§9.29.1ταῦτα μὲν δὴ ἔχοντά ἐστιν οὕτω, θῦσαι δὲ ἐν Ἑλικῶνι Μούσαις πρώτους καὶ ἐπονομάσαι τὸ ὄρος ἱερὸν εἶναι Μουσῶν Ἐφιάλτην καὶ Ὦτον λέγουσιν, οἰκίσαι δὲ αὐτοὺς καὶ Ἄσκρην·
这些事情确实是这样的。 人们说,最先在赫利孔山向缪斯祭祀并命名该山为缪斯圣地的是埃菲阿尔特斯和奥托斯,并且他们还创建了阿斯克拉。
καὶ δὴ καὶ Ἡγησίνους ἐπὶ τῷδε ἐν τῇ Ἀτθίδι ἐποίησεν,
"
Ἄσκρῃ δʼ αὖ παρέλεκτο Ποσειδάων ἐνοσίχθων,
ἣ δή οἱ τέκε παῖδα περιπλομένων ἐνιαυτῶν
Οἴοκλον, ὃς πρῶτος μετʼ Ἀλωέος ἔκτισε παίδων
Ἄσκρην, ἥ θʼ Ἑλικῶνος ἔχει πόδα πιδακόεντα. "
事实上,赫格西努斯也在他的《阿提卡志》中对此作诗道: “与阿斯克拉同寝的又是震地者波塞冬,随着岁月的流逝,她确为他生下了一个儿子奥伊奥克洛斯,他最早与阿洛乌斯的孩子们一起创建了阿斯克拉,它坐落在泉水丰沛的赫利孔山脚下。
§9.29.2ταύτην τοῦ Ἡγησίνου τὴν ποίησιν οὐκ ἐπελεξάμην, ἀλλὰ πρότερον ἄρα ἐκλελοιπυῖα ἦν πρὶν ἢ ἐμέ γενέσθαι·
” 赫格西努斯的这首诗我没有读过,因为它在我出生之前就已经失传了。
Κάλλιππος δὲ Κορίνθιος ἐν τῇ ἐς Ὀρχομενίους συγγραφῇ μαρτύρια ποιεῖται τῷ λόγῳ τὰ Ἡγησίνου ἔπη, ὡσαύτως δὲ καὶ ἡμεῖς πεποιήμεθα παρʼ αὐτοῦ Καλλίππου διδαχθέντες.
但哥林多人卡利普斯在关于奥尔霍梅诺斯人的著作中,引用了赫格西努斯的诗句作为其论述的证据,而我们同样也是在得到了卡利普斯本人的指教后做出了这样的阐述。
Ἄσκρης μὲν δὴ πύργος εἷς ἐπʼ ἐμοῦ καὶ ἄλλο οὐδὲν ἐλείπετο ἐς μνήμην, οἱ δὲ τοῦ Ἀλωέως παῖδες ἀριθμόν τε Μούσας ἐνόμισαν εἶναι τρεῖς καὶ ὀνόματα αὐταῖς ἔθεντο Μελέτην καὶ Μνήμην καὶ Ἀοιδήν.
在我的时代,阿斯克拉只剩下一座塔楼,再无其他可供纪念的东西。 阿洛乌斯的孩子们认为缪斯的数量是三位,并给她们命名为梅勒特、姆涅梅和阿奥伊德。
§9.29.3χρόνῳ δὲ ὕστερόν φασι Πίερον Μακεδόνα, ἀφʼ οὗ καὶ Μακεδόσιν ὠνόμασται τὸ ὄρος, τοῦτον ἐλθόντα ἐς Θεσπιὰς ἐννέα τε Μούσας καταστήσασθαι καὶ τὰ ὀνόματα τὰ νῦν μεταθέσθαι σφίσι.
他们说,在后来的时代,马其顿人皮埃罗斯(马其顿人那里的山也是以他命名的)来到忒斯庇艾,确立了九位缪斯,并将她们的名字改为现在的名字。
ταῦτα δὲ ἐνόμιζεν οὕτως ὁ Πίερος ἢ σοφώτερά οἱ εἶναι φανέντα ἢ κατά τι μάντευμα ἢ παρά του διδαχθεὶς τῶν Θρᾳκῶν·
皮埃罗斯之所以这样认为,或者是由于这在他看来显得更聪明,或者是根据某种神谕,或者是受到了某个色雷斯人的指教。
δεξιώτερον γὰρ τά τε ἄλλα ἐδόκει τοῦ Μακεδονικοῦ τὸ ἔθνος εἶναι πάλαι τὸ Θρᾴκιον καὶ οὐχ ὁμοίως ἐς τὰ θεῖα ὀλίγωρον.
