§9.31.1καὶ Ἀρσινόης ἐστὶν ἐν Ἑλικῶνι εἰκών, ἣν Πτολεμαῖος ἔγημεν ἀδελφὸς ὤν.
またヘリコン山には、自分の兄弟でありながら彼女を娶ったプトレマイオスの妻アルシノエの像もある。
τὴν δὲ Ἀρσινόην στρουθὸς φέρει χαλκῆ τῶν ἀπτήνων·
アルシノエを、飛べない鳥である青銅のダチョウが載せている。
πτερὰ μέν γε καὶ αὗται κατὰ ταὐτὰ ταῖς ἄλλαις φύουσιν, ὑπὸ δὲ βάρους καὶ διὰ μέγεθος οὐχ οἷά τέ ἐστιν ἀνέχειν σφᾶς ἐς τὸν ἀέρα τὰ πτερά.
ダチョウも他の鳥と同じように羽を生やすが、重みと大きさのために、羽が彼らを空中に支えることができない。
§9.31.2ἐνταῦθα καὶ Τηλέφῳ τῷ Ἡρακλέους γάλα ἐστὶν ἔλαφος παιδὶ μικρῷ διδοῦσα καὶ βοῦς τε παρʼ αὐτὸν καὶ ἄγαλμα Πριάπου θέας ἄξιον.
そこにはまた、ヘラクレスの子である幼子テレポスに乳を与える牝鹿、その傍らにある牡牛、そして見応えのあるプリアポスの像がある。
τούτῳ τιμαὶ τῷ θεῷ δέδονται μὲν καὶ ἄλλως, ἔνθα εἰσὶν αἰγῶν νομαὶ καὶ προβάτων ἢ καὶ ἑσμοὶ μελισσῶν· Λαμψακηνοὶ δὲ ἐς πλέον ἢ θεοὺς τοὺς ἄλλους νομίζουσι, Διονύσου τε αὐτὸν παῖδα εἶναι καὶ Ἀφροδίτης λέγοντες.
この神に対する崇拝は、ヤギや羊の牧草地がある場所、あるいは蜂の群れがいる場所で一般にも捧げられているが、ランプサコスの人々は彼を他の神々以上に尊んでおり、彼がディオニュソスとアフロディテの子であると言っている。
§9.31.3ἐν δὲ τῷ Ἑλικῶνι καὶ ἄλλοι τρίποδες κεῖνται καὶ ἀρχαιότατος, ὃν ἐν Χαλκίδι λαβεῖν τῇ ἐπʼ Εὐρίπῳ λέγουσιν Ἡσίοδον νικήσαντα ᾠδῇ.
ヘリコンには他の三脚釜も置かれており、その中でも最も古いものは、ヘシオドスがエウリポスに臨むカルキスで詩の競い合いに勝って得たと言われている。
περιοικοῦσι δὲ καὶ ἄνδρες τὸ ἄλσος, καὶ ἑορτήν τε ἐνταῦθα οἱ Θεσπιεῖς καὶ ἀγῶνα ἄγουσι Μουσεῖα·
また、聖林の周辺には人々が住んでおり、テスピアイの人々はここで「ムセイア」という祭りと競技会を開催している。
ἄγουσι δὲ καὶ τῷ Ἔρωτι, ἆθλα οὐ μουσικῆς μόνον ἀλλὰ καὶ ἀθληταῖς τιθέντες.
彼らはエロス(愛の神)のためにも競技会を開催し、音楽だけでなく競技者たちのために賞品を用意している。
ἐπαναβάντι δὲ στάδια ἀπὸ τοῦ ἄλσους τούτου ὡς εἴκοσιν ἔστιν ἡ τοῦ Ἵππου καλουμένη κρήνη·
この聖林から約20スタディオン登ったところには、「馬の泉」と呼ばれる泉がある。
ταύτην τὸν Βελλεροφόντου ποιῆσαί φασιν ἵππον ἐπιψαύσαντα ὁπλῇ τῆς γῆς.
これはベレロポンの馬が蹄で地面を叩いて作ったと言われている。
§9.31.4Βοιωτῶν δὲ οἱ περὶ τὸν Ἑλικῶνα οἰκοῦντες παρειλημμένα δόξῃ λέγουσιν ὡς ἄλλο Ἡσίοδος ποιήσειεν οὐδὲν ἢ τὰ Ἔργα·
ヘリコンの周りに住むボイオティア人は、伝承に基づき、ヘシオドスは『仕事と日々』以外に何も作らなかったと主張している。
καὶ τούτων δὲ τὸ ἐς τὰς Μούσας ἀφαιροῦσι προοίμιον, ἀρχὴν τῆς ποιήσεως εἶναι τὸ ἐς τὰς Ἔριδας λέγοντες·
しかも、彼らはこの詩からミューズたちへの序歌を取り除き、詩の始まりは「争い」に関する箇所であると言っている。
καί μοι μόλυβδον ἐδείκνυσαν, ἔνθα ἡ πηγή, τὰ πολλὰ ὑπὸ τοῦ χρόνου λελυμασμένον·
彼らは私に、その泉の近くで、経年により大部分が傷んだ鉛の板を見せてくれた。
§9.31.5ἐγγέγραπται δὲ αὐτῷ τὰ Ἔργα.
