Humanitext Reader

パウサニアス · ギリシア案内記 §9.23.1-9.23.7

詩人ピンダロスの逸話とプトゥーオス山周辺の聖域

389 / 465 箇所 · ギリシア語

要旨

テーバイにあるイオラオスゆかりの施設や、詩人ピンダロスにまつわる伝説(蜂の蜜の逸話、ペルセポネーの夢と死)を紹介し、さらにアクライプニオン、プトゥーオス・アポロンの聖域、そしてラリュムナといった土地の歴史や神殿について記述する。

§9.23.1Θηβαίοις δὲ πρὸ τῶν πυλῶν ἐστι τῶν Προιτίδων καὶ τὸ Ἰολάου καλούμενον γυμνάσιον καὶ στάδιον κατὰ ταὐτὰ τῷ τε ἐν Ὀλυμπίᾳ καὶ τῷ Ἐπιδαυρίων γῆς χῶμα·
テーバイ人のプロイティデス門の前には、イオラオスと呼ばれる体育館と、オリンピアにあるものやエピダウロス地方の土塁と同じように造られた競技場がある。
ἐνταῦθα δείκνυται καὶ ἡρῷον Ἰολάου.
そこにはイオラオスの英雄廟も示されている。
τελευτῆσαι δὲ ἐν Σαρδοῖ τόν τε Ἰόλαον αὐτὸν καὶ Ἀθηναίων καὶ Θεσπιέων τοὺς συνδιαβάντας ὁμολογοῦσι καὶ οἱ Θηβαῖοι.
イオラオス自身、および共に渡ったアテナイ人とテスピアイ人たちがサルドーで命を落としたということは、テーバイ人も同意している。
§9.23.2ὑπερβάντι δὲ τοῦ σταδίου τὰ ἐν δεξιᾷ δρόμος ἵππων καὶ ἐν αὐτῷ Πινδάρου μνῆμά ἐστι.
競技場を越えて右側には競馬場があり、その中にピンダロスの墓がある。
Πίνδαρον δὲ ἡλικίαν ὄντα νεανίσκον καὶ ἰόντα ἐς Θεσπιὰς ὥρᾳ καύματος περὶ μεσοῦσαν μάλιστα ἡμέραν κόπος καὶ ὕπνος ἀπʼ αὐτοῦ κατελάμβανεν·
ピンダロスがまだ若く、暑い季節のちょうど正午頃にテスピアイへと向かっていたとき、疲労と、それによる眠気が彼を襲った。
ὁ μὲν δὴ ὡς εἷχε κατακλίνεται βραχὺ ὑπὲρ τῆς ὁδοῦ, μέλισσαι δὲ αὐτῷ καθεύδοντι προσεπέτοντό τε καὶ ἔπλασσον πρὸς τὰ χείλη τοῦ κηροῦ.
彼は道路から少し上がったところにそのまま横になったが、彼が眠っていると、蜂たちが彼のところに飛んできて、その唇に蜜蝋を塗りつけた。
§9.23.3ἀρχὴ μὲν Πινδάρῳ ποιεῖν ᾄσματα ἐγένετο τοιαύτη·
ピンダロスにとって詩作の始まりはこのようであった。
εὐδοκιμοῦντα δὲ αὐτὸν ἤδη ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ἐς πλέον δόξης ἦρεν ἡ Πυθία ἀνειποῦσα Δελφοῖς, ὁπόσων ἀπήρχοντο τῷ Ἀπόλλωνι, μοῖραν καὶ Πινδάρῳ τὴν ἴσην ἁπάντων νέμειν.
すでにギリシア全土で名を馳せていた彼を、さらに大きな名声へと高めたのは、デルポイの人々に、彼らがアポロンに捧げるすべての初物のうちから、ピンダロスにもそれらすべてと同等の分け前を与えるようにと告げたピュティアの神託であった。
λέγεται δὲ καὶ ὀνείρατος ὄψιν αὐτῷ γενέσθαι προήκοντι ἐς γῆρας·
また、彼が老境に達したとき、夢の告げがあったと言われている。
ἐπιστᾶσα ἡ Περσεφόνη οἱ καθεύδοντι οὐκ ἔφασκεν ὑμνηθῆναι μόνη θεῶν ὑπὸ Πινδάρου, ποιήσειν μέντοι καὶ ἐς αὐτὴν ᾆσμα Πίνδαρον ἐλθόντα ὡς αὐτήν.
ペルセポネーが眠っている彼の傍らに立ち、自分は神々のうちで唯一ピンダロスによって賛歌を歌われなかったが、ピンダロスが彼女のもとへ行ったときには自分のためにも歌を作るだろう、と言った。
§9.23.4τὸν μὲν αὐτίκα τὸ χρεὼν ἐπιλαμβάνει πρὶν ἐξήκειν ἡμέραν δεκάτην ἀπὸ τοῦ ὀνείρατος, ἦν δὲ ἐν Θήβαις γυνὴ πρεσβῦτις γένους ἕνεκα προσήκουσα Πινδάρῳ καὶ τὰ πολλὰ μεμελετηκυῖα ᾄδειν τῶν ᾀσμάτων·
その夢から10日も経たないうちに彼に死が訪れたが、テーバイに、血筋においてピンダロスの親戚であり、彼の歌を多く歌い慣れている老女がいた。
ταύτῃ Πίνδαρος ἐνύπνιον τῇ πρεσβύτιδι ἐπιστὰς ὕμνον ᾖσεν ἐς Περσεφόνην, ἡ δὲ αὐτίκα ὡς ἀπέλιπεν αὐτὴν ὁ ὕπνος, ἔγραψε ταῦτα ὁπόσα τοῦ ὀνείρατος ἤκουσεν ᾄδοντος.
