§9.27.1θεῶν δὲ οἱ Θεσπιεῖς τιμῶσιν Ἔρωτα μάλιστα ἐξ ἀρχῆς, καί σφισιν ἄγαλμα παλαιότατόν ἐστιν ἀργὸς λίθος.
神々のうちで、テスピアイ人が最初から最も敬っているのはエロスであり、彼らには荒削りの石からなる極めて古い像がある。
ὅστις δὲ ὁ καταστησάμενος Θεσπιεῦσιν Ἔρωτα θεῶν σέβεσθαι μάλιστα, οὐκ οἶδα.
テスピアイ人に、神々のうちでエロスを最も崇めるように制定したのが誰であるか、私は知らない。
σέβονται δὲ οὐδέν τι ἧσσον καὶ Ἑλλησποντίων Παριανοί, τὸ μὲν ἀνέκαθεν ἐξ Ἰωνίας καὶ Ἐρυθρῶν ἀπῳκισμένοι, τὰ δὲ ἐφʼ ἡμῶν τελοῦντες ἐς Ῥωμαίους.
ヘレスポントスのパリアノイもこれに劣らず崇拝しており、彼らは元々イオニアおよびエリュトライからの植民者であったが、我々の時代にはローマ人に属している。
§9.27.2Ἔρωτα δὲ ἄνθρωποι μὲν οἱ πολλοὶ νεώτατον θεῶν εἶναι καὶ Ἀφροδίτης παῖδα ἥγηνται·
人々の多くは、エロスを神々の中で最も若く、アプロディテの子であると考えている。
Λύκιος δὲ Ὠλήν, ὃς καὶ τοὺς ὕμνους τοὺς ἀρχαιοτάτους ἐποίησεν Ἕλλησιν, οὗτος ὁ Ὠλὴν ἐν Εἰλειθυίας ὕμνῳ μητέρα Ἔρωτος τὴν Εἰλείθυιάν φησιν εἶναι.
しかし、ギリシア人のために最も古い讃歌を作ったリュキアのオレンは、エイレイテυイアの讃歌の中で、エロスの母はエイレイテュイアであると言っている。
Ὠλῆνος δὲ ὕστερον Πάμφως τε ἔπη καὶ Ὀρφεὺς ἐποίησαν·
オレンののち、パンポスとオルペウスが詩を作った。
καί σφισιν ἀμφοτέροις πεποιημένα ἐστὶν ἐς Ἔρωτα, ἵνα ἐπὶ τοῖς δρωμένοις Λυκομίδαι καὶ ταῦτα ᾄδωσιν·
彼ら二人ともエロスに対する詩を作っており、儀式の際にリュコミダイがこれらを歌うためである。
ἐγὼ δὲ ἐπελεξάμην ἀνδρὶ ἐς λόγους ἐλθὼν δᾳδουχοῦντι.
私は、松明持ちの男と対話する機会を得てそれらを読んだ。
καὶ τῶν μὲν οὐ πρόσω ποιήσομαι μνήμην·
これらについてはこれ以上言及しない。
Ἡσίοδον δὲ ἢ τὸν Ἡσιόδῳ Θεογονίαν ἐσποιήσαντα οἶδα γράψαντα ὡς Χάος πρῶτον, ἐπὶ δὲ αὐτῷ Γῆ τε καὶ Τάρταρος καὶ Ἔρως γένοιτο·
しかしヘシオドス、あるいはヘシオドスの作品に『神統記』を挿入した者が、最初にカオスが生じ、その次にガイア、タルタロス、そしてエロスが生まれたと書いているのを、私は知っている。
§9.27.3Σαπφὼ δὲ ἡ Λεσβία πολλά τε καὶ οὐχ ὁμολογοῦντα ἀλλήλοις ἐς Ἔρωτα ᾖσε.
レスボスのサッポーは、エロスについて、多くのかつ互いに一致しない事柄を歌った。
Θεσπιεῦσι δὲ ὕστερον χαλκοῦν εἰργάσατο Ἔρωτα Λύσιππος, καὶ ἔτι πρότερον τούτου Πραξιτέλης λίθου τοῦ Πεντελῆσι.
