Humanitext Reader

パウサニアス · ギリシア案内記 §9.30.7-9.30.12

オルフェウスの墓とリベトラの滅亡

397 / 465 箇所 · ギリシア語

要旨

パウサニアスは、マケドニアのディオンにあるオルフェウスの墓と、地下を流れるヘリコン川(バピュラス川)の奇妙な性質、およびリベトラの町がオルフェウスの骨の露出に伴う神託の通りにスュス川の氾濫で滅びた伝説を伝え、さらにオルフェウスの讃歌の簡潔さとその高い神聖さについて語る。

§9.30.7Μακεδόνων δὲ οἱ χώραν τὴν ὑπὸ τὸ ὄρος τὴν Πιερίαν ἔχοντες καὶ πόλιν Δῖον, φασὶν ὑπὸ τῶν γυναικῶν γενέσθαι τὴν τελευτὴν ἐνταῦθα τῷ Ὀρφεῖ·
マケドニア人のうち、ピエリア山のふもとの地とディオンの町を領有する人々は、オルフェウスの最期が当地で女たちによってもたらされたと主張している。
ἰόντι δὲ ἐκ Δίου τὴν ἐπὶ τὸ ὄρος καὶ στάδια προεληλυθότι εἴκοσι κίων τέ ἐστιν ἐν δεξιᾷ καὶ ἐπίθημα ἐπὶ τῷ κίονι ὑδρία λίθου, ἔχει δὲ τὰ ὀστᾶ τοῦ Ὀρφέως ἡ ὑδρία, καθὰ οἱ ἐπιχώριοι λέγουσι.
ディオンから山へ向かう道を進み、20スタディオンばかり進んだ者の右手には、一本の柱があり、柱の上には石の壺が置かれている。 そして地元の住民が言うには、その壺の中にオルフェウスの骨が収められている。
§9.30.8ῥεῖ δὲ καὶ ποταμὸς Ἑλικών·
ヘリコンという川も流れている。
ἄχρι σταδίων ἑβδομήκοντα πέντε προελθόντι τὸ ῥεῦμα ἀφανίζεται τὸ ἀπὸ τούτου κατὰ τῆς γῆς·
75スタディオン進んだところで、この川の流れは地中へと消え去る。
διαλιπὸν δὲ μάλιστα δύο καὶ εἴκοσι στάδια ἄνεισι τὸ ὕδωρ αὖθις, καὶ ὄνομα Βαφύρας ἀντὶ Ἑλικῶνος λαβὼν κάτεισιν ἐς θάλασσαν ναυσίπορος.
およそ22スタディオンの間隔を置いて、その水は再び地上に現れ、ヘリコンの代わりにバピュラスという名を得て、船の航行可能な川となって海へと流れ下る。
τοῦτον οἱ Διασταὶ τὸν ποταμὸν ἐπιρρεῖν διὰ παντὸς τῇ γῇ τὰ ἐξ ἀρχῆς φασι·
ディオンの人々はこの川について、最初は全行程を地上を流れていたと言っている。
τὰς γυναῖκας δὲ αἳ τὸν Ὀρφέα ἀπέκτειναν ἐναπονίψασθαί οἱ θελῆσαι τὸ αἷμα, καταδῦναί τε ἐπὶ τούτῳ τὸν ποταμὸν ἐς τὴν γῆν, ἵνα δὴ μὴ τοῦ φόνου καθάρσια τὸ ὕδωρ παράσχηται.
しかしオルフェウスを殺害した女たちが、この川で血を洗い流そうとしたため、川はこれに対して、水が殺人のための浄めを提供することが決してないようにと、地中へと潜り込んだのだという。
§9.30.9ἤκουσα δὲ καὶ ἄλλον ἐν Λαρίσῃ λόγον, ὡς ἐν τῷ Ὀλύμπῳ.
私はラリサで別の話も聞いた。
πόλις οἰκοῖτο Λίβηθρα, ᾗ ἐπὶ Μακεδονίας τέτραπται τὸ ὄρος, καὶ εἶναι οὐ πόρρω τῆς πόλεως τὸ τοῦ Ὀρφέως μνῆμα·
それによると、オリンポス山の、山がマケドニア側に向いているところに、リベトラという町があり、その町から遠くないところにオルフェウスの墓があるという。
ἀφικέσθαι δὲ τοῖς Λιβηθρίοις παρὰ τοῦ Διονύσου μάντευμα ἐκ Θρᾴκης, ἐπειδὰν ἴδῃ τὰ ὀστᾶ τοῦ Ὀρφέως ἥλιος, τηνικαῦτα ὑπὸ συὸς ἀπολεῖσθαι Λιβηθρίοις τὴν πόλιν.
そしてリベトラの人々のもとに、トラキアからディオニュソスによる神託がもたらされた。 「太陽がオルフェウスの骨を見るとき、そのとき、リベトラの人々にとって町は豚によって滅ぼされるであろう」と。
οἱ μὲν διʼ οὐ πολλῆς φροντίδος ἐποιοῦντο τὸν χρησμόν, οὐδὲ ἄλλο τι θηρίον οὕτω μέγα καὶ ἄλκιμον ἔσεσθαι νομίζοντες ὡς ἑλεῖν σφισι τὴν πόλιν, συὶ δὲ θρασύτητος μετεῖναι μᾶλλον ἢ ἰσχύος.
