§9.5.1γῆν δὲ τὴν Θηβαΐδα οἰκῆσαι πρῶτον λέγουσιν Ἔκτηνας, βασιλέα δὲ εἶναι τῶν Ἐκτήνων ἄνδρα αὐτόχθονα Ὤγυγον· καὶ ἀπὸ τούτου τοῖς πολλοῖς τῶν ποιητῶν ἐπίκλησις ἐς τὰς Θήβας ἐστὶν Ὠγύγιαι.
据说,最早居住在底比斯土地上的是埃克特涅斯人,而埃克特涅斯人的国王是土生土长的奥吉戈斯;由于这个原因,对大多数诗人来说,底比斯的别名称为“奥吉吉亚”。
καὶ τούτους μὲν ἀπολέσθαι λοιμώδει νόσῳ φασίν, ἐσοικίσασθαι δὲ μετὰ τοὺς Ἔκτηνας ἐς τὴν χώραν Ὕαντας καὶ Ἄονας, Βοιώτια ἐμοὶ δοκεῖν γένη καὶ οὐκ ἐπηλύδων ἀνθρώπων.
据说他们因瘟疫而灭绝,在埃克特涅斯人之后,许安特斯人和阿奥涅斯人迁入了这个地区,在我看来,他们是波奥蒂亚的本土族群,而不是外来人。
Κάδμου δὲ καὶ τῆς Φοινίκων στρατιᾶς ἐπελθούσης μάχῃ νικηθέντες οἱ μὲν Ὕαντες ἐς τὴν νύκτα τὴν ἐπερχομένην ἐκδιδράσκουσι, τοὺς δὲ Ἄονας ὁ Κάδμος γενομένους ἱκέτας καταμεῖναι καὶ ἀναμιχθῆναι τοῖς Φοίνιξιν εἴασε.
当卡德摩斯和腓尼基人的军队入侵时,许安特斯人在战斗中被击败,并在随后的夜里逃走,而卡德摩斯则允许成为哀求者的阿奥涅斯人留下来并与腓尼基人融合。
§9.5.2τοῖς μὲν οὖν Ἄοσι κατὰ κώμας ἔτι ἦσαν αἱ οἰκήσεις· Κάδμος δὲ τὴν πόλιν τὴν καλουμένην ἔτι καὶ ἐς ἡμᾶς Καδμείαν ᾤκισεν.
因此,阿奥涅斯人的住所依然是在村庄里;而卡德摩斯则建造了直到我们今天仍被称为卡德梅亚的城市。
αὐξηθείσης δὲ ὕστερον τῆς πόλεως, οὕτω τὴν Καδμείαν ἀκρόπολιν συνέβη τῶν κάτω γενέσθαι Θηβῶν.
后来,随着城市的扩大,卡德梅亚便成为了下方底比斯城区的卫城。
Κάδμῳ δὲ γάμος τε ἐπιφανὴς ὑπῆρξεν, εἰ δὴ θυγατέρα Ἀφροδίτης καὶ Ἄρεως κατὰ λόγον τὸν Ἑλλήνων ἔσχε, καὶ αἱ θυγατέρες εἰλήφασιν αὐτῷ φήμην, Σεμέλη μὲν τεκεῖν ἐκ Διός, Ἰνὼ δὲ θεῶν εἶναι τῶν θαλασσίων.
卡德摩斯有了一桩显赫的婚姻——如果他确实按照希腊人的说法娶了阿佛洛狄忒和阿瑞斯的女儿的话——而且他的女儿们也为他赢得了名声,塞墨勒生下了宙斯的孩子,而伊诺则成为了海洋神明的一员。
§9.5.3ἐπὶ μὲν δὴ Κάδμου μέγιστον μετά γε αὐτὸν Κάδμον ἠδύναντο οἱ Σπαρτοί, Χθόνιος καὶ Ὑπερήνωρ καὶ Πέλωρος καὶ Οὐδαῖος· Ἐχίονα δὲ ὡς προέχοντα κατʼ ἀνδραγαθίαν γαμβρὸν ἠξίωσεν ὁ Κάδμος ποιήσασθαι.
