Humanitext Reader

パウサニアス · ギリシア案内記 §9.5.1-9.5.8

テーバイの黎明期とカドモスからアムピオンの治世

369 / 465 箇所 · ギリシア語

要旨

テーバイの土地の初期の歴史について、先住民のエクテネス人や、カドモスによるカドメイアの創建、そして彼の子孫と、アムピオンとゼトスによる城壁の建設や音楽の伝説を説明する。

§9.5.1γῆν δὲ τὴν Θηβαΐδα οἰκῆσαι πρῶτον λέγουσιν Ἔκτηνας, βασιλέα δὲ εἶναι τῶν Ἐκτήνων ἄνδρα αὐτόχθονα Ὤγυγον·
テーバイの土地に最初に住んだのはエクトネス人であると言われており、エクテネス人の王は、土着の人であるオギュゴスであったという。
καὶ ἀπὸ τούτου τοῖς πολλοῖς τῶν ποιητῶν ἐπίκλησις ἐς τὰς Θήβας ἐστὶν Ὠγύγιαι.
そしてこの者にちなんで、多くの詩人たちにとってテーバイは「オギュギアイ」という異名で呼ばれている。
καὶ τούτους μὲν ἀπολέσθαι λοιμώδει νόσῳ φασίν, ἐσοικίσασθαι δὲ μετὰ τοὺς Ἔκτηνας ἐς τὴν χώραν Ὕαντας καὶ Ἄονας, Βοιώτια ἐμοὶ δοκεῖν γένη καὶ οὐκ ἐπηλύδων ἀνθρώπων.
そして彼らは疫病で滅び、エクテネス人の後にはヒュアンテス人とアオネス人がその国に移り住んだと言われているが、彼らは私の考えではボイオティアの部族であり、外から来た人々ではない。
Κάδμου δὲ καὶ τῆς Φοινίκων στρατιᾶς ἐπελθούσης μάχῃ νικηθέντες οἱ μὲν Ὕαντες ἐς τὴν νύκτα τὴν ἐπερχομένην ἐκδιδράσκουσι, τοὺς δὲ Ἄονας ὁ Κάδμος γενομένους ἱκέτας καταμεῖναι καὶ ἀναμιχθῆναι τοῖς Φοίνιξιν εἴασε.
カドモスとフェニキア人の軍勢が攻め入ってくると、戦いに敗れたヒュアンテス人は翌る夜のうちに逃亡したが、アオネス人については、懇願者となったために、カドモスは彼らが留まりフェニキア人と混じり合うことを許した。
§9.5.2τοῖς μὲν οὖν Ἄοσι κατὰ κώμας ἔτι ἦσαν αἱ οἰκήσεις· Κάδμος δὲ τὴν πόλιν τὴν καλουμένην ἔτι καὶ ἐς ἡμᾶς Καδμείαν ᾤκισεν.
そこで、アオネス人たちはまだ村々に居住していたが、カドモスは今日でも我々のもとでカドメイアと呼ばれている都市を創建した。
αὐξηθείσης δὲ ὕστερον τῆς πόλεως, οὕτω τὴν Καδμείαν ἀκρόπολιν συνέβη τῶν κάτω γενέσθαι Θηβῶν.
その後、都市が拡大したため、カドメイアは結果として、下方のテーバイのアクロポリスとなった。
Κάδμῳ δὲ γάμος τε ἐπιφανὴς ὑπῆρξεν, εἰ δὴ θυγατέρα Ἀφροδίτης καὶ Ἄρεως κατὰ λόγον τὸν Ἑλλήνων ἔσχε, καὶ αἱ θυγατέρες εἰλήφασιν αὐτῷ φήμην, Σεμέλη μὲν τεκεῖν ἐκ Διός, Ἰνὼ δὲ θεῶν εἶναι τῶν θαλασσίων.
カドモスには、ギリシア人の語るところに従ってアプロディテとアレスの娘を妻に迎えたのだとすれば、輝かしい結婚がもたらされたことになり、また娘たちも彼に名声をもたらした。 セメレはゼウスの子を産み、イノは海の神々の一員となったからである。
§9.5.3ἐπὶ μὲν δὴ Κάδμου μέγιστον μετά γε αὐτὸν Κάδμον ἠδύναντο οἱ Σπαρτοί, Χθόνιος καὶ Ὑπερήνωρ καὶ Πέλωρος καὶ Οὐδαῖος·
カドモスの時代において、当のカドモス自身に次いで最も力を持っていたのは、スパルトイたち、すなわちクトニオス、ヒュペレノール、ペロロス、ウダイオスであった。
Ἐχίονα δὲ ὡς προέχοντα κατʼ ἀνδραγαθίαν γαμβρὸν ἠξίωσεν ὁ Κάδμος ποιήσασθαι.
カドモスは、エキオンを男気において傑出しているとして、婿に迎えるに値するとみなした。
τοὺς δὲ ἄνδρας τούτους—οὐ γάρ τι ἠδυνάμην ἐς αὐτοὺς παρευρεῖν—ἕπομαι τῷ μύθῳ Σπαρτοὺς διὰ τὸν τρόπον ὅντινα ἐγένοντο ὀνομασθῆναι.
これらの人々については――私は彼らに関して何かを見出すことができなかったので――彼らが生まれたその方法のゆえにスパルトイと名付けられたという神話に従うこととする。
Κάδμου δὲ ἐς Ἰλλυριοὺς καὶ Ἰλλυριῶν ἐς τοὺς καλουμένους Ἐγχελέας μετοικήσαντος Πολύδωρος ὁ Κάδμου τὴν ἀρχὴν ἔσχε.
カドモスがイリュリア人のもとへ、そしてイリュリア人のうちエンケレエスと呼ばれる人々のところへと移住したとき、カドモスの子ポリュドロスが支配権を握った。
§9.5.4Πενθεὺς δὲ ὁ Ἐχίονος ἴσχυε μὲν καὶ αὐτὸς κατὰ γένους ἀξίωμα καὶ φιλίᾳ τοῦ βασιλέως·
エキオンの子ペンテウスもまた、家柄の尊厳と王とのよしみによって権勢を振るっていた。
ὢν δὲ ἐς τὰ λοιπὰ ὑβριστὴς καὶ ἀσεβὴς Διονύσου, δίκην ἔσχεν ἐκ τοῦ θεοῦ.
