§9.25.1Θηβαίοις δὲ τῶν πυλῶν ἐστιν ἐγγύτατα τῶν Νηιστῶν Μενοικέως μνῆμα τοῦ Κρέοντος· ἀπέκτεινε δὲ ἑκουσίως αὑτὸν κατὰ τὸ μάντευμα τὸ ἐκ Δελφῶν, ἡνίκα Πολυνείκης καὶ ὁ σὺν αὐτῷ στρατὸς ἀφίκοντο ἐξ Ἄργους.
对特拜人来说,离奈斯特门最近的是克勒翁之子梅诺伊克司的陵墓;当波吕奈克斯及其随行军队从阿哥斯抵达时,他根据德尔斐的神谕自愿自尽。
τοῦ δὲ Μενοικέως ἐπιπέφυκε ῥοιὰ τῷ μνήματι· τοῦ καρποῦ δὲ ὄντος πεπείρου διαρρήξαντί σοι τὸ ἐκτὸς λοιπόν ἐστιν εὑρεῖν τὸ ἔνδον αἵματι ἐμφερές.
在这座梅诺伊克司的陵墓上长出了一棵石榴树;当果实成熟时,如果你剖开外皮,就会发现里面呈现出如血一般的颜色。
αὕτη μὲν δὴ τεθηλὸς δένδρον ἐστὶν ἡ ῥοιά· ἄμπελον δὲ φῦναι μὲν οἱ Θηβαῖοι παρὰ σφίσι πρώτοις φασὶν ἀνθρώπων, ἀποφῆναι δὲ οὐδὲν ἔτι ἐς αὐτὴν ὑπόμνημα εἶχον.
这棵石榴确实是一棵繁茂的树木;特拜人还说,葡萄藤首先是在他们那里、在所有人之前生长出来的,但他们已经没有任何纪念物可以用来证明这一点了。
§9.25.2τοῦ δὲ Μενοικέως οὐ πόρρω τάφου τοὺς παῖδας λέγουσιν Οἰδίποδος μονομαχήσαντας ἀποθανεῖν ὑπὸ ἀλλήλων· σημεῖον δὲ τῆς μάχης αὐτῶν κίων, καὶ ἀσπὶς ἔπεστιν ἐπʼ αὐτῷ λίθου.
离梅诺伊克司的陵墓不远处,人们说俄狄浦斯的儿子们在一场决斗中死于彼此之手;一根柱子作为他们战斗的见证立在那里,柱上有一面石盾。
δείκνυται δέ τι χωρίον ἔνθα Ἥραν Θηβαῖοί φασιν Ἡρακλεῖ παιδὶ ἔτι ἐπισχεῖν γάλα κατὰ δή τινα ἀπάτην ἐκ Διός· καλεῖται δὲ ὁ σύμπας οὗτος τόπος Σῦρμα Ἀντιγόνης· ὡς γὰρ τὸν τοῦ Πολυνείκους ἄρασθαί οἱ προθυμουμένῃ νεκρὸν οὐδεμία ἐφαίνετο ῥᾳστώνη, δεύτερα ἐπενόησεν ἕλκειν αὐτόν, ἐς ὃ εἵλκυσέ τε καὶ ἐπέβαλεν ἐπὶ τοῦ Ἐτεοκλέους ἐξημμένην τὴν πυράν.
这里还展示着一个地方,特拜人说,由于宙斯的某种欺骗,赫拉曾给尚是婴儿的赫拉克勒斯喂乳;这整个地方被称为“安提戈涅的拖尸处”;因为当她极力想抬起波吕奈克斯的尸体时,发现根本无法轻易做到,于是她退而求其次,计划拖动他,直到她把他拖过去,并扔到已经点燃的埃特奥克勒斯的火葬柴堆上。
§9.25.3διαβάντων δὲ ποταμὸν καλούμενον ἀπὸ γυναικὸς τῆς Λύκου Δίρκην—ὑπὸ ταύτης δὲ ἔχει λόγος Ἀντιόπην κακοῦσθαι καὶ διʼ αὐτὸ ὑπὸ τῶν Ἀντιόπης παίδων συμβῆναι τῇ Δίρκῃ τὴν τελευτήν—, διαβᾶσιν οὖν τὴν Δίρκην οἰκίας τε ἐρείπια τῆς Πινδάρου καὶ μητρὸς Δινδυμήνης ἱερόν, Πινδάρου μὲν ἀνάθημα, τέχνη δὲ τὸ ἄγαλμα Ἀριστομήδους τε καὶ Σωκράτους Θηβαίων.