この老女の夢枕にピンダロスが立ち、ペルセポネーへの賛歌を歌った。 老女は眠りから覚めるとすぐに、夢の中で歌うのを聞いたそのすべてを書き留めた。
ἐν τούτῳ τῷ ᾄσματι ἄλλαι τε ἐς τὸν Ἅιδην εἰσὶν ἐπικλήσεις καὶ ὁ χρυσήνιος, δῆλα ὡς ἐπὶ τῆς Κόρης τῇ ἁρπαγῇ.
この歌の中には、ハデスへの他の呼び名のほかに「黄金の手綱の」という言葉があり、これは明らかにコレーの略奪に言及したものである。
§9.23.5ἐντεῦθεν ἐς Ἀκραίφνιόν ἐστιν ὁδὸς τὰ πλείω πεδιάς.
ここからアクライプニオンへは、大部分が平坦な道である。
εἶναι δὲ ἐξ ἀρχῆς τε μοῖραν τῆς Θηβαΐδος τὴν πόλιν φασὶ καὶ ὕστερον διαπεσόντας Θηβαίων ἐς αὐτὴν ἄνδρας εὕρισκον, ἡνίκα Ἀλέξανδρος ἐποίει τὰς Θήβας ἀναστάτους·
この町は最初からテーバイ領の一部であったが、後にアレクサンドロスがテーバイを破壊したとき、そこへ逃れてきたテーバイ人たちを人々は見出した。
ὑπὸ δὲ ἀσθενείας καὶ γήρως οὐδὲ ἐς τὴν Ἀττικὴν ἀποσωθῆναι δυνηθέντες ἐνταῦθα ᾤκησαν.
彼らは衰弱と高齢のためにアッティカまで逃げ延びることができず、そこに住み着いたのである。
κεῖται μὲν τὸ πόλισμα ἐν ὄρει τῷ Πτώῳ, θέας δὲ ἄξια ἐνταῦθα Διονύσου ναός ἐστι καὶ ἄγαλμα.
この町はプトゥーオン山に位置しており、見応えのあるものとしては、ディオニュソスの神殿と像がある。
§9.23.6προελθόντι δὲ ἀπὸ τῆς πόλεως ἐν δεξιᾷ πέντε που καὶ δέκα σταδίους τοῦ Ἀπόλλωνός ἐστι τοῦ Πτώου τὸ ἱερόν.
町から進んで右側に約15スタディオンのところにプトゥーオス・アポロンの聖域がある。
εἶναι δὲ Ἀθάμαντος καὶ Θεμιστοῦς παῖδα τὸν Πτῶον, ἀφʼ οὗ τῷ τε Ἀπόλλωνι ἐπίκλησις καὶ τῷ ὄρει τὸ ὄνομα ἐγένετο, Ἄσιος ἐν τοῖς ἔπεσιν εἴρηκε.
プトゥーオスはアタマスとテミストーの子であり、彼にちなんでアポロンの別名と山の名前がついたと、アシオスは叙事詩の中で述べている。
πρὸ δὲ τῆς Ἀλεξάνδρου καὶ Μακεδόνων ἐπιστρατείας καὶ ὀλέθρου τοῦ Θηβαίων μαντεῖον ἦν αὐτόθι ἀψευδές·
アレクサンドロスとマケドニア軍の遠征およびテーバイの破滅の前には、そこには欺きのない神託所があった。
καί ποτε ἄνδρα Εὐρωπέα—ὄνομα δέ οἱ εἶναι Μῦν—, τοῦτον ἀποσταλέντα ὑπὸ Μαρδονίου τὸν Μῦν ἐπερέσθαι τε φωνῇ τῇ σφετέρᾳ καί οἱ χρῆσαι τὸν θεόν, οὐχ ἑλληνίσαντα οὐδὲ αὐτόν, διαλέκτῳ τῇ Καρικῇ.
かつて、マルドニオスによって派遣されたエウローポス出身の男――名はミュスという――が、自らの言語で神託を尋ねたところ、神もまたギリシア語ではなくカリア語で彼に答えた。
§9.23.7ὑπερβαλόντων δὲ τὸ ὄρος τὸ Πτῶον ἔστιν ἐπὶ θαλάσσης Βοιωτῶν πόλις Λάρυμνα, γενέσθαι δὲ αὐτῇ τὸ ὄνομά φασιν ἀπὸ Λαρύμνης τῆς Κύνου·
プトゥーオン山を越えると、海辺にボイオティア人の都市ラリュムナがある。 その名前はキュノスの娘ラリュムナに由来すると言われている。
τοὺς δὲ ἀνωτέρω προγόνους δηλώσει μοι τὰ ἔχοντα ἐς Λοκροὺς τοῦ λόγου.
さらに古い祖先については、ロクリス人に関する記述で明らかにする。
καὶ συνετέλει δὲ ἐς Ὀποῦντα ἡ Λάρυμνα τὸ ἀρχαῖον· Θηβαίων δὲ ἐπὶ μέγα ἰσχύος προελθόντων, τηνικαῦτα ἑκουσίως μετετάξαντο ἐς Βοιωτούς.
ラリュムナは古くはオプースに属していたが、テーバイの勢力が非常に強大になったとき、彼らは自発的にボイオティアに所属を移した。
Διονύσου δὲ ἐνταῦθα ναὸς καὶ ἄγαλμα ὀρθὸν πεποίηται.
ここにはディオニュソスの神殿と直立した像が造られている。
λιμὴν δέ σφισίν ἐστιν ἀγχιβαθής, καὶ τὰ ὄρη τὰ ὑπὲρ τὴν πόλιν ὑῶν παρέχεται θήραν ἀγρίων.
彼らの港は岸近くから深く、町の上にある山々は野生の猪の狩猟地を提供している。