因为在古代,色雷斯民族在其他事情上似乎比马其顿民族更聪明,而且对神圣的事物也不像后者那样疏忽。
§9.29.4εἰσὶ δʼ οἳ καὶ αὐτῷ θυγατέρας ἐννέα Πιέρῳ γενέσθαι λέγουσι καὶ τὰ ὀνόματα ἅπερ ταῖς θεαῖς τεθῆναι καὶ ταύταις, καὶ ὅσοι Μουσῶν παῖδες ἐκλήθησαν ὑπὸ Ἑλλήνων, θυγατριδοῦς εἶναι σφᾶς Πιέρου·
也有人说皮埃罗斯自己生了九个女儿,她们也被赋予了与女神相同的名字,并且凡是被希腊人称为缪斯之子的人,其实都是皮埃罗斯的外孙。
Μίμνερμος δέ, ἐλεγεῖα ἐς τὴν μάχην ποιήσας τὴν Σμυρναίων πρὸς Γύγην τε καὶ Λυδούς, φησὶν ἐν τῷ προοιμίῳ θυγατέρας Οὐρανοῦ τὰς ἀρχαιοτέρας Μούσας, τούτων δὲ ἄλλας νεωτέρας εἶναι Διὸς παῖδας.
但是,曾为士麦那人对抗吉格斯及吕底亚人的战斗创作哀歌的米姆内尔莫斯在序言中说,较古老的缪斯是乌拉诺斯的女儿,而其他较年轻的缪斯则是宙斯的孩子。
§9.29.5ἐν Ἑλικῶνι δὲ πρὸς τὸ ἄλσος ἰόντι τῶν Μουσῶν ἐν ἀριστερᾷ μὲν ἡ Ἀγανίππη πηγή —θυγατέρα δὲ εἶναι τὴν Ἀγανίππην τοῦ Τερμησσοῦ λέγουσι, ῥεῖ δὲ καὶ οὗτος ὁ Τερμησσὸς περὶ τὸν Ἑλικῶνα—, τὴν δὲ εὐθεῖαν ἐρχομένῳ πρὸς τὸ ἄλσος ἔστιν εἰκὼν Εὐφήμης ἐπειργασμένη λίθῳ· τροφὸν δὲ εἶναι τὴν Εὐφήμην λέγουσι τῶν Μουσῶν.
在赫利孔山上,在前往缪斯圣林的路上的左侧,是阿甘尼佩泉——人们说阿甘尼佩是泰尔梅索斯的女儿,而这同一条泰尔梅索斯河也环绕着赫利孔山流淌。 对于直行前往圣林的人,有一尊刻在石头上的欧斐墨像;人们说欧斐墨是缪斯们的乳母。
§9.29.6ταύτης τε οὖν εἰκὼν καὶ μετʼ αὐτὴν Λίνος ἐστὶν ἐν πέτρᾳ μικρᾷ σπηλαίου τρόπον εἰργασμένῃ·
因此这里有她的雕像,在她之后是林诺斯,位于一处被加工成洞穴形状的小岩石中。
τούτῳ κατὰ ἔτος ἕκαστον πρὸ τῆς θυσίας τῶν Μουσῶν ἐναγίζουσι.
每年在向缪斯献祭之前,人们都会向他献上祭祀亡者的礼仪。
λέγεται δὲ ὡς ὁ Λίνος οὗτος παῖς μὲν Οὐρανίας εἴη καὶ Ἀμφιμάρου τοῦ Ποσειδῶνος, μεγίστην δὲ τῶν τε ἐφʼ αὑτοῦ καὶ ὅσοι πρότερον ἐγένοντο λάβοι δόξαν ἐπὶ μουσικῇ, καὶ ὡς Ἀπόλλων ἀποκτείνειεν αὐτὸν ἐξισούμενον κατὰ τὴν ᾠδήν.
据说这个林诺斯是乌拉尼亚和波塞冬之子安菲马罗斯的儿子,他在音乐方面获得了他同代人以及所有前人中最大的声誉,并说阿波罗因为他在歌唱上与自己平起平坐而杀死了他。
§9.29.7ἀποθανόντος δὲ τοῦ Λίνου τὸ ἐπʼ αὐτῷ πένθος διῆλθεν ἄρα καὶ ἄχρι τῆς βαρβάρου πάσης, ὡς καὶ Αἰγυπτίοις ᾆσμα γενέσθαι Λίνον· καλοῦσι δὲ τὸ ᾆσμα Αἰγύπτιοι τῇ ἐπιχωρίῳ φωνῇ Μανέρων.
