§9.8.1διαβεβηκότι δὲ ἤδη τὸν Ἀσωπὸν καὶ τῆς πόλεως δέκα μάλιστα ἀφεστηκότι σταδίους Ποτνιῶν ἐστιν ἐρείπια καὶ ἐν αὐτοῖς ἄλσος Δήμητρος καὶ Κόρης.
对于已经渡过阿索波斯河、距离城市大约十斯塔德的人来说,有波特尼亚伊的遗迹,其中有德墨忒尔和科瑞的圣林。
τὰ δὲ ἀγάλματα ἐν τῷ ποταμῷ τῷ παρὰ τὰς Ποτνιὰς τὰς θεὰς ὀνομάζουσιν.
在流经波特尼亚伊的河中的雕像,人们以这两位女神的名字来称呼。
ἐν χρόνῳ δὲ εἰρημένῳ δρῶσι καὶ ἄλλα ὁπόσα καθέστηκέ σφισι καὶ ἐς τὰ μέγαρα καλούμενα ἀφιᾶσιν ὗς τῶν νεογνῶν· τοὺς δὲ ὗς τούτους ἐς τὴν ἐπιοῦσαν τοῦ ἔτους ὥραν ἐν Δωδώνῃ φασὶν ἐπὶ λόγῳ τῷδε ἄλλος πού τις πεισθήσεται.
在特定的时间,他们举行其他规定的仪式,并将新生的小猪放入被称为“深穴”的地方;至于说这些小猪会在来年同一季节出现在多多纳,这个故事或许会有别人相信。
§9.8.2ἐνταῦθα καὶ Διονύσον ναός ἐστιν Αἰγοβόλου.
这里还有一座被称为“杀山羊者”的狄奥尼索斯神庙。
θύοντες γὰρ τῷ θεῷ προήχθησάν ποτε ὑπὸ μέθης ἐς ὕβριν, ὥστε καὶ τοῦ Διονύσου τὸν ἱερέα ἀποκτείνουσιν· ἀποκτείναντας δὲ αὐτίκα ἐπέλαβε νόσος λοιμώδης, καί σφισιν ἀφίκετο ἴαμα ἐκ Δελφῶν τῷ Διονύσῳ θύειν παῖδα ὡραῖον·
因为有一次在向这位神明献祭时,人们因醉酒而陷入暴行,甚至杀害了狄奥尼索斯的祭司;杀人之后,瘟疫立刻袭击了他们,德尔斐传来神谕,治愈的方法是向狄奥尼索斯献祭一个美丽的男孩。
ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον τὸν θεόν φασιν αἶγα ἱερεῖον ὑπαλλάξαι σφίσιν ἀντὶ τοῦ παιδός.
但据说没过几年,神用一只山羊代替男孩作为他们的牺牲。
δείκνυται δὲ ἐν Ποτνιαῖς καὶ φρέαρ· τὰς δὲ ἵππους τὰς ἐπιχωρίους τοῦ ὕδατος πιούσας τούτου μανῆναι λέγουσιν.
波特尼亚伊还展示了一口井,据说当地的马喝了这口井的水就会发狂。
§9.8.3ἐκ δὲ τῶν Ποτνιῶν ἰοῦσιν ἐς Θήβας ἔστιν ἐν δεξιᾷ περίβολος τῆς ὁδοῦ οὐ μέγας καὶ κίονες ἐν αὐτῷ· διαστῆναι δὲ Ἀμφιαράῳ τὴν γῆν ταύτῃ νομίζουσιν, ἐπιλέγοντες καὶ τάδε ἔτι, μήτε ὄρνιθας ἐπὶ τῶν κιόνων καθέζεσθαι τούτων μήτε πόαν τὴν ἐνταῦθα μήτε ἥμερον ζῷον μήτε τῶν ἀγρίων νέμεσθαι.
从波特尼亚伊前往底比斯的途中,道路右侧有一个不大的围地,里面有一些柱子;人们认为大地曾在此处裂开以接纳安菲阿拉俄斯,并补充说,既没有鸟类停歇在这些柱子上,也没有任何家畜或野兽会食用那里的草。
§9.8.4Θηβαίοις δὲ ἐν τῷ περιβόλῳ τοῦ ἀρχαίου τείχους ἑπτὰ ἀριθμὸν ἦσαν πύλαι, μένουσι δὲ καὶ ἐς ἡμᾶς ἔτι.
对于底比斯人来说,古城墙的范围内曾有七座门,至今仍保留到我们的时代。
τεθῆναι δὲ τὰ ὀνόματα ἐπυνθανόμην σφίσιν ἀπό τε Ἠλέκτρας ἀδελφῆς Κάδμου καὶ Προιτίσιν ἀπὸ ἀνδρὸς τῶν ἐπιχωρίων· ἡλικίαν δὲ Προίτου καὶ τὸ ἀνωτέρω γένος χαλεπὰ ἦν εὑρεῖν.