のちにテスピアイ人のために、リュシッポスが青銅のエロス像を制作し、さらにそれ以前にプラクシテレスがペンテリコン産の石でそれを制作した。
καὶ ὅσα μὲν εἶχεν ἐς Φρύνην καὶ τὸ ἐπὶ Πραξιτέλει τῆς γυναικὸς σόφισμα, ἑτέρωθι ἤδη μοι δεδήλωται·
プリュネに関するすべてのこと、そしてプラクシテレスに対するその女の計略については、すでに別の場所で私によって明らかにされている。
πρῶτον δὲ τὸ ἄγαλμα κινῆσαι τοῦ Ἔρωτος λέγουσι Γάιον δυναστεύσαντα ἐν Ῥώμῃ, Κλαυδίου δὲ ὀπίσω Θεσπιεῦσιν ἀποπέμψαντος Νέρωνα αὖθις δεύτερα ἀνάσπαστον ποιῆσαι.
エロスの像を最初に動かしたのはローマで支配者となったガイウスであると言われており、クラウディウスが後にテスピアイ人に送り返したものの、ネロンが再び二度目にそれを持ち去った。
§9.27.4καὶ τὸν μὲν φλὸξ αὐτόθι διέφθειρε·
そしてそれ自体は、現地で火災によって滅びた。
τῶν δὲ ἀσεβησάντων ἐς τὸν θεὸν ὁ μὲν ἀνθρώπῳ στρατιώτῃ διδοὺς ἀεὶ τὸ αὐτὸ σύνθημα μετὰ ὑπούλου χλευασίας ἐς τοσοῦτο προήγαγε θυμοῦ τὸν ἄνθρωπον ὥστε σύνθημα διδόντα αὐτὸν διεργάζεται, Νέρωνι δὲ παρὲξ ἢ τὰ ἐς τὴν μητέρα ἐστὶ καὶ ἐς γυναῖκας γαμετὰς ἐναγῆ τε καὶ ἀνέραστα τολμήματα.
神に対して不敬を働いた者たちのうち、一方は、兵士にいつも同じ合い言葉を陰険なあざけりを交えて与えていたため、その男を激怒させ、その男が合い言葉を授ける際に彼を殺害することになった。 またネロンには、自身の母に対する行いや、妻たちに対する、おぞましく愛のない蛮行が引き起こされた。
τὸν δὲ ἐφʼ ἡμῶν Ἔρωτα ἐν Θεσπιαῖς ἐποίησεν Ἀθηναῖος Μηνόδωρος, τὸ ἔργον τὸ Πραξιτέλους μιμούμενος.
我々の時代のテスピアイにおけるエロス像は、アテナイ人のメノドロスが、プラクシテレスの作品を模倣して制作したものである。
§9.27.5ἐνταῦθα καὶ αὐτοῦ Πραξιτέλους Ἀφροδίτη καὶ Φρύνης ἐστὶν εἰκών, λίθου καὶ ἡ Φρύνη καὶ ἡ θεός.
そこには、プラクシテレス自身の手によるアプロディテの像とプリュネの肖像もあり、プリュネも女神もどちらも大理石でできている。
ἔστι δὲ καὶ ἑτέρωθι Ἀφροδίτης Μελαινίδος ἱερὸν καὶ θέατρόν τε καὶ ἀγορὰ θέας ἄξια·
また別の場所には黒いアプロディテの聖域があり、劇場とアゴラも見ごたえがある。
ἐνταῦθα Ἡσίοδος ἀνάκειται χαλκοῦς.
そこには青銅のヘシオドス像が捧げられている。
τῆς ἀγορᾶς οὐ πόρρω Νίκη τε χαλκοῦ καὶ ναὸς Μουσῶν ἐστιν οὐ μέγας· ἀγάλματα δὲ ἐν αὐτῷ μικρὰ λίθου πεποιημένα.
アゴラの近くには青銅のニケ像と、それほど大きくないミューズたちの神殿があり、神殿内には大理石で作られた小さな像がある。
§9.27.6καὶ Ἡρακλέους Θεσπιεῦσίν ἐστιν ἱερόν·
また、テスピアイ人にはヘラクレスの聖域もある。
ἱερᾶται δὲ αὐτοῦ παρθένος, ἔστʼ ἂν ἐπιλάβῃ τὸ χρεὼν αὐτήν.