彼らはこの神託をあまり気に留めなかった。 自分たちの町を占領するほど大きく勇敢な獣が他にあるとは思わず、豚にあるのは力ではなくむしろ無謀さだけだと考えていたからである。
§9.30.10ἐπεὶ δὲ ἐδόκει τῷ θεῷ, συνέβαινέ σφισι τοιάδε.
しかし神の意図するところとなったとき、彼らに次のようなことが起こった。
ποιμὴν περὶ μεσοῦσαν μάλιστα τὴν ἡμέραν ἐπικλίνων αὑτὸν πρὸς τοῦ Ὀρφέως τὸν τάφον, ὁ μὲν ἐκάθευδεν ὁ ποιμήν, ἐπῄει δέ οἱ καὶ καθεύδοντι ἔπη τε ᾄδειν τῶν Ὀρφέως καὶ μέγα καὶ ἡδὺ φωνεῖν.
ほぼ真昼の頃、一人の羊飼いがオルフェウスの墓に身を寄りかからせていたが、この羊飼いは眠ってしまい、眠っている間にも、オルフェウスの詩行を歌い、大きく美しい声で発声するようになった。
οἱ οὖν ἐγγύτατα νέμοντες ἢ καὶ ἀροῦντες ἕκαστοι τὰ ἔργα ἀπολείποντες ἠθροίζοντο ἐπὶ τοῦ ποιμένος τὴν ἐν τῷ ὕπνῳ ᾠδήν·
そのため、最も近くで放牧をしていた者や、あるいは耕作をしていた者たちが、それぞれ仕事を放り出して、眠る羊飼いの歌を聞くために集まってきた。
καί ποτε ὠθοῦντες ἀλλήλους καὶ ἐρίζοντες ὅστις ἐγγύτατα ἔσται τῷ ποιμένι ἀνατρέπουσι τὸν κίονα, καὶ κατεάγη τε ἀπʼ αὐτοῦ πεσοῦσα ἡ θήκη καὶ εἶδεν ἥλιος ὅ τι ἦν τῶν ὀστῶν τοῦ Ὀρφέως λοιπόν.
そしてあるとき、彼らが互いに押し合い、誰が羊飼いに最も近づくかを争ううちに、その柱をひっくり返してしまった。 その結果、柱から落ちた容器が壊れ、オルフェウスの骨の残存物を太陽が見ることになった。
§9.30.11αὐτίκα δὲ ἐν τῇ ἐπερχομένῃ νυκτὶ ὅ τε θεὸς κατέχει πολὺ ἐκ τοῦ οὐρανοῦ τὸ ὕδωρ καὶ ὁ ποταμὸς ὁ Σῦς—τῶν δὲ περὶ τὸν Ὄλυμπον χειμάρρων καὶ ὁ Σῦς ἐστι—, τότε οὖν οὗτος ὁ ποταμὸς κατέβαλε μὲν τὰ τείχη Λιβηθρίοις, θεῶν δὲ ἱερὰ καὶ οἴκους ἀνέτρεψεν ἀνθρώπων, ἀπέπνιξε δὲ τούς τε ἀνθρώπους καὶ τὰ ἐν τῇ πόλει ζῷα ὁμοίως τὰ πάντα.
すると直後の夜に、神は天から大量の雨を降らせ、スュス川(オリンポス山周辺の急流の一つにスュス川がある)が、その時まさにリベトラの人々の城壁をなぎ倒し、神々の神殿や人々の家々を覆し、人間も町の中の動物も同様にすべてを溺死させた。
ἀπολλυμένων δὲ ἤδη Λιβηθρίων, οὕτως οἱ ἐν Δίῳ Μακεδόνες κατά γε τὸν λόγον τοῦ Λαρισαίου ξένου ἐς τὴν ἑαυτῶν τὰ ὀστᾶ κομίζουσι τοῦ Ὀρφέως.
リベトラの人々がこのようにして滅び去った後、ラリサの異邦人の話によれば、ディオンのマケドニア人たちがオルフェウスの骨を自分たちの土地へと移したのである。
§9.30.12ὅστις δὲ περὶ ποιήσεως ἐπολυπραγμόνησεν ἤδη, τοὺς Ὀρφέως ὕμνους οἶδεν ὄντας ἕκαστόν τε αὐτῶν ἐπὶ βραχύτατον καὶ τὸ σύμπαν οὐκ ἐς ἀριθμὸν πολὺν πεποιημένους·
詩作についてすでに深く探究した者なら誰でも、オルフェウスの讃歌が、その一つ一つは極めて短く、全体としてもそれほど多くの数には作られていないことを知っている。
Λυκομίδαι δὲ ἴσασί τε καὶ ἐπᾴδουσι τοῖς δρωμένοις.
リュコミダイの人々はこれらを知っており、儀式の際にそれらを歌う。
κόσμῳ μὲν δὴ τῶν ἐπῶν δευτερεῖα φέροιντο ἂν μετά γε Ὁμήρου τοὺς ὕμνους, τιμῆς δὲ ἐκ τοῦ θείου καὶ ἐς πλέον ἐκείνων ἥκουσι.
詩行の美しさにおいては、ホメロスの讃歌に次いで第二位を占めるかもしれないが、神から授かった尊さにおいては、ホメロスの讃歌よりもさらに高い地位に達している。