渡过因吕克斯之妻而得名的德尔刻河——传说安提奥佩曾受到她的虐待,因此德尔刻在安提奥佩的儿子们手中迎来了死亡——对于渡过德尔刻河的人来说,有品达罗斯房屋的废墟和丁迪墨涅之母的神庙,这是品达罗斯的奉献,神像是特拜人阿里斯托梅德斯与索克拉特斯的作品。
μιᾷ δὲ ἐφʼ ἑκάστων ἐτῶν ἡμέρᾳ καὶ οὐ πέρα τὸ ἱερὸν ἀνοίγειν νομίζουσιν· ἐμοὶ δὲ ἀφικέσθαι τε ἐξεγεγόνει τὴν ἡμέραν ταύτην καὶ τὸ ἄγαλμα εἶδον λίθου τοῦ Πεντελῆσι καὶ αὐτὸ καὶ τὸν θρόνον.
他们习惯在每年的某一天开庙,仅此一天,不再多开;我很幸运地在这一天抵达,并看到了由彭特利孔石料雕刻的神像及神座。
§9.25.4κατὰ δὲ τὴν ὁδὸν τὴν ἀπὸ τῶν πυλῶν τῶν Νηιστῶν τὸ μὲν Θέμιδός ἐστιν ἱερὸν καὶ ἄγαλμα λευκοῦ λίθου, τὸ δὲ ἐφεξῆς Μοιρῶν, τὸ δὲ Ἀγοραίου Διός· οὗτος μὲν δὴ λίθου πεποίηται, ταῖς Μοίραις δὲ οὐκ ἔστιν ἀγάλματα.
沿着从奈斯特门出发的道路,一侧是忒弥斯的神庙和白石雕像,紧接着是命运女神们的神庙,再后面是市场宙斯的神庙;这位宙斯是由石头雕成的,而命运女神们则没有雕像。
καὶ ἀπωτέρω μικρὸν Ἡρακλῆς ἕστηκεν ἐν ὑπαίθρῳ Ῥινοκολούστης ἐπωνυμίαν ἔχων, ὅτι τῶν κηρύκων, ὡς οἱ Θηβαῖοι λέγουσιν, ἀπέτεμεν ἐπὶ λώβῃ τὰς ῥῖνας, οἳ παρὰ Ὀρχομενίων ἀφίκοντο ἐπὶ τοῦ δασμοῦ τὴν ἀπαίτησιν.
再往前走一点,户外立着赫拉克勒斯的雕像,他拥有“削鼻者”的别称,因为特拜人说,他为了侮辱那些从奥尔科梅诺斯人那里前来索要贡赋的使者,割去了他们的鼻子。
§9.25.5σταδίους δὲ αὐτόθεν πέντε προελθόντι καὶ εἴκοσι Δήμητρος Καβειραίας καὶ Κόρης ἐστὶν ἄλσος· ἐσελθεῖν δὲ τοῖς τελεσθεῖσιν ἔστι.
从这里向前走二十五希腊里,有一片卡贝里亚德墨忒尔和科莱的圣林;只有入信者才能进入。
τούτου δὲ τοῦ ἄλσους ἑπτά που σταδίους τῶν Καβείρων τὸ ἱερὸν ἀφέστηκεν.
距离这片圣林约七希腊里处是卡贝里神庙。
οἵτινες δέ εἰσιν οἱ Κάβειροι καὶ ὁποῖά ἐστιν αὐτοῖς καὶ τῇ Μητρὶ τὰ δρώμενα, σιωπὴν ἄγοντι ὑπὲρ αὐτῶν συγγνώμη παρὰ ἀνδρῶν φιληκόων ἔστω μοι.
至于卡贝里是谁,以及他们与“母亲”有什么样的仪式,请允许我对好学听闻的人们保持沉默,并宽恕我。
§9.25.6τοσοῦτο δὲ δηλῶσαί με καὶ ἐς ἅπαντας ἐκώλυσεν οὐδέν, ἥντινα λέγουσιν ἀρχὴν οἱ Θηβαῖοι γενέσθαι τοῖς δρωμένοις.
但没有什么能阻止我向所有人说明特拜人所说的关于这些仪式的起源。
πόλιν γάρ ποτε ἐν τούτῳ φασὶν εἶναι τῷ χωρίῳ καὶ ἄνδρας ὀνομαζομένους Καβείρους, Προμηθεῖ δὲ ἑνὶ τῶν Καβείρων καὶ Αἰτναίῳ τῷ Προμηθέως ἀφικομένην Δήμητρα ἐς γνῶσιν παρακαταθέσθαι σφίσιν·
因为他们说这个地方曾有一座城市,住着被称为卡贝里的男子,而德墨忒尔来到卡贝里之一的普罗米修斯以及普罗米修斯之子埃特奈乌斯那里,将某些东西委托给他们保管。
ἥτις μὲν δὴ ἦν ἡ παρακαταθήκη καὶ τὰ ἐς αὐτὴν γινόμενα, οὐκ ἐφαίνετο ὅσιόν μοι γράφειν, Δήμητρος δʼ οὖν Καβειραίοις δῶρόν ἐστιν ἡ τελετή.
