§9.29.1ταῦτα μὲν δὴ ἔχοντά ἐστιν οὕτω, θῦσαι δὲ ἐν Ἑλικῶνι Μούσαις πρώτους καὶ ἐπονομάσαι τὸ ὄρος ἱερὸν εἶναι Μουσῶν Ἐφιάλτην καὶ Ὦτον λέγουσιν, οἰκίσαι δὲ αὐτοὺς καὶ Ἄσκρην·
これらのことは確かにこのようになっているが、ヘリコン山で最初にミューズたちに犠牲を捧げ、この山をミューズたちに神聖なものであると名づけたのはエフィアルテスとオトスであると人々は言っている。 また、彼らがアスクレをも創建したと言う。
καὶ δὴ καὶ Ἡγησίνους ἐπὶ τῷδε ἐν τῇ Ἀτθίδι ἐποίησεν,
"
Ἄσκρῃ δʼ αὖ παρέλεκτο Ποσειδάων ἐνοσίχθων,
ἣ δή οἱ τέκε παῖδα περιπλομένων ἐνιαυτῶν
Οἴοκλον, ὃς πρῶτος μετʼ Ἀλωέος ἔκτισε παίδων
Ἄσκρην, ἥ θʼ Ἑλικῶνος ἔχει πόδα πιδακόεντα. "
そして、ヘゲシヌスもこれについて『アッティカ記』の中で次のように詠んだ。 "アスクレにはまた、大地を揺るがすポセイドンが添い臥し、彼女は彼に、年が巡るうちに、オイオクロスを産んだ。 彼は、アロエウスの子らとともに最初にアスクレを創建した。 その町は泉に富むヘリコンの麓を占めている。
§9.29.2ταύτην τοῦ Ἡγησίνου τὴν ποίησιν οὐκ ἐπελεξάμην, ἀλλὰ πρότερον ἄρα ἐκλελοιπυῖα ἦν πρὶν ἢ ἐμέ γενέσθαι·
"このヘゲシヌスの詩を私は読まなかった。 なぜなら、私が生まれるより前にすでに散逸していたからである。
Κάλλιππος δὲ Κορίνθιος ἐν τῇ ἐς Ὀρχομενίους συγγραφῇ μαρτύρια ποιεῖται τῷ λόγῳ τὰ Ἡγησίνου ἔπη, ὡσαύτως δὲ καὶ ἡμεῖς πεποιήμεθα παρʼ αὐτοῦ Καλλίππου διδαχθέντες.
しかし、コリントス人のカリッポスは『オルコメノス人伝』において、自身の主張の証拠としてヘゲシヌスの詩行を挙げており、私たちも同様に、そのカリッポス自身から教えられたことによって、そう述べている。
Ἄσκρης μὲν δὴ πύργος εἷς ἐπʼ ἐμοῦ καὶ ἄλλο οὐδὲν ἐλείπετο ἐς μνήμην, οἱ δὲ τοῦ Ἀλωέως παῖδες ἀριθμόν τε Μούσας ἐνόμισαν εἶναι τρεῖς καὶ ὀνόματα αὐταῖς ἔθεντο Μελέτην καὶ Μνήμην καὶ Ἀοιδήν.
アスクレの記念としては、私の時代には1つの塔しか残されていなかった。 アロエウスの子らはミューズたちの数を3柱と考え、彼女らにメレテ、ムネメ、アオイデという名を与えた。
§9.29.3χρόνῳ δὲ ὕστερόν φασι Πίερον Μακεδόνα, ἀφʼ οὗ καὶ Μακεδόσιν ὠνόμασται τὸ ὄρος, τοῦτον ἐλθόντα ἐς Θεσπιὰς ἐννέα τε Μούσας καταστήσασθαι καὶ τὰ ὀνόματα τὰ νῦν μεταθέσθαι σφίσι.
のちの時代に、マケドニア人のピエロス(マケドニア人においてその山が名づけられたのも彼にちなむ)がテスピアイに来て、9柱のミューズを制定し、彼女らの名前を現在のものに改めたと言われている。
ταῦτα δὲ ἐνόμιζεν οὕτως ὁ Πίερος ἢ σοφώτερά οἱ εἶναι φανέντα ἢ κατά τι μάντευμα ἢ παρά του διδαχθεὶς τῶν Θρᾳκῶν·
ピエロスがこのように考えたのは、これが彼により賢明に思われたからか、あるいは何らかの神託によるか、あるいはトラキア人の誰かから教えられたからである。
δεξιώτερον γὰρ τά τε ἄλλα ἐδόκει τοῦ Μακεδονικοῦ τὸ ἔθνος εἶναι πάλαι τὸ Θρᾴκιον καὶ οὐχ ὁμοίως ἐς τὰ θεῖα ὀλίγωρον.