我了解到,它们的名字来自于卡德摩斯的姐妹厄勒克特拉,以及得名于当地人普洛伊托斯的普洛伊提得斯门;但普洛伊托斯的时代和更古老的世系很难考证。
τὰς δὲ Νηίστας ὀνομασθῆναί φασιν ἐπὶ τῷδε.
他们说,内伊斯塔伊门是因为以下原因命名的。
ἐν ταῖς χορδαῖς νήτην καλοῦσι τὴν ἐσχάτην· ταύτην οὖν τὴν χορδὴν Ἀμφίονα ἐπὶ ταῖς πύλαις ταύταις ἀνευρεῖν λέγουσιν.
在琴弦中,人们将最后一根弦称为“内特”;于是他们说,安菲翁在这些门旁发明了这根弦。
ἤδη δὲ ἤκουσα καὶ ὡς Ζήθου τοῦ ἀδελφοῦ τοῦ Ἀμφίονος τῷ παιδὶ ὄνομα Νῆις γένοιτο, ἀπὸ τούτου δὲ τοῦ Νήϊδος τὰς πύλας κληθῆναι ταύτας.
但我已经听过另一种说法,即安菲翁的兄弟仄托斯之子名叫内伊斯,而这些门就是因这个内伊斯而得名。
§9.8.5πύλας δὲ Κρηναίας, τὰς δὲ Ὑψίστας ἐπὶ λόγῳ τοιῷδε ὀνομάζουσι· πρὸς δὲ ταῖς Ὑψίσταις Διὸς ἱερὸν ἐπίκλησίν ἐστιν Ὑψίστου.
克雷奈艾门和许普西斯泰门是因为以下原因命名的;在许普西斯泰门旁,有一座被称为“许普西斯托斯”的宙斯神庙。
τὰς δὲ ἐπὶ ταύταις πύλας ὀνομάζουσιν Ὠγυγίας, τελευταῖαι δέ εἰσιν Ὁμολωίδες· ἐφαίνετο δὲ εἶναί μοι καὶ τὸ ὄνομα νεώτατον ταῖς πύλαις ταύταις, αἱ δὲ Ὠγύγιαι τὸ ἀρχαιότατον.
与这些门相邻的门,他们称之为奥古癸艾门,最后的是霍莫洛伊得斯门;在我看来,这些门中这个名字最新,而奥古癸艾门最古老。
§9.8.6τὰς δὲ Ὁμολωίδας κληθῆναί φασιν ἐπὶ τοιῷδε.
据说霍莫洛伊得斯门是因为以下原因命名的。
ἡνίκα ὑπὸ Ἀργείων μάχῃ πρὸς Γλίσαντι ἐκρατήθησαν, τότε ὁμοῦ Λαοδάμαντι τῷ Ἐτεοκλέους ὑπεξίασιν οἱ πολλοί· τούτων οὖν μοῖρα τὴν μὲν ἐς τοὺς Ἰλλυριοὺς πορείαν ἀπώκνησε, τραπόμενοι δὲ ἐς Θεσσαλοὺς καταλαμβάνουσιν Ὁμόλην, ὀρῶν τῶν Θεσσαλικῶν καὶ εὔγεων μάλιστα καὶ ὕδασιν ἐπιρρεομένην.
当他们在格利萨斯附近被阿耳戈斯人在战斗中击败时,大多数人与厄忒俄克勒斯之子拉奥达马斯一起逃亡;这些人中,有一部分人对前往伊利里亚人的旅程感到畏缩,但转向帖撒利人,占领了霍莫莱,这是帖撒利群山中最肥沃且水源充足的地方。
§9.8.7Θερσάνδρου δὲ τοῦ Πολυνείκους ἀνακαλεσαμένου σφᾶς ἐπὶ τὰ οἰκεῖα, τὰς πύλας διὰ ὧν τὴν κάθοδον ἐποιοῦντο ἀπὸ τῆς Ὁμόλης ὀνομάζουσιν Ὁμολωίδας.
当波吕涅伊克斯之子瑟耳珊德将他们召回故乡时,他们用霍莫莱的名字来命名他们返回时所通过的门,称之为霍莫洛伊得斯门。
ἐρχομένῳ δὲ ἐκ Πλαταίας ἔσοδος ἐς τὰς Θήβας κατὰ πύλας ἐστὶν Ἠλέκτρας, καὶ ταύτῃ Καπανέα τὸν Ἱππόνου βιαιοτέρας ποιούμενον πρὸς τὸ τεῖχος τὰς προσβολὰς βληθῆναι κεραυνῷ λέγουσι.
对于从普拉泰亚来的人,进入底比斯的通道是在厄勒克特拉门处,据说在这里,希波诺俄斯之子卡帕纽斯对城墙发起猛烈进攻时,被雷电击中。