語釈・文法注

  1. 9.30.7ἰόντι — 与格分詞 `ἰόντι`(および `προεληλυθότι`)は、道案内の叙述において「(誰かが)進んで行くと〜がある」という位置関係や視点を示す「関与の与格」として機能している。
  2. 9.30.8ἐναπονίψασθαί οἱ — 代名詞 `οἱ` は与格で、先行する川(ヘリコン川)を指す。「川(の水)の中で彼の血を洗い落とす」の意。不定詞 `ἐναπονίψασθαι` と `καταδῦναι` は、前文の `φασί` に支配された間接話法の対格不定詞構文(AcI)の一部。
  3. 9.30.9ἀπολεῖσθαι — 自動詞(受動的意味)`ἀπόλλυμαι` の未来不定詞で、神託の内容を表す間接話法の不定詞。条件節 `ἐπειδὰν ἴδῃ`(接続法アオリスト)に対する帰結節の主動詞(直説法未来 `ἀπολεῖται`)が、神託を表す名詞 `μάντευμα` に同格として導かれる不定詞句(AcI)になったもの。
  4. 9.30.12φέροιντο ἂν — 希求法現在(中動)`φέροιντο` に小辞 `ἄν` が伴う潜在希求法で、「(もし比較するなら)第二位を獲得するであろう」という、控えめな主張や可能性を表す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §9.30.7-9.30.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.30.7-9.30.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。