§9.31.1καὶ Ἀρσινόης ἐστὶν ἐν Ἑλικῶνι εἰκών, ἣν Πτολεμαῖος ἔγημεν ἀδελφὸς ὤν.
在赫利孔山还有阿尔西诺伊的像,她是其兄弟托勒密所娶的。
τὴν δὲ Ἀρσινόην στρουθὸς φέρει χαλκῆ τῶν ἀπτήνων· πτερὰ μέν γε καὶ αὗται κατὰ ταὐτὰ ταῖς ἄλλαις φύουσιν, ὑπὸ δὲ βάρους καὶ διὰ μέγεθος οὐχ οἷά τέ ἐστιν ἀνέχειν σφᾶς ἐς τὸν ἀέρα τὰ πτερά.
青铜制的无翼鸵鸟载着阿尔西诺伊;事实上,它们也像其他鸟类一样长着羽翼,但由于体重和体型庞大,羽翼无法将它们支撑在空中。
§9.31.2ἐνταῦθα καὶ Τηλέφῳ τῷ Ἡρακλέους γάλα ἐστὶν ἔλαφος παιδὶ μικρῷ διδοῦσα καὶ βοῦς τε παρʼ αὐτὸν καὶ ἄγαλμα Πριάπου θέας ἄξιον.
在这里,还有一只牝鹿给赫拉克勒斯的小儿子忒勒福斯喂奶,它身边有一头公牛,以及一尊值得一看的普里阿普斯雕像。
τούτῳ τιμαὶ τῷ θεῷ δέδονται μὲν καὶ ἄλλως, ἔνθα εἰσὶν αἰγῶν νομαὶ καὶ προβάτων ἢ καὶ ἑσμοὶ μελισσῶν· Λαμψακηνοὶ δὲ ἐς πλέον ἢ θεοὺς τοὺς ἄλλους νομίζουσι, Διονύσου τε αὐτὸν παῖδα εἶναι καὶ Ἀφροδίτης λέγοντες.
无论在何处,只要有山羊和绵羊的牧场,或是有成群的蜜蜂,这位神明也会在其他方面受到尊崇;但兰普萨科斯人对他的尊崇甚至超过了其他神明,称他是狄奥尼索斯和阿佛洛狄忒之子。
§9.31.3ἐν δὲ τῷ Ἑλικῶνι καὶ ἄλλοι τρίποδες κεῖνται καὶ ἀρχαιότατος, ὃν ἐν Χαλκίδι λαβεῖν τῇ ἐπʼ Εὐρίπῳ λέγουσιν Ἡσίοδον νικήσαντα ᾠδῇ.
在赫利孔山上还放着其他的三脚鼎,其中最古老的一个,据说是赫西俄德在靠近欧里普斯的哈尔基斯因诗歌获胜而得到的。
περιοικοῦσι δὲ καὶ ἄνδρες τὸ ἄλσος, καὶ ἑορτήν τε ἐνταῦθα οἱ Θεσπιεῖς καὶ ἀγῶνα ἄγουσι Μουσεῖα· ἄγουσι δὲ καὶ τῷ Ἔρωτι, ἆθλα οὐ μουσικῆς μόνον ἀλλὰ καὶ ἀθληταῖς τιθέντες.
人们也居住在这座圣林周围,忒斯庇哀人在那里举办节日和名为“缪斯祭”的竞技会;他们也为厄洛斯举办竞技会,不仅为音乐也为体育竞技者设置奖项。
ἐπαναβάντι δὲ στάδια ἀπὸ τοῦ ἄλσους τούτου ὡς εἴκοσιν ἔστιν ἡ τοῦ Ἵππου καλουμένη κρήνη· ταύτην τὸν Βελλεροφόντου ποιῆσαί φασιν ἵππον ἐπιψαύσαντα ὁπλῇ τῆς γῆς.
从这座圣林往上走大约二十斯塔迪翁,有被称为“马泉”的泉水;他们说这是贝勒罗丰的马用蹄子触碰地面而形成的。
§9.31.4Βοιωτῶν δὲ οἱ περὶ τὸν Ἑλικῶνα οἰκοῦντες παρειλημμένα δόξῃ λέγουσιν ὡς ἄλλο Ἡσίοδος ποιήσειεν οὐδὲν ἢ τὰ Ἔργα· καὶ τούτων δὲ τὸ ἐς τὰς Μούσας ἀφαιροῦσι προοίμιον, ἀρχὴν τῆς ποιήσεως εἶναι τὸ ἐς τὰς Ἔριδας λέγοντες· καί μοι μόλυβδον ἐδείκνυσαν, ἔνθα ἡ πηγή, τὰ πολλὰ ὑπὸ τοῦ χρόνου λελυμασμένον· §9.31.5ἐγγέγραπται δὲ αὐτῷ τὰ Ἔργα.