しかし、他の点でも傲慢であり、ディオニュソスに対して不敬であったため、神から罰を受けた。
Πολυδώρου δὲ ἦν Λάβδακος· ἔμελλε δὲ ἄρα αὐτόν, ὥς οἱ παρίστατο ἡ τελευτή, παῖδα ἔτι ἀπολείψειν, καὶ ἐπιτρέπει τόν τε υἱὸν καὶ τὴν ἀρχὴν Νυκτεῖ.
ポリュドロスにはラブダコスがいたが、ポリュドロスに死が近づいたとき、彼はまだ子供のまま後に残すことになり、息子と支配権をニュクテウスに委ねた。
§9.5.5τὰ δὲ ἐφεξῆς μοι τοῦ λόγου προεδήλωσεν ἡ Σικυωνία συγγραφή, τοῦ τε Νυκτέως τὸν θάνατον, ὅντινα γένοιτο τρόπον, καὶ ὡς ἐς Λύκον ἀδελφὸν Νυκτέως ἥ τε ἐπιμέλεια τοῦ παιδὸς περιῆλθε καὶ ἡ Θηβαίων δυναστεία.
私の語る話のこれに続く部分は、すでにシキュオン記が明らかにしている。 すなわち、ニュクテウスの死がどのような方法で起こったか、そしてニュクテウスの兄弟リュコスへと、子供の後見とテーバイの支配権がどのように移ったかということである。
Λύκος δὲ παρέδωκε μὲν αὐξηθέντι Λαβδάκῳ τὴν ἀρχήν·
リュコスは成長したラブダコスに支配権を譲り渡した。
γενομένης δὲ οὐ μετὰ πολὺ καὶ τούτῳ τῆς τελευτῆς, ὁ δὲ ἐπετρόπευσεν αὖθις Λάιον Λαβδάκου παῖδα.
しかし、それから間もなくこの者にも死が訪れると、彼は再び、ラブダコスの子ライオスを後見した。
§9.5.6Λύκου δὲ ἐπιτροπεύοντος δεύτερον κατίασιν Ἀμφίων καὶ Ζῆθος δύναμιν ἀγείραντες.
リュコスが二度目の後見をしているとき、アムピオンとゼトスが軍勢を集めて帰還する。
καὶ Λάιον μὲν ὑπεκκλέπτουσιν οἷς ἦν ἐπιμελὲς μὴ γενέσθαι τὸ Κάδμου γένος ἐς τοὺς ἔπειτα ἀνώνυμον, Λάκου δὲ οἱ τῆς Ἀντιόπης παῖδες τῇ μάχῃ κρατοῦσιν·
そして、カドモスの血統が後世に名もなきものとなることを望まない人々が、ライオスを密かに救出する一方、アンティオペの息子たちは戦闘でリュコスを破る。
ὡς δὲ ἐβασίλευσαν, τὴν πόλιν τὴν κάτω προσῴκισαν τῇ Καδμείᾳ καὶ Θήβας ὄνομα ἔθεντο κατὰ συγγένειαν τὴν Θήβης.
彼らは王位に就くと、下方の都市をカドメイアに隣接して建設し、テベとの親族関係にちなんで、テーバイという名前をつけた。
§9.5.7μαρτυρεῖ δέ μοι τῷ λόγῳ καὶ Ὅμηρος ἐν τῇ Ὀδυσσείᾳ·
ホメロスもまた、『オデュッセイア』において私の説を証言している。
" οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.
「彼らは最初に七門のテーバイの都を創建し、城壁で囲んだ。 なぜなら、彼らはどれほど強力であっても、城壁なしには、広々としたテーバイに住むことができなかったからである。
" ὅτι δὲ Ἀμφίων ᾖδε καὶ τὸ τεῖχος ἐξειργάζετο πρὸς τὴν λύραν, οὐδένα ἐποιήσατο λόγον ἐν τοῖς ἔπεσι·
」しかし、アムピオンが歌を歌い、リラの音に合わせて城壁を築き上げたことについては、彼は詩の中で全く言言していない。
δόξαν δὲ ἔσχεν Ἀμφίων ἐπὶ μουσικῇ, τήν τε ἁρμονίαν τὴν Λυδῶν κατὰ κῆδος τὸ Ταντάλου παρʼ αὐτῶν μαθὼν καὶ χορδὰς ἐπὶ τέσσαρσι ταῖς πρότερον τρεῖς ἀνευρών.
アムピオンが音楽によって名声を得たのは、タンタロスとの婚姻関係によって彼らからリュディア人の調子を学び、以前の四つの弦にさらに三つの弦を発明して加えたからである。
§9.5.8ὁ δὲ τὰ ἔπη τὰ ἐς Εὐρώπην ποιήσας φησὶν Ἀμφίονα χρήσασθαι λύρᾳ πρῶτον Ἑρμοῦ διδάξαντος·
『エウロペ』に関する叙事詩を作った詩人は、ヘルメスが彼に教えたために、アムピオンが最初にリラを使用したと述べている。
πεποίηκε δὲ καὶ περὶ λίθων καὶ θηρίων, ὅτι καὶ ταῦτα ᾄδων ἦγε.
また、アムピオンが歌を歌うことで、石や獣たちをも率いたとも歌っている。
Μυρὼ δὲ Βυζαντία, ποιήσασα ἔπη καὶ ἐλεγεῖα, Ἑρμῇ βωμόν φησιν ἱδρύσασθαι πρῶτον Ἀμφίονα καὶ ἐπὶ τούτῳ λύραν παρʼ αὐτοῦ λαβεῖν.
ビュザンティオンのミュロは、叙事詩や哀歌を作ったが、アムピオンが最初にヘルメスへの祭壇を築き、そのために彼からリラを受け取ったと述べている。
λέγεται δὲ καὶ ὡς ἐν Ἅιδου δίκην δίδωσιν ὁ Ἀμφίων ὧν ἐς Λητὼ καὶ τοὺς παῖδας καὶ αὐτὸς ἀπέρριψε·
また、アムピオンは自身がレトとその子供たちに対して投げかけた暴言のために、冥府において罰を受けているとも言われている。