それには『仕事と日々』が刻まれていた。
ἔστι δὲ καὶ ἑτέρα κεχωρισμένη τῆς προτέρας, ὡς πολύν τινα ἐπῶν ὁ Ἡσίοδος ἀριθμὸν ποιήσειεν, ἐς γυναῖκάς τε ᾀδόμενα καὶ ἃς μεγάλας ἐπονομάζουσιν Ἠοίας, καὶ Θεογονίαν τε καὶ ἐς τὸν μάντιν Μελάμποδα, καὶ ὡς Θησεὺς ἐς τὸν Ἅιδην ὁμοῦ Πειρίθῳ καταβαίη παραινέσεις τε Χίρωνος ἐπὶ διδασκαλίᾳ δὴ τῇ Ἀχιλλέως, καὶ ὅσα ἐπὶ Ἔργοις τε καὶ Ἡμέραις.
しかし、前者の意見とは異なるもう一つの説もあり、それによれば、ヘシオドスは非常に多くの詩行を作ったとされ、女性たちを称える歌や『大エホイアイ』と呼ばれるもの、『神統記』、予言者メランプスについての詩、テセウスがペイリトオスと共に冥界に下った話、アキレウスの教育のための『ケイロンの勧告』、そして『仕事と日々』に付随する全ての詩が含まれる。
οἱ δὲ αὐτοὶ οὗτοι λέγουσι καὶ ὡς μαντικὴν Ἡσίοδος διδαχθείη παρὰ Ἀκαρνάνων·
これら同じ人々は、ヘシオドスがアカナニア人から予言術を学んだとも言っている。
καὶ ἔστιν ἔπη Μαντικά, ὁπόσα τε ἐπελεξάμεθα καὶ ἡμεῖς, καὶ ἐξηγήσεις ἐπὶ τέρασιν.
そして私たち自身も読んだ『予言詩』や、兆候についての解釈書も存在する。
§9.31.6ἐναντία δὲ καὶ ἐς τοῦ Ἡσιόδου τὴν τελευτήν ἐστιν εἰρημένα.
ヘシオドスの死についても、相反する話が伝えられている。
ὅτι μὲν γὰρ οἱ παῖδες τοῦ Γανύκτορος Κτίμενος καὶ Ἄντιφος ἔφυγον ἐς Μολυκρίαν ἐκ Ναυπάκτου διὰ τοῦ Ἡσιόδου τὸν φόνον καὶ αὐτόθι ἀσεβήσασιν ἐς Ποσειδῶνα ἐγένετο σφίσιν ἡ δίκη, τάδε μὲν καὶ οἱ πάντες κατὰ ταὐτὰ εἰρήκασι·
ガニュクトルの子らであるクティメノスとアンティポスが、ヘシオドス殺害のためにナウパクトスからモリュクリアへ逃亡し、そこでポセイドンに対して不敬を働いたために罰せられたということは、誰もが同様に語っている。
τὴν δὲ ἀδελφὴν τῶν νεανίσκων οἱ μὲν ἄλλου τού φασιν αἰσχύναντος Ἡσίοδον λαβεῖν οὐκ ἀληθῆ τὴν τοῦ ἀδικήματος δόξαν, οἱ δὲ ἐκείνου γενέσθαι τὸ ἔργον.
しかし、彼らの姉妹を汚したのは他の誰かであり、ヘシオドスは濡れ衣を着せられたに過ぎないと主張する人々もいれば、それがヘシオドス自身の仕業であったと言う人々もいる。
τὰ μὲν δὴ ἐς Ἡσίοδον καὶ αὐτὸν καὶ ἐς τὰ ἔπη διάφορα ἐπὶ τοσοῦτο εἴρηται·
ヘシオドス自身とその詩に関しては、これほどの異論が唱えられている。
§9.31.7ἐπὶ δὲ ἄκρᾳ τῇ κορυφῇ τοῦ Ἑλικῶνος ποταμὸς οὐ μέγας ἐστὶν ὁ Λάμος.