語釈・文法注

  1. §9.23.1κατὰ ταὐτὰ τῷ τε ἐν Ὀλυμπίᾳ καὶ τῷ Ἐπιδαυρίων γῆς χῶμα — κατὰ ταὐτὰ τῷ...(〜と同じように)という構文。τῷ ἐν Ὀλυμπίᾳ(オリンピアにある競技場)と τῷ Ἐπιδαυρίων γῆς χῶμα(エピダウロス地方の土の盛土、土塁)が並置されており、エピダウロスの競技場が土を盛り上げた(χῶμα)構造であったことを示している。
  2. §9.23.3ὁπόσων ἀπήρχοντο — 動詞 ἀπάρχομαι(初物を捧げる)は、捧げられる物の属格を支配する。ここでは関係代名詞 ὁπόσων が属格になり、先行詞である属格 ἁπάντων と一致、あるいは同格のように機能している。「彼らがアポロンに捧げるすべての初物のうちから」の意。
  3. §9.23.6ἐπερέσθαι τε ... καί οἱ χρῆσαι τὸν θεόν — 伝聞(前文の ἦν からの連なり、あるいは全体の λέγεται の支配下)に基づく対格不定詞句(AcI)。前半の ἐπερέσθαι の主語は対格 ἄνδρα... τοῦτον... τὸν Μῦν、後半の χρῆσαι の主語は τὸν θεόν である。分詞 οὐχ ἑλληνίσαντα οὐδὲ αὐτόν は対格の τὸν θεόν に一致し、「神自身もギリシア語を使わずに」を意味する。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §9.23.1-9.23.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.23.1-9.23.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。