§9.38.1Ὀρχομενίοις δὲ πεποίηται καὶ Διονύσου, τὸ δὲ ἀρχαιότατον Χαρίτων ἐστὶν ἱερόν.
オルコメノス人にはディオニュソスの神殿も作られており、最も古いものはカリスたちの神殿である。
τὰς μὲν δὴ πέτρας σέβουσί τε μάλιστα καὶ τῷ Ἐτεοκλεῖ αὐτὰς πεσεῖν ἐκ τοῦ οὐρανοῦ φασιν·
彼らは自然の石をとりわけ崇拝しており、それらはエテオクレスのために天から落ちてきたのだと言っている。
τὰ δὲ ἀγάλματα τὰ σὺν κόσμῳ πεποιημένα ἀνετέθη μὲν ἐπʼ ἐμοῦ, λίθου δέ ἐστι καὶ ταῦτα.
装飾を施して作られた彫像は私の時代に奉納されたもので、これらもまた石製である。
§9.38.2ἔστι δέ σφισι καὶ κρήνη θέας ἀξία·
彼らにはまた見事な泉もある。
καταβαίνουσι δὲ ἐς αὐτὴν ὕδωρ οἴσοντες.
人々は水を汲むためにそこへ下りていく。
θησαυρὸς δὲ ὁ Μινύου, θαῦμα ὂν τῶν ἐν Ἑλλάδι αὐτῇ καὶ τῶν ἑτέρωθι οὐδενὸς ὕστερον, πεποίηται τρόπον τοιόνδε·
ミニュアスの宝庫は、ギリシア自体のものや他の場所にあるもののどれにも劣らない驚異であるが、次のような方法で作られている。
λίθου μὲν εἴργασται, σχῆμα δὲ περιφερές ἐστιν αὐτῷ, κορυφὴ δὲ οὐκ ἐς ἄγαν ὀξὺ ἀνηγμένη·
石で造られており、形は円形で、頂部はそれほど鋭く尖ってはいない。
τὸν δὲ ἀνωτάτω τῶν λίθων φασὶν ἁρμονίαν παντὶ εἶναι τῷ οἰκοδομήματι.
石の一番上のものが、建物全体の要石(調和)をなしていると言われている。
§9.38.3τάφοι δὲ Μινύου τε καὶ Ἡσιόδου·
また、ミニュアスとヘシオドスの墓もある。
καταδέξασθαι δέ φασιν οὕτω τοῦ Ἡσιόδου τὰ ὀστᾶ.
ヘシオドスの遺骨は以下のようにして受け入れられたと言われている。
νόσου καταλαμβανούσης λοιμώδους καὶ ἀνθρώπους καὶ τὰ βοσκήματα ἀποστέλλουσι θεωροὺς παρὰ τὸν θεόν·
疫病が人間と家畜の双方を襲ったとき、彼らは神のもとへ使節を派遣した。
τούτοις δὲ ἀποκρίνασθαι λέγουσι τὴν Πυθίαν, Ἡσιόδου τὰ ὀστᾶ ἐκ τῆς Ναυπακτίας ἀγαγοῦσιν ἐς τὴν Ὀρχομενίαν, ἄλλο δὲ εἶναί σφισιν οὐδὲν ἴαμα.
ピュティアは彼らに対し、ヘシオドスの遺骨をナウパクティアからオルコメニアの地へと持ち帰る以外に、彼らには何の治療法もないと答えたと言われている。
τότε δὲ ἐπερέσθαι δεύτερα, ὅπου τῆς Ναυπακτίας αὐτὰ ἐξευρήσουσι·
そこで彼らは再び、ナウパクティアのどこでそれらを見つけ出すことができるのかを尋ねた。
καὶ αὖθις τὴν Πυθίαν εἰπεῖν ὡς μηνύσοι κορώνη σφίσιν.
するとピュティアは再び、カラスが彼らに教えるであろうと言った。
§9.38.4οὕτω τοῖς θεοπρόποις ἀποβᾶσιν ἐς τὴν γῆν πέτραν τε οὐ πόρρω τῆς ὁδοῦ καὶ τὴν ὄρνιθα ἐπὶ τῇ πέτρᾳ φασὶν ὀφθῆναι·
こうして、使節たちがその地に上陸したとき、道の近くにある岩と、その岩の上の鳥が見えたと言われている。
καὶ τοῦ Ἡσιόδου δὲ τὰ ὀστᾶ εὗρον ἐν χηραμῷ τῆς πέτρας.
