Humanitext Reader

パウサニアス · ギリシア案内記 §9.24.1-9.24.5

キーピシス湖周辺の町々とコーパイの聖域

390 / 465 箇所 · ギリシア語

要旨

アクライプニオンからキーピシス湖周辺を巡り、コーパイ、ヒュエトス、キュルトネス、ハライなどの町々の地理、聖域、特産品を記述する。

§9.24.1ἐξ Ἀκραιφνίου δὲ ἰόντι εὐθεῖαν ἐπὶ λίμνην τὴν Κηφισίδα—οἱ δὲ Κωπαΐδα ὀνομάζουσι τὴν αὐτήν— πεδίον καλούμενόν ἐστιν Ἀθαμάντιον·
アクライプニオンからキーピシス湖――同じ湖を人々はコーパイス湖と呼んでいるが――へとまっすぐに進むと、アタマンティオンと呼ばれる平野がある。
οἰκῆσαι δὲ Ἀθάμαντα ἐν αὐτῷ φασιν.
アタマスがそこに住んだと人々は言っている。
ἐς δὲ τὴν λίμνην ὅ τε ποταμὸς ὁ Κηφισὸς ἐκδίδωσιν ἀρχόμενος ἐκ Λιλαίας τῆς Φωκέων καὶ διαπλεύσαντί εἰσι Κῶπαι.
この湖には、ポーキス人のリライアに源を発するケーピソス川が流れ込んでおり、また船で渡るとコーパイがある。
κεῖνται δὲ αἱ Κῶπαι πόλισμα ἐπὶ τῇ λίμνῃ, τούτου δὲ καὶ Ὅμηρος ἐποιήσατο ἐν καταλόγῳ μνήμην·
コーパイは湖畔にある小都市として位置しており、ホメロスもカタログの中でこれに言及している。
ἐνταῦθα Δήμητρος καὶ Διονύσου καὶ Σαράπιδός ἐστιν ἱερά.
ここにはデーメーテール、ディオニュソス、サラピスの聖域がある。
§9.24.2λέγουσι δὲ οἱ Βοιωτοὶ καὶ πολίσματα ἄλλα πρὸς τῇ λίμνῃ ποτὲ Ἀθήνας καὶ Ἐλευσῖνα οἰκεῖσθαι, καὶ ὡς ὥρᾳ χειμῶνος ἐπικλύσασα ἠφάνισεν αὐτὰ ἡ λίμνη.
またボイオティア人たちは、かつて湖の近くにアテナイやエレウシスという他の小都市も存在していたが、冬の季節に湖が氾濫してそれらを消し去ってしまったと言っている。
οἱ μὲν δὴ ἰχθῦς οἱ ἐν τῇ Κηφισίδι οὐδέν τι διάφορον ἐς ἄλλους ἰχθῦς τοὺς λιμναίους ἔχουσιν· αἱ δὲ ἐγχέλεις αὐτόθι καὶ μεγέθει μέγισται καὶ ἐσθίειν εἰσὶν ἥδισται.
さて、キーピシス湖の魚たちは他の湖沼の魚たちと比べて何ら異なるところはないが、そこの鰻は大きさにおいても非常に大きく、食べるのにも極めて美味である。
§9.24.3Κωπῶν δὲ ἐν ἀριστερᾷ σταδίους προελθόντι ὡς δώδεκα εἰσὶν Ὄλμωνες, Ὀλμωνέων δὲ ἑπτά που στάδια Ὕηττος ἀφέστηκε κῶμαι νῦν τε οὖσαι καὶ εὐθὺς ἐξ ἀρχῆς·
コーパイから左手に12スタディオンほど進んだところにオルモネスがあり、オルモネスからは7スタディオンほどヒュエトスが離れている。 これらは現在も、また最初からずっと村である。
μοίρας δὲ ἐμοὶ δοκεῖν τῆς Ὀρχομενίας εἰσὶ καὶ αὗται καὶ πεδίον τὸ Ἀθαμάντιον.
私の考えでは、これらもアタマンティオン平野もオルコメノス領の一部である。
καὶ ὅσα μὲν ἐς Ὕηττον ἄνδρα Ἀργεῖον καὶ Ὄλμον τὸν Σισύφου λεγόμενα ἤκουον, προσέσται καὶ αὐτὰ τῇ Ὀρχομενίᾳ συγγραφῇ·
アルゴス人のヒュエトス、およびシシュポスの子とされるオルモスに関して私が聞いた話はすべて、オルコメノスに関する記述に付け加えられることになるだろう。
θέας δὲ ἄξιον ἐν μὲν Ὄλμωσιν οὐδʼ ἐπὶ βραχύτατον παρεῖχον οὐδέν, ἐν Ὑήττῳ δὲ ναός ἐστιν Ἡρακλέους καὶ ἰάματα εὕρασθαι παρὰ τούτου τοῖς κάμνουσιν ἔστιν, ὄντος οὐχὶ ἀγάλματος σὺν τέχνῃ, λίθου δὲ ἀργοῦ κατὰ τὸ ἀρχαῖον.