語釈・文法注

  1. 9.5.1ἐμοὶ δοκεῖν — 「私の考えでは」を意味する、限定的・絶対的用法として用いられている不定詞(絶対不定詞)。
  2. 9.5.3τοὺς δὲ ἄνδρας τούτους — 文頭に置かれた対格句。文法的には後続の不定詞 `ὀνομασθῆναι` の意味上の主語、あるいは `ἕπομαι τῷ μύθῳ` に対して関与を示す懸垂対格(accusative pendens)として機能している。
  3. 9.5.4ἔμελλε δὲ ἄρα αὐτόν ... παῖδα ἔτι ἀπολείψειν — 動詞 `ἔμελλε`(主語は前文のポリュドロス)に不定詞 `ἀπολείψειν` が連なる。対格の `αὐτόν` は `ἀπολείψειν` の目的格(ラブダコスを指す)であり、`παῖδα ἔτι`「まだ子供であるうちに」がその補語(二重対格の変形)となっている。
  4. 9.5.6οἷς ἦν ἐπιμελὲς — 先行詞が省略された関係代名詞句(「〜する人々」)。非人称形容詞 `ἐπιμελές`「気にかかる、配慮すべきことである」が与格 `οἷς` を取り、主節の動詞 `ὑπεκκλέπτουσιν` の主語となる名詞節を形成している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §9.5.1-9.5.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.5.1-9.5.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。