そしてヘシオドスの遺骨をその岩の割れ目の中に発見した。
καὶ ἐλεγεῖα ἐπὶ τῷ μνήματι ἐπεγέγραπτο·
そして、墓の上には次のような哀歌が刻まれていた。
"
Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος
ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει
Ἡσιόδου, τοῦ πλεῖστον ἐν Ἑλλάδι κῦδος ὀρεῖται
ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης. "
"アスクラは多くの麦畑を持つ祖国であるが、死した後は馬を駆るミニュアース人の地が、ヘシオドスの遺骨を抱いている。 知恵の試金石において人々が詮索されるとき、ギリシアで最も大いなる名声を彼は得ているのである。
§9.38.5περὶ δὲ Ἀκταίωνος λεγόμενα ἦν Ὀρχομενίοις λυμαίνεσθαι τὴν γῆν πέτρας ἔχον εἴδωλον·
"アクタイオンに関しては、石の幻影がオルコメノス人の土地を荒らしているという話があった。
ὡς δὲ ἐχρῶντο ἐν Δελφοῖς, κελεύει σφίσιν ὁ θεὸς ἀνευρόντας εἴ τι ἦν Ἀκταίωνος λοιπὸν κρύψαι γῇ, κελεύει δὲ καὶ τοῦ εἰδώλου χαλκῆν ποιησαμένους εἰκόνα πρὸς πέτρᾳ σιδήρῳ δῆσαι.
彼らがデルポイで神託を求めたところ、神は彼らに、アクタイオンの遺骸で残っているものがあればそれを見つけ出して土に埋めるよう命じた。 また、その幻影の青銅の像を作って、鉄で岩に縛り付けるようにも命じた。
τοῦτο καὶ αὐτὸς δεδεμένον τὸ ἄγαλμα εἶδον·
私自身、この縛り付けられた像を見た。
καὶ τῷ Ἀκταίωνι ἐναγίζουσιν ἀνὰ πᾶν ἔτος.
そして彼らは毎年アクタイオンに死者への供物を捧げている。
§9.38.6σταδίους δὲ ἀφέστηκεν ἑπτὰ Ὀρχομενοῦ ναός τε Ἡρακλέους καὶ ἄγαλμα οὐ μέγα.
オルコメノスから7スタディオン離れたところに、ヘラクレスの神殿と、それほど大きくない像がある。
ἐνταῦθα τοῦ ποταμοῦ τοῦ Μέλανός εἰσιν αἱ πηγαί, καὶ ὁ Μέλας ἐς λίμνην καὶ οὗτος τὴν Κηφισίδα ἐκδίδωσιν.
そこにはメラス川の源流があり、このメラス川もまたケーピシス湖へと流れ込んでいる。
ἐπέχει μὲν δὴ καὶ ἄλλως τῆς Ὀρχομενίας τὸ πολὺ ἡ λίμνη, χειμῶνος δὲ ὥρᾳ νότου τὰ πλείω πνεύσαντος ἔπεισιν ἐπὶ πλέον τῆς χώρας τὸ ὕδωρ.
この湖は平時でもオルコメニアの大部分を占めているが、冬の季節に南風が強く吹くと、その水はさらに地域の広い範囲に押し寄せる。
§9.38.7Θηβαῖοι δὲ τὸν ποταμὸν τὸν Κηφισόν φασιν ὑπὸ Ἡρακλέους ἐς τὸ πεδίον ἀποστραφῆναι τὸ Ὀρχομένιον·
テーバイ人たちは、ケーピソス川はヘラクレスによってオルコメノスの平野へと流路を変えられたと言っている。
τέως δὲ αὐτὸν ὑπὸ τὸ ὄρος ἐς θάλασσαν ἐξιέναι, πρὶν ἢ τὸν Ἡρακλέα τὸ χάσμα ἐμφράξαι τὸ διὰ τοῦ ὄρους.