というのも、古代においてトラキアの民族は他の点でもマケドニアの民族より知的であり、神事に対しても同様に不注意ではなかったと思われていたからである。
§9.29.4εἰσὶ δʼ οἳ καὶ αὐτῷ θυγατέρας ἐννέα Πιέρῳ γενέσθαι λέγουσι καὶ τὰ ὀνόματα ἅπερ ταῖς θεαῖς τεθῆναι καὶ ταύταις, καὶ ὅσοι Μουσῶν παῖδες ἐκλήθησαν ὑπὸ Ἑλλήνων, θυγατριδοῦς εἶναι σφᾶς Πιέρου·
また、ピエロス自身に9人の娘が生まれ、彼女らにも女神たちに与えられたのと同じ名前が付けられたのだと言う人々もいる。 そして、ギリシア人によってミューズたちの子と呼ばれたすべての人々は、ピエロスの娘たちの息子たちであるという。
Μίμνερμος δέ, ἐλεγεῖα ἐς τὴν μάχην ποιήσας τὴν Σμυρναίων πρὸς Γύγην τε καὶ Λυδούς, φησὶν ἐν τῷ προοιμίῳ θυγατέρας Οὐρανοῦ τὰς ἀρχαιοτέρας Μούσας, τούτων δὲ ἄλλας νεωτέρας εἶναι Διὸς παῖδας.
しかし、スミュルナ人とギュゲスおよびリュディア人との戦いについての哀歌を作ったミムネルモスは、その序言の中で、より古いミューズたちはウラノスの娘たちであり、これらとは別の若いミューズたちはゼウスの子らであると言っている。
§9.29.5ἐν Ἑλικῶνι δὲ πρὸς τὸ ἄλσος ἰόντι τῶν Μουσῶν ἐν ἀριστερᾷ μὲν ἡ Ἀγανίππη πηγή —θυγατέρα δὲ εἶναι τὴν Ἀγανίππην τοῦ Τερμησσοῦ λέγουσι, ῥεῖ δὲ καὶ οὗτος ὁ Τερμησσὸς περὶ τὸν Ἑλικῶνα—, τὴν δὲ εὐθεῖαν ἐρχομένῳ πρὸς τὸ ἄλσος ἔστιν εἰκὼν Εὐφήμης ἐπειργασμένη λίθῳ·
ヘリコン山において、ミューズたちの神聖な森へ行く途中の左側には、アガニッペの泉がある。 アガニッペはテルメッソスの娘であると言われており、このテルメッソス川もヘリコンの周囲を流れている。 神聖な森へ向かってまっすぐ進む者には、石に刻まれたエウペメの像がある。
τροφὸν δὲ εἶναι τὴν Εὐφήμην λέγουσι τῶν Μουσῶν.
エウペメはミューズたちの乳母であったと言われている。
§9.29.6ταύτης τε οὖν εἰκὼν καὶ μετʼ αὐτὴν Λίνος ἐστὶν ἐν πέτρᾳ μικρᾷ σπηλαίου τρόπον εἰργασμένῃ·
したがって、この彼女の像があり、その次には洞窟の形に加工された小さな岩の中にリノスがいる。
τούτῳ κατὰ ἔτος ἕκαστον πρὸ τῆς θυσίας τῶν Μουσῶν ἐναγίζουσι.
このリノスに対して、毎年ミューズたちへの犠牲の前に、追悼の儀式を捧げる。
λέγεται δὲ ὡς ὁ Λίνος οὗτος παῖς μὲν Οὐρανίας εἴη καὶ Ἀμφιμάρου τοῦ Ποσειδῶνος, μεγίστην δὲ τῶν τε ἐφʼ αὑτοῦ καὶ ὅσοι πρότερον ἐγένοντο λάβοι δόξαν ἐπὶ μουσικῇ, καὶ ὡς Ἀπόλλων ἀποκτείνειεν αὐτὸν ἐξισούμενον κατὰ τὴν ᾠδήν.
このリノスはウラニアとポセイドンの子アンピマロスの子であり、同時代およびそれ以前のすべての人々の中で音楽において最大の評判を得たが、歌において彼に肩を並ぜたためにアポロンが彼を殺したと言われている。
§9.29.7ἀποθανόντος δὲ τοῦ Λίνου τὸ ἐπʼ αὐτῷ πένθος διῆλθεν ἄρα καὶ ἄχρι τῆς βαρβάρου πάσης, ὡς καὶ Αἰγυπτίοις ᾆσμα γενέσθαι Λίνον·
リノスが死ぬと、彼に対する哀悼はあらゆる異民族の間にまで広まり、エジプト人にもリノスの歌が生まれたほどであった。
καλοῦσι δὲ τὸ ᾆσμα Αἰγύπτιοι τῇ ἐπιχωρίῳ φωνῇ Μανέρων.
