§9.25.1Θηβαίοις δὲ τῶν πυλῶν ἐστιν ἐγγύτατα τῶν Νηιστῶν Μενοικέως μνῆμα τοῦ Κρέοντος·
テバイ人にとって、ネイストの門に最も近いところにクレオンの子メノイケウスの墓がある。
ἀπέκτεινε δὲ ἑκουσίως αὑτὸν κατὰ τὸ μάντευμα τὸ ἐκ Δελφῶν, ἡνίκα Πολυνείκης καὶ ὁ σὺν αὐτῷ στρατὸς ἀφίκοντο ἐξ Ἄργους.
彼は、ポリュネイケスとその軍勢がアルゴスから到着したとき、デルポイの神託に従って自発的に自らを殺した。
τοῦ δὲ Μενοικέως ἐπιπέφυκε ῥοιὰ τῷ μνήματι·
このメノイケウスの墓には石榴の木が生えている。
τοῦ καρποῦ δὲ ὄντος πεπείρου διαρρήξαντί σοι τὸ ἐκτὸς λοιπόν ἐστιν εὑρεῖν τὸ ἔνδον αἵματι ἐμφερές.
その果実が熟したとき、外側を割ってみると、内部は血に似ているのを見出すことができる。
αὕτη μὲν δὴ τεθηλὸς δένδρον ἐστὶν ἡ ῥοιά·
この石榴は確かに繁茂している木である。
ἄμπελον δὲ φῦναι μὲν οἱ Θηβαῖοι παρὰ σφίσι πρώτοις φασὶν ἀνθρώπων, ἀποφῆναι δὲ οὐδὲν ἔτι ἐς αὐτὴν ὑπόμνημα εἶχον.
また、テバイ人は葡萄の木が人間の間で最初に自分たちのもとで育ったと言っているが、それに関するいかなる記念物も、もはや示すことができないでいる。
§9.25.2τοῦ δὲ Μενοικέως οὐ πόρρω τάφου τοὺς παῖδας λέγουσιν Οἰδίποδος μονομαχήσαντας ἀποθανεῖν ὑπὸ ἀλλήλων·
メノイケウスの墓からそう遠くないところに、オイディポスの息子たちが一騎打ちをして、互いに殺し合って死んだと人々は言っている。
σημεῖον δὲ τῆς μάχης αὐτῶν κίων, καὶ ἀσπὶς ἔπεστιν ἐπʼ αὐτῷ λίθου.
彼らの戦いの印として柱があり、その上には石の盾が載っている。
δείκνυται δέ τι χωρίον ἔνθα Ἥραν Θηβαῖοί φασιν Ἡρακλεῖ παιδὶ ἔτι ἐπισχεῖν γάλα κατὰ δή τινα ἀπάτην ἐκ Διός·
ある場所が示されており、そこでは、ゼウスによる何らかの欺きによって、ヘラがまだ幼児であったヘラクレスに乳を差し出したとテバイ人は言っている。
καλεῖται δὲ ὁ σύμπας οὗτος τόπος Σῦρμα Ἀντιγόνης·
この場所全体は「アンティゴネーの引きずり跡」と呼ばれている。
ὡς γὰρ τὸν τοῦ Πολυνείκους ἄρασθαί οἱ προθυμουμένῃ νεκρὸν οὐδεμία ἐφαίνετο ῥᾳστώνη, δεύτερα ἐπενόησεν ἕλκειν αὐτόν, ἐς ὃ εἵλκυσέ τε καὶ ἐπέβαλεν ἐπὶ τοῦ Ἐτεοκλέους ἐξημμένην τὴν πυράν.
というのは、ポリュネイケスの遺体を持ち上げようと熱望していた彼女にとって、それが全く容易ではないとわかったため、第二の手として彼を引きずることを思いつき、引きずり続けて、エテオクレースの点火された火葬の薪の上に投げ入れたからである。
§9.25.3διαβάντων δὲ ποταμὸν καλούμενον ἀπὸ γυναικὸς τῆς Λύκου Δίρκην—ὑπὸ ταύτης δὲ ἔχει λόγος Ἀντιόπην κακοῦσθαι καὶ διʼ αὐτὸ ὑπὸ τῶν Ἀντιόπης παίδων συμβῆναι τῇ Δίρκῃ τὴν τελευτήν—, διαβᾶσιν οὖν τὴν Δίρκην οἰκίας τε ἐρείπια τῆς Πινδάρου καὶ μητρὸς Δινδυμήνης ἱερόν, Πινδάρου μὲν ἀνάθημα, τέχνη δὲ τὸ ἄγαλμα Ἀριστομήδους τε καὶ Σωκράτους Θηβαίων.