林诺斯死后,对他的哀悼甚至传遍了所有的蛮族,以至于埃及人也产生了一首林诺斯之歌;埃及人用意大利当地的语言(应指其本族语)称这首歌为“马内隆”。
οἱ δὲ Ἕλλησιν ἔπη ποιήσαντες, Ὅμηρος μέν, ἅτε ᾆσμα Ἕλλησιν ὂν ἐπιστάμενος τοῦ Λίνου τὰ παθήματα, ἐπὶ τοῦ Ἀχιλλέως ἔφη τῇ ἀσπίδι ἄλλα τε ἐργάσασθαι τὸν Ἥφαιστον καὶ κιθαρῳδὸν παῖδα ᾄδοντα τὰ ἐς Λίνον· "
τοῖσι δʼ ἐνὶ μέσσοισι πάις φόρμιγγι λιγείῃ
ἱμερόεν κιθάριζε, Λίνον δʼ ὑπὸ καλὸν ἄειδεν·
在希腊作诗的人中,荷马既然知道林诺斯的苦难之歌为希腊人所熟悉,便在描写阿喀琉斯之盾时说,赫菲斯托斯除了制作其他图案外,还制作了一个弹琴并歌唱林诺斯的少年: “在他们中间,一个少年用清脆的里拉琴弹奏着动人的乐曲,并优美地歌唱着林诺斯。
" §9.29.8Πάμφως δέ, ὃς Ἀθηναίοις τῶν ὕμνων ἐποίησε τοὺς ἀρχαιοτάτους, οὗτος ἀκμάζοντος ἐπὶ τῷ Λίνῳ τοῦ πένθους Οἰτόλινον ἐκάλεσεν αὐτόν.
” 为雅典人创作最古老赞歌的潘福斯,在对林诺斯的哀悼达到高潮时,称他为奥伊托林诺斯。
Σαπφὼ δὲ ἡ Λεσβία τοῦ Οἰτολίνου τὸ ὄνομα ἐκ τῶν ἐπῶν τῶν Πάμφω μαθοῦσα Ἄδωνιν ὁμοῦ καὶ Οἰτόλινον ᾖσεν.
而莱斯博斯岛的萨福从潘福斯的诗作中得知了奥伊托林诺斯的名字,将阿多尼斯和奥伊托林诺斯一同歌唱。
Θηβαῖοι δὲ λέγουσι παρὰ σφίσι ταφῆναι τὸν Λίνον, καὶ ὡς μετὰ τὸ πταῖσμα τὸ ἐν Χαιρωνείᾳ τὸ Ἑλληνικὸν Φίλιππος ὁ Ἀμύντου κατὰ δή τινα ὄψιν ὀνείρατος τὰ ὀστᾶ ἀνελόμενος τοῦ Λίνου κομίσειεν ἐς Μακεδονίαν·
底比斯人说,林诺斯葬在他们那里,在喀罗尼亚希腊人战败后,阿敏塔斯之子腓力根据梦中的某种启示收敛了林诺斯的骸骨,并将其带到了马其顿。
§9.29.9ἐκεῖνον μὲν δὴ αὖθις ἐξ ἐνυπνίων ἄλλων ὀπίσω τοῦ Λίνου τὰ ὀστᾶ ἐς Θήβας ἀποστεῖλαι, τὰ δὲ ἐπιθήματα τοῦ τάφου, καὶ ὅσα σημεῖα ἄλλα ἦν, ἀνὰ χρόνον φασὶν ἀφανισθῆναι.
据说他因另一些梦境,又将林诺斯的骸骨送回了底比斯,但随着时间的推移,坟墓的覆盖物以及其他任何标记都消失了。
λέγεται δὲ καὶ ἄλλα τοιάδε ὑπὸ Θηβαίων, ὡς τοῦ Λίνου τούτου γένοιτο ὕστερον ἕτερος Λίνος καλούμενος Ἰσμηνίου καὶ ὡς Ἡρακλῆς ἔτι παῖς ὢν ἀποκτείνειεν αὐτὸν διδάσκαλον μουσικῆς ὄντα.
底比斯人还说了以下这样的话:在这个林诺斯之后,又生了另一个被称为伊斯美尼奥斯之子的林诺斯,赫拉克勒斯还是个孩子的时候,杀死了作为其音乐老师的他。
ἔπη δὲ οὔτε ὁ Ἀμφιμάρου Λίνος οὔτε ὁ τούτου γενόμενος ὕστερον ἐποίησαν· ἢ καὶ ποιηθέντα ἐς τοὺς ἔπειτα οὐκ ἦλθεν.
安菲马罗斯之子林诺斯和后来的林诺斯都没有创作过诗歌;或者即使创作了,也没有流传给后世。