ヘリコン山の頂上近くには、ラモスというそれほど大きくない川が流れている。
Θεσπιέων δὲ ἐν τῇ γῇ Δονακών ἐστιν ὀνομαζόμενος·
テスピアイの領内にはドナコンと呼ばれる場所がある。
ἐνταῦθά ἐστι Ναρκίσσου πηγή, καὶ τὸν Νάρκισσον ἰδεῖν ἐς τοῦτο τὸ ὕδωρ φασίν, οὐ συνέντα δὲ ὅτι ἑώρα σκιὰν τὴν ἑαυτοῦ λαθεῖν τε αὐτὸν ἐρασθέντα αὑτοῦ καὶ ὑπὸ τοῦ ἔρωτος ἐπὶ τῇ πηγῇ οἱ συμβῆναι τὴν τελευτήν.
そこにはナルキッソスの泉があり、ナルキッソスはその水の中に自分自身を見たが、見ているものが自分自身の影であることに気づかず、知らぬ間に自分自身に恋をしてしまい、その愛のために泉のほとりで最期を迎えたと言われている。
τοῦτο μὲν δὴ παντάπασιν εὔηθες, ἡλικίας ἤδη τινὰ ἐς τοσοῦτο ἥκοντα ὡς ὑπὸ ἔρωτος ἁλίσκεσθαι μηδὲ ὁποῖόν τι ἄνθρωπος καὶ ὁποῖόν τι ἀνθρώπου σκιὰ διαγνῶναι·
しかし、すでに恋に落ちるほどの年齢に達していながら、人間と人間の影の違いを区別できないというのは、まったくもって愚かな話である。
§9.31.8ἔχει δὲ καὶ ἕτερος ἐς αὐτὸν λόγος, ἧσσον μὲν τοῦ προτέρου γνώριμος, λεγόμενος δὲ καὶ οὗτος, ἀδελφὴν γενέσθαι Ναρκίσσῳ δίδυμον, τά τε ἄλλα ἐς ἅπαν ὅμοιον τὸ εἶδος καὶ ἀμφοτέροις ὡσαύτως κόμην εἶναι καὶ ἐσθῆτα ἐοικυῖαν αὐτοὺς ἐνδύεσθαι καὶ δὴ καὶ ἐπὶ θήραν ἰέναι μετὰ ἀλλήλων·
だが彼については別の話もあり、これは前者の話ほど知られてはいないが、やはり語られている。 それによると、ナルキッソスには双子の姉妹がおり、容姿はあらゆる点で全く同じで、髪型も等しく、同じような衣服を身にまとい、狩りにも一緒に出かけていたという。
Νάρκισσον δὲ ἐρασθῆναι τῆς ἀδελφῆς, καὶ ὡς ἀπέθανεν ἡ παῖς, φοιτῶντα ἐπὶ τὴν πηγὴν συνιέναι μὲν ὅτι τὴν ἑαυτοῦ σκιὰν ἑώρα, εἶναι δέ οἱ καὶ συνιέντι ῥᾳστώνην τοῦ ἔρωτος ἅτε οὐχ ἑαυτοῦ σκιὰν δοξάζοντι ἀλλὰ εἰκόνα ὁρᾶν τῆς ἀδελφῆς.
ナルキッソスはその姉妹を愛しており、彼女が亡くなった後、泉のところに通っては、見ているのが自分自身の影であることは理解しつつも、理解してはいても、それが自分の影ではなく姉妹の姿を見ているのだと思い込むことで、彼の愛にとっては慰めとなったのだという。
§9.31.9νάρκισσον δὲ ἄνθος ἡ γῆ καὶ πρότερον ἔφυεν ἐμοὶ δοκεῖν, εἰ τοῖς Πάμφω τεκμαίρεσθαι χρή τι ἡμᾶς ἔπεσι·
しかし、ナルキッソスという花は、私に言わせれば、それ以前から大地に生えていたと思われる。
γεγονὼς γὰρ πολλοῖς πρότερον ἔτεσιν ἢ Νάρκισσος ὁ Θεσπιεὺς Κόρην τὴν Δήμητρός φησιν ἁρπασθῆναι παίζουσαν καὶ ἄνθη συλλέγουσαν, ἁρπασθῆναι δὲ οὐκ ἴοις ἀπατηθεῖσαν ἀλλὰ ναρκίσσοις.
もし私たちがパンポスの詩から何らかの判断を下すことができるならば、テスピアイのナルキッソスより何年も前に生まれた彼(パンポス)は、デメテルの娘(コレー)が遊んで花を摘んでいる最中に連れ去られたが、彼女が騙されて捕らえられたのはスミレによってではなく、水仙(ナルキッソス)によってであったと語っているからである。