リュコスの妻にちなんで名付けられたディルケーと呼ばれる川を渡ると、――彼女によってアンティオペーが虐げられ、そのためにアンティオペーの息子たちによってディルケーに死がもたらされたという話があるが、――さてディルケーを渡った者には、ピンダロスの家の遺構とディンデュメーネーの母の聖域がある。 これはピンダロスの奉納物であり、その像はテバイ人のアリストメデスとソクラテスの作である。
μιᾷ δὲ ἐφʼ ἑκάστων ἐτῶν ἡμέρᾳ καὶ οὐ πέρα τὸ ἱερὸν ἀνοίγειν νομίζουσιν·
毎年1日だけ、それ以上ではなく、聖域を開くことが習わしとなっている。
ἐμοὶ δὲ ἀφικέσθαι τε ἐξεγεγόνει τὴν ἡμέραν ταύτην καὶ τὸ ἄγαλμα εἶδον λίθου τοῦ Πεντελῆσι καὶ αὐτὸ καὶ τὸν θρόνον.
私にはちょうどこの日に到着することが叶い、その像と玉座の両方がペンテリコン産の石でできているのを見た。
§9.25.4κατὰ δὲ τὴν ὁδὸν τὴν ἀπὸ τῶν πυλῶν τῶν Νηιστῶν τὸ μὲν Θέμιδός ἐστιν ἱερὸν καὶ ἄγαλμα λευκοῦ λίθου, τὸ δὲ ἐφεξῆς Μοιρῶν, τὸ δὲ Ἀγοραίου Διός·
ネイストの門からの道に沿って、一方はテミスの聖域と白い石の像があり、次には運命の女神たちの聖域、その次は広場のゼウスの聖域がある。
οὗτος μὲν δὴ λίθου πεποίηται, ταῖς Μοίραις δὲ οὐκ ἔστιν ἀγάλματα.
このゼウスは石でできているが、運命の女神たちには像がない。
καὶ ἀπωτέρω μικρὸν Ἡρακλῆς ἕστηκεν ἐν ὑπαίθρῳ Ῥινοκολούστης ἐπωνυμίαν ἔχων, ὅτι τῶν κηρύκων, ὡς οἱ Θηβαῖοι λέγουσιν, ἀπέτεμεν ἐπὶ λώβῃ τὰς ῥῖνας, οἳ παρὰ Ὀρχομενίων ἀφίκοντο ἐπὶ τοῦ δασμοῦ τὴν ἀπαίτησιν.
そして少し離れたところに、ヘラクレスが野外に立っており、「鼻削ぎ」という異名を持っている。 それは、テバイ人たちが言うには、貢納金の要求のためにオルコメノス人からやって来た伝令たちの鼻を、彼が侮辱として削ぎ落としたからである。
§9.25.5σταδίους δὲ αὐτόθεν πέντε προελθόντι καὶ εἴκοσι Δήμητρος Καβειραίας καὶ Κόρης ἐστὶν ἄλσος·
そこから25スタディオン進んだところに、カベイラ派のデーメーテールとコレーの聖林がある。
ἐσελθεῖν δὲ τοῖς τελεσθεῖσιν ἔστι.
伝授された者たちだけが入ることを許されている。
τούτου δὲ τοῦ ἄλσους ἑπτά που σταδίους τῶν Καβείρων τὸ ἱερὸν ἀφέστηκεν.
この聖林から7スタディオンほど離れたところに、カベイロイの聖域がある。
οἵτινες δέ εἰσιν οἱ Κάβειροι καὶ ὁποῖά ἐστιν αὐτοῖς καὶ τῇ Μητρὶ τὰ δρώμενα, σιωπὴν ἄγοντι ὑπὲρ αὐτῶν συγγνώμη παρὰ ἀνδρῶν φιληκόων ἔστω μοι.
カベイロイとは何者であるのか、また彼らと「母」に対してどのような儀式が行われるのかについては、私が沈黙を守ることを、話を聞くのを好む人々が許してくれますように。
§9.25.6τοσοῦτο δὲ δηλῶσαί με καὶ ἐς ἅπαντας ἐκώλυσεν οὐδέν, ἥντινα λέγουσιν ἀρχὴν οἱ Θηβαῖοι γενέσθαι τοῖς δρωμένοις.
しかし、テバイ人たちがその儀式の始まりについて何と言っているか、その起源を示すことを妨げるものは何もない。
πόλιν γάρ ποτε ἐν τούτῳ φασὶν εἶναι τῷ χωρίῳ καὶ ἄνδρας ὀνομαζομένους Καβείρους, Προμηθεῖ δὲ ἑνὶ τῶν Καβείρων καὶ Αἰτναίῳ τῷ Προμηθέως ἀφικομένην Δήμητρα ἐς γνῶσιν παρακαταθέσθαι σφίσιν·
かつてこの場所には都市があり、カベイロイと呼ばれる男たちが住んでいたと彼らは言っている。 そしてカベイロイの一人であるプロメテウスと、プロメテウスの子であるアイトナイオスのもとにデーメーテールがやって来て、何らかの秘められたものを彼らに委託したのだという。
ἥτις μὲν δὴ ἦν ἡ παρακαταθήκη καὶ τὰ ἐς αὐτὴν γινόμενα, οὐκ ἐφαίνετο ὅσιόν μοι γράφειν, Δήμητρος δʼ οὖν Καβειραίοις δῶρόν ἐστιν ἡ τελετή.