見応えのあるものは、オルモネスにおいては、ごくわずかなものさえ彼らは何も提供していないが、ヒュエトスにはヘラクレスの神殿があり、病に苦しむ者たちが彼から治癒を得ることができる。 それは技術をもって作られた彫像ではなく、古代の習わしに従った粗削りの石であるからだ。
§9.24.4Ὑήττου δὲ στάδια ὡς εἴκοσιν ἀπέχουσι Κύρτωνες·
ヒュエトスから20スタディオンほど離れたところにキュルトネスがある。
τὸ δὲ ἀρχαῖον ὄνομα τῷ πολίσματί φασιν εἶναι Κυρτώνην.
この小都市の古い名前はキュルトネーであったと人々は言っている。
ᾤκισται δὲ ἐπὶ ὄρους ὑψηλοῦ, καὶ Ἀπόλλωνός ἐστιν ἐνταῦθα ναός τε καὶ ἄλσος·
それは高い山の上に築かれており、そこにはアポロンの神殿と聖林がある。
ἀγάλματα δὲ ὀρθὰ Ἀπόλλωνος καὶ Ἀρτέμιδός ἐστιν.
また、アポロンとアルテミスの直立した像がある。
ἔστι δὲ αὐτόθι καὶ ὕδωρ ψυχρὸν ἐκ πέτρας ἀνερχόμενον·
そこには岩から湧き出る冷たい水もある。
νυμφῶν δὲ ἱερὸν ἐπὶ τῇ πηγῇ καὶ ἄλσος οὐ μέγα ἐστίν, ἥμερα δὲ ὁμοίως πάντα ἐν τῷ ἄλσει δένδρα.
その泉のほとりにはニンフたちの聖域と小さな聖林があり、その聖林の木々はどれも同様に栽培された木である。
§9.24.5ἐκ δὲ Κυρτώνων ὑπερβάλλοντι τὸ ὄρος πόλισμά ἐστι Κορσεία, ὑπὸ δὲ αὐτῷ δένδρων ἄλσος οὐχ ἡμέρων·
キュルトネスから山を越えると、コルセイアという小都市があり、その下には野生の木々の聖林がある。
πρῖνοι τὸ πολύ εἰσιν.
それらは大部分がヒイラギガシである。
Ἑρμοῦ δὲ ἄγαλμα οὐ μέγα ἐν ὑπαίθρῳ τοῦ ἄλσους ἕστηκε.
聖林の野外には、ヘルメスのそれほど大きくない像が立っている。
τοῦτο ἀπέχει Κορσείας ὅσον τε ἥμισυ σταδίου.
これはコルセイアから半スタディオンほど離れている。
καταβάντων δὲ ἐς τὸ χθαμαλὸν ποταμὸς Πλατάνιος καλούμενος ἐκδίδωσιν ἐς θάλασσαν·
平地へと下ると、プラタニオスと呼ばれる川が海へと注ぎ込んでいる。
ἐν δεξιᾷ δὲ τοῦ ποταμοῦ Βοιωτῶν ἔσχατοι ταύτῃ πόλισμα οἰκοῦσιν Ἁλὰς ἐπὶ θαλάσσῃ, ἣ τὴν Λοκρίδα ἤπειρον ἀπὸ τῆς Εὐβοίας διείργει.
川の右側には、この方面におけるボイオティア人の最果ての人々が、海辺にハライという小都市を営んで住んでおり、これはロクリスの本土をエウボイアから隔てている。

語釈・文法注

  1. 9.24.1ἰόντι — 現在分詞与格男性単数。パウサニアスの案内記(itinerary)に特徴的な「基準・方向を示す与格(Dative of reference)」で、「進む人にとって…がある」という形で道案内を表現する。
  2. 9.24.3ἐμοὶ δοκεῖν — 絶対不定詞の慣用表現で、文全体を制限する副詞句として「私の考えでは(in my opinion)」の意味を表す。
  3. 9.24.3ὄντος — 現在分詞属格男性単数。前文の Ἡρακλέους(ヘラクレスの)と一致しており、その神の表象が人為的な彫像ではなく未加工の石であることを説明、あるいは原因を示す(分詞の補足的用法もしくは属格絶対)。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §9.24.1-9.24.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.24.1-9.24.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。