そこでは、死が彼女を捉えるまで、処女が彼の女司祭を務める。
αἴτιον δὲ τούτου φασὶν εἶναι τοιόνδε, Ἡρακλέα ταῖς θυγατράσι πεντήκοντα οὔσαις ταῖς Θεστίου συγγενέσθαι πάσαις πλὴν μιᾶς ἐν τῇ αὐτῇ νυκτί·
これの理由は次のようであると言われている。 ヘラクレスがテスティオスの五十人の娘たち全員と、一人を除いて、同じ夜に交わったこと。
ταύτην δὲ οὐκ ἐθελῆσαί οἱ τὴν μίαν μιχθῆναι·
この一人の娘は彼と交わることを拒んだ。
τὸν δὲ ὑβρισθῆναι νομίζοντα δικάσαι μένειν παρθένον πάντα αὐτὴν τὸν βίον ἱερωμένην αὐτῷ.
彼は侮辱されたと考え、彼女が生涯処女のまま留まり、自分の女司祭を務めるように定めた。
§9.27.7ἐγὼ δὲ ἤκουσα μὲν καὶ ἄλλον λόγον, ὡς διὰ πασῶν ὁ Ἡρακλῆς τῶν Θεστίου παρθένων διεξέλθοι τῇ αὐτῇ νυκτὶ καὶ ὡς ἄρσενας παῖδας αὐτῷ πᾶσαι τέκοιεν, διδύμους δὲ ἥ τε νεωτάτη καὶ ἡ πρεσβυτάτη·
私はまた別の話も聞いた。 ヘラクレスはテスティオスのすべての処女を同じ夜に相手にし、彼女たち全員が彼に男の子供を産み、最年少と最年長は双子を産んだというものである。
ἐκεῖνο δὲ οὐκ ἔστιν ὅπως ἡγήσομαι πιστόν, Ἡρακλέα ἐπὶ τοσοῦτο ὀργῆς ἀνδρὸς φίλου θυγατρὶ ἀφικέσθαι·
しかし、次のことを私が信じることは到底不可能である。 ヘラクレスが友人の娘に対して、そこまでの怒りを抱いたということ。
πρὸς δὲ καὶ ἡνίκα ἔτι ἦν μετʼ ἀνθρώπων, τιμωρούμενός τε ἄλλους ὑβρίζοντας καὶ μάλιστα ὅσοι θεῶν ἀσεβεῖς ἦσαν, οὐκ ἂν αὐτός γε κατεστήσατο αὑτῷ ναόν τε καὶ ἱέρειαν ὥσπερ δὴ θεός.
さらに、彼がまだ人間の間にいた頃、他のおごり高ぶる者たち、特に神々に不敬な者たちを懲らしめていたのに、自らがあたかも神であるかのように、自分自身のために神殿と女司祭を制定したはずがない。
§9.27.8ἀλλὰ γὰρ ἐφαίνετό μοι τὸ ἱερὸν τοῦτο ἀρχαιότερον ἢ κατὰ Ἡρακλέα εἶναι τὸν Ἀμφιτρύωνος, καὶ Ἡρακλέους τοῦ καλουμένου τῶν Ἰδαίων Δακτύλων, οὗ δὴ καὶ Ἐρυθραίους τοὺς ἐν Ἰωνίᾳ καὶ Τυρίους ἱερὰ ἔχοντας εὕρισκον.
しかし実際、この聖域はアンピトリュオンの子ヘラクレスの時代よりも古く、いわゆるイダイのダクテュロスたちのうちのヘラクレスのものであると私には思われた。 彼の聖域を、イオニアのエリュトライ人やティロス人が持っているのを私は見出している。
οὐ μὴν οὐδὲ οἱ Βοιωτοὶ τοῦ Ἡρακλέους ἠγνόουν τοῦτο τὸ ὄνομα, ὅπου γε αὐτοὶ τῆς Μυκαλησσίας Δήμητρος Ἡρακλεῖ τῷ Ἰδαίῳ τὸ ἱερὸν ἐπιτετράφθαι λέγουσιν.
さらに、ボイオティア人たちもこのヘラクレスの名を知らないわけではなかった。 なぜなら彼ら自身、ミュカレッソスのデメテルの聖域が、イダイのヘラクレスに委ねられていると言っているからである。