.9.3ἅτε δὲ οὐκ ἐπισταμένων τῶν Πελοποννησίων μάχεσθαι πρὸς τὸ τεῖχος, ποιουμένων δὲ θυμῷ μᾶλλον ἢ σὺν ἐπιστήμῃ τὰς προσβολάς, πολλοὺς μὲν ἀπὸ τοῦ τείχους βάλλοντες φονεύουσιν αὐτῶν οἱ Θηβαῖοι, κρατοῦσι δὲ ὕστερον καὶ τοὺς ἄλλους ἐπεξελθόντες τεταραγμένοις, ὡς τὸ σύμπαν στράτευμα πλὴν Ἀδράστου φθαρῆναι.
由于伯罗奔尼撒人不知道如何攻打城墙,而是凭着愤怒而非技术进行攻击,底比斯人从城墙上射击,杀死了他们中的许多人,随后又出击击败了其余混乱中的人,以至于除阿德拉斯托斯外,全军全军覆没。
ἐγένετο δὲ καὶ αὐτοῖς τὸ ἔργον οὐκ ἄνευ κακῶν μεγάλων, καὶ ἀπʼ ἐκείνου τὴν σὺν ὀλέθρῳ τῶν κρατησάντων Καδμείαν ὀνομάζουσι νίκην.
但这一行动对底比斯人自己来说也并非没有巨大的灾难,从那时起,人们把给胜利者带来毁灭的胜利称为“卡德摩斯式的胜利”。
§9.9.4ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον ὁμοῦ Θερσάνδρῳ στρατεύουσιν ἐπὶ τὰς Θήβας οὓς Ἐπιγόνους καλοῦσιν Ἕλληνες·
没过几年,希腊人称为“后裔”的人们与瑟耳珊德一起对底比斯发动了远征。
δῆλοι δέ εἰσι καὶ τούτοις οὐ τὸ Ἀργολικὸν μόνον οὐδὲ οἱ Μεσσήνιοι καὶ Ἀρκάδες ἠκολουθηκότες, ἀλλὰ καὶ ἔτι ἐκ Κορίνθου καὶ Μεγαρέων ἐπικληθέντες ἐς τὴν συμμαχίαν·
显然,随行他们的不仅有阿耳戈斯人,也不仅有美塞尼亚人和阿卡迪亚人,还有从科林斯和麦加拉应召加入联盟的人。
ἤμυναν δὲ καὶ Θηβαίοις οἱ πρόσοικοι, καὶ μάχη πρὸς Γλίσαντι ἀπὸ ἀμφοτέρων ἐγένετο ἰσχυρά.
邻人也援助了底比斯人,双方在格利萨斯附近发生了一场激烈的战斗。
§9.9.5τῶν δὲ Θηβαίων οἱ μὲν αὐτίκα ὡς ἡττήθησαν ὁμοῦ Λαοδάμαντι ἐκδιδράσκουσιν, οἱ δὲ ὑπολειφθέντες πολιορκίᾳ παρέστησαν.
在底比斯人中,有些人一战败就与拉奥达马斯一起逃跑,而留下的人在被包围后投降。
ἐποιήθη δὲ ἐς τὸν πόλεμον τοῦτον καὶ ἔπη Θηβαΐς· τὰ δὲ ἔπη ταῦτα Καλλῖνος ἀφικόμενος αὐτῶν ἐς μνήμην ἔφησεν Ὅμηρον τὸν ποιήσαντα εἶναι, Καλλίνῳ δὲ πολλοί τε καὶ ἄξιοι λόγου κατὰ ταὐτὰ ἔγνωσαν·
关于这场战争,还创作了一部叙事诗《底比斯战纪》;卡利诺斯在提到这些诗句时,说其作者是荷马,而许多值得提及的人也同意卡利诺斯的这一看法。
ἐγὼ δὲ τὴν ποίησιν ταύτην μετά γε Ἰλιάδα καὶ τὰ ἔπη τὰ ἐς Ὀδυσσέα ἐπαινῶ μάλιστα.
我自己对这部诗的赞赏,仅次于《伊利亚特》和关于奥德修斯的叙事诗。
πολέμου μὲν δή, ὃν Ἀργεῖοι καὶ Θηβαῖοι τῶν Οἰδίποδος παίδων ἕνεκα ἐπολέμησαν, ἐς τοσόνδε ἔστω μνήμη·
那么,阿耳戈斯人和底比斯人因俄狄浦斯的子嗣而进行的战争,其记载就到此为止吧。

词汇与语法注释

  1. §9.9.1πάντων, ὅσοι πρὸς Ἕλληνας ἐπὶ τῶν καλουμένων ἡρώων ἐπολεμήθησαν ὑπὸ Ἑλλήνων — 属格“πάντων”作为表示比较或选择范围的属格,修饰相当于最高级含义的“λόγου μάλιστα ἄξιον”(最值得提及)。它是关系从句“ὅσοι...”的先行词,将这场战争与希腊人之间的所有其他冲突进行了对比。
  2. §9.9.3ἅτε δὲ οὐκ ἐπισταμένων τῶν Πελοποννησίων — 表示原因的语气词“ἅτε”与属格独立分词“ἐπισταμένων”和“ποιουμένων”连用,构成表示客观事实原因的句式(“因为……确属事实”)。
  3. §9.9.4δῆλοι δέ εἰσι καὶ τούτοις ... ἠκολουθηκότες — 这是形容词“δῆλος”搭配主格完成时分词“ἠκολουθηκότες”的“人称句构”(带有分词),在语义上等同于非人称的“显然,……也随行了他们”。
  4. §9.9.5πολιορκίᾳ παρέστησαν — 动词“παρίστημι”的第二不定过去时主动(不及物)形式在这里作特定的军事术语,表示“(因包围而)投降”或“屈服”。与格“πολιορκίᾳ”表示手段或原因(“因包围”)。

引用这一段

保萨尼亚斯, 希腊志 §9.9.1-9.9.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.9.1-9.9.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。