居住在赫利孔山周围的玻俄提亚人,根据相传的说法,认为赫西俄德除了《工作与时日》之外没有创作过任何其他作品;而且他们删去了其中对缪斯女神们的序言,称诗歌的开篇是关于“纷争”的那部分;他们还在泉水旁向我展示了一块铅版,其中大部分已被时间剥蚀;上面刻着《工作与时日》。
ἔστι δὲ καὶ ἑτέρα κεχωρισμένη τῆς προτέρας, ὡς πολύν τινα ἐπῶν ὁ Ἡσίοδος ἀριθμὸν ποιήσειεν, ἐς γυναῖκάς τε ᾀδόμενα καὶ ἃς μεγάλας ἐπονομάζουσιν Ἠοίας, καὶ Θεογονίαν τε καὶ ἐς τὸν μάντιν Μελάμποδα, καὶ ὡς Θησεὺς ἐς τὸν Ἅιδην ὁμοῦ Πειρίθῳ καταβαίη παραινέσεις τε Χίρωνος ἐπὶ διδασκαλίᾳ δὴ τῇ Ἀχιλλέως, καὶ ὅσα ἐπὶ Ἔργοις τε καὶ Ἡμέραις.
但还有另一种与前者不同的观点,认为赫西俄德创作了大量的诗行,包括赞美女性的诗篇、被称为《大埃俄亚》的著作、《神谱》、关于先知梅兰波斯的诗、以及忒修斯与皮里托俄斯一同下到哈得斯的内容、为教育阿喀琉斯而作的《喀戎的劝诫》,以及所有附属于《工作与时日》的内容。
οἱ δὲ αὐτοὶ οὗτοι λέγουσι καὶ ὡς μαντικὴν Ἡσίοδος διδαχθείη παρὰ Ἀκαρνάνων· καὶ ἔστιν ἔπη Μαντικά, ὁπόσα τε ἐπελεξάμεθα καὶ ἡμεῖς, καὶ ἐξηγήσεις ἐπὶ τέρασιν.
这些人还说,赫西俄德是从阿卡纳尼亚人那里学会占卜术的;此外还有《占卜诗》(我们自己也读过许多),以及对神迹的释义。
§9.31.6ἐναντία δὲ καὶ ἐς τοῦ Ἡσιόδου τὴν τελευτήν ἐστιν εἰρημένα.
关于赫西俄德之死,也有截然相反的说法。
ὅτι μὲν γὰρ οἱ παῖδες τοῦ Γανύκτορος Κτίμενος καὶ Ἄντιφος ἔφυγον ἐς Μολυκρίαν ἐκ Ναυπάκτου διὰ τοῦ Ἡσιόδου τὸν φόνον καὶ αὐτόθι ἀσεβήσασιν ἐς Ποσειδῶνα ἐγένετο σφίσιν ἡ δίκη, τάδε μὲν καὶ οἱ πάντες κατὰ ταὐτὰ εἰρήκασι· τὴν δὲ ἀδελφὴν τῶν νεανίσκων οἱ μὲν ἄλλου τού φασιν αἰσχύναντος Ἡσίοδον λαβεῖν οὐκ ἀληθῆ τὴν τοῦ ἀδικήματος δόξαν, οἱ δὲ ἐκείνου γενέσθαι τὸ ἔργον.
加尼克托尔的儿子们克提墨诺斯和安提福斯,因谋杀赫西俄德而从纳乌帕克托斯逃往莫利克里亚,并因对波塞冬不敬而在该地受到惩罚,对此所有人都有相同的说法;但关于这几个年轻人的姐妹,有人说是其他人玷污了她,赫西俄德只是承担了不实的罪名,另一些人则说这确实是赫西俄德所为。
τὰ μὲν δὴ ἐς Ἡσίοδον καὶ αὐτὸν καὶ ἐς τὰ ἔπη διάφορα ἐπὶ τοσοῦτο εἴρηται·
关于赫西俄德本人及其诗作的分歧,便被谈论到这种程度。
§9.31.7ἐπὶ δὲ ἄκρᾳ τῇ κορυφῇ τοῦ Ἑλικῶνος ποταμὸς οὐ μέγας ἐστὶν ὁ Λάμος.