ヘラクレスが山を抜ける割れ目を塞ぐまでは、それまで川は山の麓を通って海へと流れ出ていた、と。
ἐπίσταται μὲν οὖν καὶ Ὅμηρος λίμνην ἄλλως τὴν Κηφισίδα οὖσαν καὶ οὐχ ὑπὸ Ἡρακλέους πεποιημένην, καὶ ἐπὶ τῷδε εἴρηκε
"
λίμνῃ κεκλιμένος Κηφισίδι·
しかし、ホメロスもまたケーピシス湖が以前から存在しており、ヘラクレスによって作られたのではないことを知っており、そのため次のように述べている。
" §9.38.8ἔχει δὲ οὐδὲ εἰκότα λόγον τοὺς Ὀρχομενίους μὴ καὶ τὸ χάσμα ἐξευρεῖν καὶ τοῦ Ἡρακλέους ἀναρρήξαντας τὸ ἔργον ἀποδοῦναι τὴν διέξοδον τῷ Κηφισῷ τὴν ἀρχαίαν, ἐπεὶ μηδὲ ἄχρι τῶν Τρωικῶν χρήμασιν ἀδυνάτως εἶχον.
"ケーピシス湖のほとりに身を横たえ…… "また、オルコメノス人たちがその割れ目を見つけ出すことも、ヘラクレスの障壁を突き崩してケーピソス川に古代の流路を回復させることもしなかったというのは、理にかなっていない。
μαρτυρεῖ δέ μοι καὶ Ὄμηρος ἐν Ἀχιλλέως ἀποκρίσει πρὸς τοὺς παρὰ Ἀγαμέμνονος πρέσβεις·
なぜなら彼らはトロイア戦争の時代に至るまで、資金に事欠いていたわけでは決してなかったからである。
"
οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσσεται,
"
δῆλα δήπουθεν ὡς καὶ τότε προσιόντων τοῖς Ὀρχομενίοις χρημάτων πολλῶν.
このことは、アガメムノンからの使節に対するアキレウスの返答の中で、ホメロスも私に証言してくれている。 "オルコメノスへと流れ入るほどの富であっても…… "これは明らかに、当時もオルコメノス人には多くの富がもたらされていたことを示している。
§9.38.9Ἀσπληδόνα δὲ ἐκλιπεῖν τοὺς οἰκήτοράς φασιν ὕδατος σπανίζοντος·
アスプレドンについては、水不足のために住民たちが去ったと言われている。
γενέσθαι δὲ τὸ ὄνομα ἀπὸ Ἀσπληδόνος τῇ πόλει, τοῦτον δὲ εἶναι νύμφης τε Μιδείας καὶ Ποσειδῶνος.
その町の名はアスプレドンに由来し、彼はニンフのミデイアとポセイドンの子であるという。
ὁμολογεῖ δὲ καὶ ἔπη σφίσιν ἃ ἐποίησε Χερσίας, ἀνὴρ Ὀρχομένιος·
オルコメノス人チェルシアスが作った詩も彼らの説と一致している。
"
ἐκ δὲ Ποσειδάωνος ἀγακλειτῆς τε Μιδείης
Ἀσπληδὼν γένεθʼ υἱὸς ἀνʼ εὐρύχορον πτολίεθρον. "
"ポセイドンと、名高いミデイアから、アスプレドンが息子として、広々とした町に生まれた。
§9.38.10τοῦδε τοῦ Χερσίου τῶν ἐπῶν οὐδεμία ἦν ἔτι κατʼ ἐμὲ μνήμη, ἀλλὰ καὶ τάδε ἐπηγάγετο ὁ Κάλλιππος ἐς τὸν αὐτὸν λόγον τὸν ἔχοντα ἐς Ὀρχομενίους·
"このチェルシアスの詩については、私の時代にはもはや何も記憶されていなかった。 しかし、カッリッポスもまた、オルコメノス人に関する彼の著作の中にこれらの詩句を引用していた。
τούτου δὲ τοῦ Χερσίου καὶ ἐπίγραμμα οἱ Ὀρχομένιοι τὸ ἐπὶ τῷ Ἡσιόδου τάφῳ μνημονεύουσιν.
そしてオルコメノス人たちは、ヘシオドスの墓にある碑文もまたこのチェルシアスの作であると伝えている。