在卡德摩斯的时代,仅次于卡德摩斯本人、势力最大的是“播种人”,即克托尼奥斯、许佩雷诺尔、佩洛罗斯和乌代奥斯;卡德摩斯认为埃奇翁在英勇方面出类拔萃,因而配做他的女婿。
τοὺς δὲ ἄνδρας τούτους—οὐ γάρ τι ἠδυνάμην ἐς αὐτοὺς παρευρεῖν—ἕπομαι τῷ μύθῳ Σπαρτοὺς διὰ τὸν τρόπον ὅντινα ἐγένοντο ὀνομασθῆναι.
至于这些人——因为我无法发现关于他们的其他事情——我遵循这一神话,即他们因为其出生方式而被命名为“播种人”。
Κάδμου δὲ ἐς Ἰλλυριοὺς καὶ Ἰλλυριῶν ἐς τοὺς καλουμένους Ἐγχελέας μετοικήσαντος Πολύδωρος ὁ Κάδμου τὴν ἀρχὴν ἔσχε.
当卡德摩斯迁移到伊利里亚人那里,并迁到伊利里亚人中被称为恩克莱亚人的部落时,卡德摩斯之子波吕多罗斯掌握了统治权。
§9.5.4Πενθεὺς δὲ ὁ Ἐχίονος ἴσχυε μὲν καὶ αὐτὸς κατὰ γένους ἀξίωμα καὶ φιλίᾳ τοῦ βασιλέως· ὢν δὲ ἐς τὰ λοιπὰ ὑβριστὴς καὶ ἀσεβὴς Διονύσου, δίκην ἔσχεν ἐκ τοῦ θεοῦ.
埃奇翁之子彭透斯本人也凭借其出身的高贵以及与国王的友谊而拥有权势;但他其余方面骄横不逊,且对狄奥尼索斯不敬,因而遭到了神明的惩罚。
Πολυδώρου δὲ ἦν Λάβδακος· ἔμελλε δὲ ἄρα αὐτόν, ὥς οἱ παρίστατο ἡ τελευτή, παῖδα ἔτι ἀπολείψειν, καὶ ἐπιτρέπει τόν τε υἱὸν καὶ τὴν ἀρχὴν Νυκτεῖ.
波吕多罗斯的儿子是拉布达科斯;当波吕多罗斯临终时,他不得不留下这个还是孩子的儿子,于是将儿子和统治权托付给尼克透斯。
§9.5.5τὰ δὲ ἐφεξῆς μοι τοῦ λόγου προεδήλωσεν ἡ Σικυωνία συγγραφή, τοῦ τε Νυκτέως τὸν θάνατον, ὅντινα γένοιτο τρόπον, καὶ ὡς ἐς Λύκον ἀδελφὸν Νυκτέως ἥ τε ἐπιμέλεια τοῦ παιδὸς περιῆλθε καὶ ἡ Θηβαίων δυναστεία.
我叙述的后续部分已被《西库翁志》所预先揭示:既有尼克透斯之死是以何种方式发生的,也有对孩子的监护权以及底比斯人的统治权是如何落到了尼克透斯的兄弟吕科斯身上。
Λύκος δὲ παρέδωκε μὲν αὐξηθέντι Λαβδάκῳ τὴν ἀρχήν· γενομένης δὲ οὐ μετὰ πολὺ καὶ τούτῳ τῆς τελευτῆς, ὁ δὲ ἐπετρόπευσεν αὖθις Λάιον Λαβδάκου παῖδα.
吕科斯在拉布达科斯长大后将统治权交还于他;但在不久之后,此人也去世了,吕科斯便再次作为拉布达科斯之子莱伊奥斯的监护人。
§9.5.6Λύκου δὲ ἐπιτροπεύοντος δεύτερον κατίασιν Ἀμφίων καὶ Ζῆθος δύναμιν ἀγείραντες.