その委託されたものが何であったのか、またそれに関して何が行われるのかを書くことは私には神聖を汚すことのように思われた。 ともかく、秘儀はデーメーテールからカベイロイへの贈り物なのである。
§9.25.7κατὰ δὲ τὴν Ἐπιγόνων στρατείαν καὶ ἅλωσιν τῶν Θηβῶν ἀνέστησαν μὲν ὑπὸ τῶν Ἀργείων οἱ Καβειραῖοι, ἐξελείφθη δὲ ἐπὶ χρόνον τινὰ καὶ ἡ τελετή.
エピゴノイの遠征とテバイの攻略の際、カベイロイはアルゴス人によって追放され、秘儀も一時途絶えた。
Πελαργὴν δὲ ὕστερον τὴν Ποτνιέως καὶ Ἰσθμιάδην Πελαργῇ συνοικοῦντα καταστήσασθαι μὲν τὰ ὄργια αὐτοῦ λέγουσιν ἐξ ἀρχῆς, μετενεγκεῖν δὲ αὐτὰ ἐπὶ τὸν Ἀλεξιάρουν καλούμενον·
しかし、後にポトニエウスの娘ペラルゲーと、ペラルゲーと結婚したイストミアデスが、そこでの祭儀を最初から再興し、それをアレクシアロスと呼ばれる場所へと移したと言われている。
§9.25.8ὅτι δὲ τῶν ὅρων ἐκτὸς ἐμύησεν ἡ Πελαργὴ τῶν ἀρχαίων, Τηλώνδης καὶ ὅσοι γένους τοῦ Καβειριτῶν ἐλείποντο κατῆλθον αὖθις ἐς τὴν Καβειραίαν.
ペラルゲーが古代の境界の外側で入信を授けたので、テローンデースとカベイロイの家系の生き残りたちは、再びカベイラ派の地へと戻ってきた。
Πελαργῇ μὲν δὴ κατὰ μάντευμα ἐκ Δωδώνης καὶ ἄλλα ἔμελλεν ἐς τιμὴν καταστήσασθαι καὶ ἡ θυσία, φέρον ἐν τῇ γαστρὶ ἱερεῖον·
そしてペラルゲーに対しては、ドードーネーからの神託に従い、他の名誉のほかに、妊娠した動物を犠牲に捧げる祭儀が制定されることになった。
τὸ δὲ μήνιμα τὸ ἐκ τῶν Καβείρων ἀπαραίτητόν ἐστιν ἀνθρώποις, ὡς ἐπέδειξε δὴ πολλαχῇ.
カベイロイによる怒りは人間にとって宥め難いものであることは、多くの機会に実証されている。
§9.25.9τὰ γὰρ δὴ δρώμενα ἐν Θήβαις ἐτόλμησαν ἐν Ναυπάκτῳ κατὰ ταὐτὰ ἰδιῶται δρᾶσαι, καὶ σφᾶς οὐ μετὰ πολὺ ἐπέλαβεν ἡ δίκη.
というのも、テバイで行われている儀式を、ナウパクトスで全く同様に一般人があえて行おうとしたところ、程なくして彼らには罰が下ったからである。
ὅσοι δὲ ὁμοῦ Μαρδονίῳ τῆς στρατιᾶς τῆς Ξέρξου περὶ Βοιωτίαν ἐλείφθησαν, τοῖς παρελθοῦσιν αὐτῶν ἐς τὸ ἱερὸν τῶν Καβείρων τάχα μέν που καὶ χρημάτων μεγάλων ἐλπίδι, τὸ πλέον δὲ ἐμοὶ δοκεῖν τῇ ἐς τὸ θεῖον ὀλιγωρίᾳ, τούτοις παραφρονῆσαί τε συνέπεσεν αὐτίκα καὶ ἀπώλοντο ἐς θάλασσάν τε καὶ ἀπὸ τῶν κρημνῶν ἑαυτοὺς ῥίπτοντες.
また、クセルクセスの軍勢のうちマルドニオスとともにボイオティアに留まった者たちの中で、カベイロイの聖域に入り込んだ者たち――おそらくは巨万の富を期待して、あるいは私の考えではむしろ神性を軽視したことによるが――、彼らは即座に発狂し、海へ、あるいは崖から身を投げて滅び去った。
§9.25.10Ἀλεξάνδρου δέ, ὡς ἐνίκησε τῇ μάχῃ, Θήβας τε αὐτὰς καὶ σύμπασαν τὴν Θηβαΐδα διδόντος πυρί, ἄνδρες τῶν ἐκ Μακεδονίας ἐλθόντες ἐς τῶν Καβείρων τὸ ἱερὸν ἅτε ἐν γῇ τῇ πολεμίᾳ κεραυνοῖς τε ἐξ οὐρανοῦ καὶ ἀστραπαῖς ἐφθάρησαν.
アレクサンドロスが戦いに勝利し、テバイ自体とテバイ地方全体を火にかけたとき、マケドニアから来た男たちで、敵地であるとしてカベイロイの聖域に侵入した者たちは、天からの雷と稲妻によって滅ぼされた。