エジプト人はこの歌を現地の言葉で「マネロン」と呼んでいる。
οἱ δὲ Ἕλλησιν ἔπη ποιήσαντες, Ὅμηρος μέν, ἅτε ᾆσμα Ἕλλησιν ὂν ἐπιστάμενος τοῦ Λίνου τὰ παθήματα, ἐπὶ τοῦ Ἀχιλλέως ἔφη τῇ ἀσπίδι ἄλλα τε ἐργάσασθαι τὸν Ἥφαιστον καὶ κιθαρῳδὸν παῖδα ᾄδοντα τὰ ἐς Λίνον·
ギリシア人で詩を作った者たちのうち、ホメロスは、リノスの受難の歌がギリシア人にあることを知っていたので、アキレウスの盾について、ヘパイストスが他のものとともに、リノスの歌を歌う竪琴弾きの少年を作り出したと語った。
"
τοῖσι δʼ ἐνὶ μέσσοισι πάις φόρμιγγι λιγείῃ
ἱμερόεν κιθάριζε, Λίνον δʼ ὑπὸ καλὸν ἄειδεν· "
"彼らの真ん中で、少年が澄んだ音の竪琴で心地よく奏で、リノスの美しい歌を歌っていた。
§9.29.8Πάμφως δέ, ὃς Ἀθηναίοις τῶν ὕμνων ἐποίησε τοὺς ἀρχαιοτάτους, οὗτος ἀκμάζοντος ἐπὶ τῷ Λίνῳ τοῦ πένθους Οἰτόλινον ἐκάλεσεν αὐτόν.
"アテナイ人のために最も古い讃歌を作ったパンポスは、リノスへの哀悼が最高潮に達した時に、彼をオイトリノスと呼んだ。
Σαπφὼ δὲ ἡ Λεσβία τοῦ Οἰτολίνου τὸ ὄνομα ἐκ τῶν ἐπῶν τῶν Πάμφω μαθοῦσα Ἄδωνιν ὁμοῦ καὶ Οἰτόλινον ᾖσεν.
レスボスのサッポーは、パンポスの詩からオイトリノスの名を学び、アドニスとオイトリノスを共に歌った。
Θηβαῖοι δὲ λέγουσι παρὰ σφίσι ταφῆναι τὸν Λίνον, καὶ ὡς μετὰ τὸ πταῖσμα τὸ ἐν Χαιρωνείᾳ τὸ Ἑλληνικὸν Φίλιππος ὁ Ἀμύντου κατὰ δή τινα ὄψιν ὀνείρατος τὰ ὀστᾶ ἀνελόμενος τοῦ Λίνου κομίσειεν ἐς Μακεδονίαν·
テーバイ人たちは、リノスは彼らのところに葬られたと言っており、カイロネイアでのギリシア人の敗北の後、アミュンタスの子フィリッポスが、ある夢のお告げに従ってリノスの骨を拾い上げ、マケドニアへと運んだと言っている。
§9.29.9ἐκεῖνον μὲν δὴ αὖθις ἐξ ἐνυπνίων ἄλλων ὀπίσω τοῦ Λίνου τὰ ὀστᾶ ἐς Θήβας ἀποστεῖλαι, τὰ δὲ ἐπιθήματα τοῦ τάφου, καὶ ὅσα σημεῖα ἄλλα ἦν, ἀνὰ χρόνον φασὶν ἀφανισθῆναι.
フィリッポスは別の夢のせいで再びリノスの骨をテーバイへ送り戻したが、墓の覆い蓋や他のいかなる目印も、時が経つにつれて消え去ったと言われている。
λέγεται δὲ καὶ ἄλλα τοιάδε ὑπὸ Θηβαίων, ὡς τοῦ Λίνου τούτου γένοιτο ὕστερον ἕτερος Λίνος καλούμενος Ἰσμηνίου καὶ ὡς Ἡρακλῆς ἔτι παῖς ὢν ἀποκτείνειεν αὐτὸν διδάσκαλον μουσικῆς ὄντα.
またテーバイ人によって次のようなことも言われている。 このリノスの後に、イスメニオスの子と呼ばれる別のリノスが生まれ、ヘラクレスがまだ子供であった時に、音楽の教師であった彼を殺したということである。
ἔπη δὲ οὔτε ὁ Ἀμφιμάρου Λίνος οὔτε ὁ τούτου γενόμενος ὕστερον ἐποίησαν·
アニマロスの子リノスも、その後に生まれたもう一人のリノスも、詩を作らなかった。
ἢ καὶ ποιηθέντα ἐς τοὺς ἔπειτα οὐκ ἦλθεν.
あるいは、作られたとしても、後世には伝わらなかった。