在吕科斯第二次担任监护人期间,安菲翁和泽托斯集结了军队并重返。
καὶ Λάιον μὲν ὑπεκκλέπτουσιν οἷς ἦν ἐπιμελὲς μὴ γενέσθαι τὸ Κάδμου γένος ἐς τοὺς ἔπειτα ἀνώνυμον, Λάκου δὲ οἱ τῆς Ἀντιόπης παῖδες τῇ μάχῃ κρατοῦσιν· ὡς δὲ ἐβασίλευσαν, τὴν πόλιν τὴν κάτω προσῴκισαν τῇ Καδμείᾳ καὶ Θήβας ὄνομα ἔθεντο κατὰ συγγένειαν τὴν Θήβης.
那些不愿让卡德摩斯的血脉在后世湮没无闻的人将莱伊奥斯偷偷救走,而安提奥佩的儿子们则在战斗中战胜了吕科斯;当他们登基为王时,他们将下方的城市建在卡德梅亚旁,并因与底比的亲缘关系而将其命名为底比斯。
§9.5.7μαρτυρεῖ δέ μοι τῷ λόγῳ καὶ Ὅμηρος ἐν τῇ Ὀδυσσείᾳ· "
οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο
πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο
ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.
荷马在《奥德赛》中也证实了我的说法: “他们最早奠定了七门底比斯的基业,并筑起城墙;因为,尽管他们强壮无比,也无法在没有城墙保护的情况下,居住在宽阔的底比斯。
"
ὅτι δὲ Ἀμφίων ᾖδε καὶ τὸ τεῖχος ἐξειργάζετο πρὸς τὴν λύραν, οὐδένα ἐποιήσατο λόγον ἐν τοῖς ἔπεσι· δόξαν δὲ ἔσχεν Ἀμφίων ἐπὶ μουσικῇ, τήν τε ἁρμονίαν τὴν Λυδῶν κατὰ κῆδος τὸ Ταντάλου παρʼ αὐτῶν μαθὼν καὶ χορδὰς ἐπὶ τέσσαρσι ταῖς πρότερον τρεῖς ἀνευρών.
” 但对于安菲翁唱歌并伴着里拉琴音筑起城墙一事,他在诗作中未提及只字片语;安菲翁之所以在音乐上享有盛誉,是因为他因与坦塔罗斯的联姻关系而从吕底亚人那里学到了他们的调式,并在此前的四根弦之外又发明了三根。
§9.5.8ὁ δὲ τὰ ἔπη τὰ ἐς Εὐρώπην ποιήσας φησὶν Ἀμφίονα χρήσασθαι λύρᾳ πρῶτον Ἑρμοῦ διδάξαντος· πεποίηκε δὲ καὶ περὶ λίθων καὶ θηρίων, ὅτι καὶ ταῦτα ᾄδων ἦγε.
而创作关于欧罗巴叙事诗的诗人则说,在赫耳墨斯传授之后,安菲翁最先使用了里拉琴;他还写道关于石头和野兽的事,说安菲翁通过歌唱甚至能引导它们。
Μυρὼ δὲ Βυζαντία, ποιήσασα ἔπη καὶ ἐλεγεῖα, Ἑρμῇ βωμόν φησιν ἱδρύσασθαι πρῶτον Ἀμφίονα καὶ ἐπὶ τούτῳ λύραν παρʼ αὐτοῦ λαβεῖν.
创作了叙事诗和哀歌的拜占庭的米罗则说,安菲翁首先为赫耳墨斯建立了祭坛,并为此从他那里得到了里拉琴。
λέγεται δὲ καὶ ὡς ἐν Ἅιδου δίκην δίδωσιν ὁ Ἀμφίων ὧν ἐς Λητὼ καὶ τοὺς παῖδας καὶ αὐτὸς ἀπέρριψε·
据说在冥界中,安菲翁也因他本人对勒托及其孩子们所吐露的侮辱性言辞而遭受惩罚;