在赫利孔山的最高峰上有一条不大的河流叫拉摩斯。
Θεσπιέων δὲ ἐν τῇ γῇ Δονακών ἐστιν ὀνομαζόμενος· ἐνταῦθά ἐστι Ναρκίσσου πηγή, καὶ τὸν Νάρκισσον ἰδεῖν ἐς τοῦτο τὸ ὕδωρ φασίν, οὐ συνέντα δὲ ὅτι ἑώρα σκιὰν τὴν ἑαυτοῦ λαθεῖν τε αὐτὸν ἐρασθέντα αὑτοῦ καὶ ὑπὸ τοῦ ἔρωτος ἐπὶ τῇ πηγῇ οἱ συμβῆναι τὴν τελευτήν.
而在忒斯庇哀人的领地内,有一个叫多纳孔的地方;那里有纳索斯的泉水,他们说纳索斯朝这水里看去,由于没有意识到他看到的是自己的影子,便在不知不觉中爱上了自己,并且因为这份爱,他在泉水旁迎来了生命的终结。
τοῦτο μὲν δὴ παντάπασιν εὔηθες, ἡλικίας ἤδη τινὰ ἐς τοσοῦτο ἥκοντα ὡς ὑπὸ ἔρωτος ἁλίσκεσθαι μηδὲ ὁποῖόν τι ἄνθρωπος καὶ ὁποῖόν τι ἀνθρώπου σκιὰ διαγνῶναι· §9.31.8ἔχει δὲ καὶ ἕτερος ἐς αὐτὸν λόγος, ἧσσον μὲν τοῦ προτέρου γνώριμος, λεγόμενος δὲ καὶ οὗτος, ἀδελφὴν γενέσθαι Ναρκίσσῳ δίδυμον, τά τε ἄλλα ἐς ἅπαν ὅμοιον τὸ εἶδος καὶ ἀμφοτέροις ὡσαύτως κόμην εἶναι καὶ ἐσθῆτα ἐοικυῖαν αὐτοὺς ἐνδύεσθαι καὶ δὴ καὶ ἐπὶ θήραν ἰέναι μετὰ ἀλλήλων· Νάρκισσον δὲ ἐρασθῆναι τῆς ἀδελφῆς, καὶ ὡς ἀπέθανεν ἡ παῖς, φοιτῶντα ἐπὶ τὴν πηγὴν συνιέναι μὲν ὅτι τὴν ἑαυτοῦ σκιὰν ἑώρα, εἶναι δέ οἱ καὶ συνιέντι ῥᾳστώνην τοῦ ἔρωτος ἅτε οὐχ ἑαυτοῦ σκιὰν δοξάζοντι ἀλλὰ εἰκόνα ὁρᾶν τῆς ἀδελφῆς.
这确实是极其愚蠢的,一个已经到了能被爱欲俘虏的年纪的人,竟然无法分辨人是什么样、人的影子又是什么样;但关于他还有另一种说法,虽不如前一种广为人知,但这个故事也流传着:纳索斯有一个双胞胎姐妹,她在其他方面与他拥有完全相同的样貌,两人都留着相似的头发,穿着相似的衣服,甚至还一起去打猎;纳索斯爱上了他的姐妹,当女孩死去后,他常去泉水边,虽然他明白自己看到的是自己的影子,但即使明白这一点,这也带给他爱欲的慰藉,因为他想象自己看到的不是自己的影子,而是他姐妹的化身。
§9.31.9νάρκισσον δὲ ἄνθος ἡ γῆ καὶ πρότερον ἔφυεν ἐμοὶ δοκεῖν, εἰ τοῖς Πάμφω τεκμαίρεσθαι χρή τι ἡμᾶς ἔπεσι· γεγονὼς γὰρ πολλοῖς πρότερον ἔτεσιν ἢ Νάρκισσος ὁ Θεσπιεὺς Κόρην τὴν Δήμητρός φησιν ἁρπασθῆναι παίζουσαν καὶ ἄνθη συλλέγουσαν, ἁρπασθῆναι δὲ οὐκ ἴοις ἀπατηθεῖσαν ἀλλὰ ναρκίσσοις.
但在我看来,纳索斯这种花在更早的时候便已由大地孕育,如果我们必须用潘福斯的诗作来推断的话;因为他比忒斯庇哀的纳索斯早生许多年,他说得墨忒耳的女儿科瑞是在玩耍和采花时被拐走的,而她被骗拐并非因为紫罗兰,而是因为水仙花。