至于这件托付物是什么,以及围绕它进行了什么,我觉得写下来是不敬的;无论如何,秘仪是德墨忒尔给卡贝里的礼物。
§9.25.7κατὰ δὲ τὴν Ἐπιγόνων στρατείαν καὶ ἅλωσιν τῶν Θηβῶν ἀνέστησαν μὲν ὑπὸ τῶν Ἀργείων οἱ Καβειραῖοι, ἐξελείφθη δὲ ἐπὶ χρόνον τινὰ καὶ ἡ τελετή.
在后生者远征和特拜失陷期间,卡贝里被阿哥斯人驱逐,秘仪也一度中断。
Πελαργὴν δὲ ὕστερον τὴν Ποτνιέως καὶ Ἰσθμιάδην Πελαργῇ συνοικοῦντα καταστήσασθαι μὲν τὰ ὄργια αὐτοῦ λέγουσιν ἐξ ἀρχῆς, μετενεγκεῖν δὲ αὐτὰ ἐπὶ τὸν Ἀλεξιάρουν καλούμενον· §9.25.8ὅτι δὲ τῶν ὅρων ἐκτὸς ἐμύησεν ἡ Πελαργὴ τῶν ἀρχαίων, Τηλώνδης καὶ ὅσοι γένους τοῦ Καβειριτῶν ἐλείποντο κατῆλθον αὖθις ἐς τὴν Καβειραίαν.
但据说后来波特尼乌斯之女佩拉尔盖和与佩拉尔盖同居的伊斯特米亚德斯,再次从头在当地恢复了这一祭仪,并将其转移到了被称为阿列克西亚司的地方;由于佩拉尔盖是在古代边界之外传授秘仪的,泰隆德斯以及卡贝里人族群的幸存者们再次回到了卡贝里领地。
Πελαργῇ μὲν δὴ κατὰ μάντευμα ἐκ Δωδώνης καὶ ἄλλα ἔμελλεν ἐς τιμὴν καταστήσασθαι καὶ ἡ θυσία, φέρον ἐν τῇ γαστρὶ ἱερεῖον·
根据多多纳的神谕,除了其他荣誉之外,对佩拉尔盖还制定了献祭怀孕牺牲兽的仪式。
τὸ δὲ μήνιμα τὸ ἐκ τῶν Καβείρων ἀπαραίτητόν ἐστιν ἀνθρώποις, ὡς ἐπέδειξε δὴ πολλαχῇ.
卡贝里的愤怒对人类而言是无法劝解的,这一点确实在许多地方得到了印证。
§9.25.9τὰ γὰρ δὴ δρώμενα ἐν Θήβαις ἐτόλμησαν ἐν Ναυπάκτῳ κατὰ ταὐτὰ ἰδιῶται δρᾶσαι, καὶ σφᾶς οὐ μετὰ πολὺ ἐπέλαβεν ἡ δίκη.
因为在纳乌帕克托斯,一些平民竟敢以同样的方式举行在特拜举行的仪式,不久之后惩罚便降临到了他们身上。
ὅσοι δὲ ὁμοῦ Μαρδονίῳ τῆς στρατιᾶς τῆς Ξέρξου περὶ Βοιωτίαν ἐλείφθησαν, τοῖς παρελθοῦσιν αὐτῶν ἐς τὸ ἱερὸν τῶν Καβείρων τάχα μέν που καὶ χρημάτων μεγάλων ἐλπίδι, τὸ πλέον δὲ ἐμοὶ δοκεῖν τῇ ἐς τὸ θεῖον ὀλιγωρίᾳ, τούτοις παραφρονῆσαί τε συνέπεσεν αὐτίκα καὶ ἀπώλοντο ἐς θάλασσάν τε καὶ ἀπὸ τῶν κρημνῶν ἑαυτοὺς ῥίπτοντες.
而在随同马多尼乌斯一起留在波奥蒂亚周围的薛西斯军队中,那些进入卡贝里神庙的人——或许是出于对巨额财富的渴望,但在我看来,更多是由于对神明的不敬——这些人立刻发狂,跳入海中或从悬崖上坠落而死。
§9.25.10Ἀλεξάνδρου δέ, ὡς ἐνίκησε τῇ μάχῃ, Θήβας τε αὐτὰς καὶ σύμπασαν τὴν Θηβαΐδα διδόντος πυρί, ἄνδρες τῶν ἐκ Μακεδονίας ἐλθόντες ἐς τῶν Καβείρων τὸ ἱερὸν ἅτε ἐν γῇ τῇ πολεμίᾳ κεραυνοῖς τε ἐξ οὐρανοῦ καὶ ἀστραπαῖς ἐφθάρησαν.
当亚历山大在战役中获胜,将特拜城本身和整个特拜地区付之一炬时,那些来自马其顿并进入卡贝里神庙的男子,因为视其为敌方土地,结果被天上的雷霆和闪电所毁灭。