§9.22.1ἐν Τανάγρᾳ δὲ παρὰ τὸ ἱερὸν τοῦ Διονύσου Θέμιδός ἐστιν, ὁ δὲ Ἀφροδίτης, καὶ ὁ τρίτος τῶν ναῶν Ἀπόλλωνος, ὁμοῦ δὲ αὐτῷ Ἄρτεμίς τε καὶ Λητώ. ἐς δὲ τοῦ Ἑρμοῦ τὰ ἱερὰ τοῦ τε Κριοφόρου καὶ ὃν Πρόμαχον καλοῦσι, τοῦ μὲν ἐς τὴν ἐπίκλησιν λέγουσιν ὡς ὁ Ἑρμῆς σφισιν ἀποτρέψαι νόσον λοιμώδη περὶ τὸ τεῖχος κριὸν περιενεγκών, καὶ ἐπὶ τούτῳ Κάλαμις ἐποίησεν ἄγαλμα Ἑρμοῦ φέροντα κριὸν ἐπὶ τῶν ὤμων· ὃς δʼ ἂν εἶναι τῶν ἐφήβων προκριθῇ τὸ εἶδος κάλλιστος, οὗτος ἐν τοῦ Ἑρμοῦ τῇ ἑορτῇ περίεισιν ἐν κύκλῳ τὸ τεῖχος ἔχων ἄρνα ἐπὶ τῶν ὤμων· §9.22.2τὸν δὲ Ἑρμῆν λέγουσι τὸν Πρόμαχον Ἐρετριέων ναυσὶν ἐξ Εὐβοίας ἐς τὴν Ταναγραίαν σχόντων τούς τε ἐφήβους ἐξαγαγεῖν ἐπὶ τὴν μάχην καὶ αὐτὸν ὅτε ἔφηβον στλεγγίδι ἀμυνόμενον μάλιστα ἐργάσασθαι τῶν Εὐβοέων τροπήν. κεῖται δὲ ἐν τοῦ Προμάχου τῷ ἱερῷ τῆς ἀνδράχνου τὸ ὑπόλοιπον· τραφῆναι δὲ ὑπὸ τῷ δένδρῳ τὸν Ἑρμῆν τούτῳ νομίζουσιν. οὐ πόρρω δὲ θέατρόν τε καὶ πρὸς αὐτῷ στοὰ πεποίηται. εὖ δέ μοι Ταναγραῖοι νομίσαι τὰ ἐς τοὺς θεοὺς μάλιστα δοκοῦσιν Ἑλλήνων· χωρὶς μὲν γὰρ αἱ οἰκίαι σφίσι, χωρὶς δὲ τὰ ἱερὰ ὑπὲρ αὐτὰς ἐν καθαρῷ τέ ἐστι καὶ ἐκτὸς ἀνθρώπων. §9.22.3Κορίννης δέ, ἣ μόνη δὴ ἐν Τανάγρᾳ ᾄσματα ἐποίησε, ταύτης ἔστι μὲν μνῆμα ἐν περιφανεῖ τῆς πόλεως, ἔστι δὲ ἐν τῷ γυμνασίῳ γραφή, ταινίᾳ τὴν κεφαλὴν ἡ Κόριννα ἀναδουμένη τῆς νίκης ἕνεκα ἣν Πίνδαρον ᾄσματι ἐνίκησεν ἐν Θήβαις. φαίνεται δέ μοι νικῆσαι τῆς διαλέκτου τε ἕνεκα, ὅτι ᾖδεν οὐ τῇ φωνῇ τῇ Δωρίδι ὥσπερ ὁ Πίνδαρος ἀλλὰ ὁποίᾳ συνήσειν ἔμελλον Αἰολεῖς, καὶ ὅτι ἦν γυναικῶν τότε δὴ καλλίστη τὸ εἶδος, εἴ τι τῇ εἰκόνι δεῖ τεκμαίρεσθαι. §9.22.4ἔστι δὲ καὶ γένη δύο ἐνταῦθα ἀλεκτρυόνων, οἵ τε μάχιμοι καὶ οἱ κόσσυφοι καλούμενοι. τούτων τῶν κοσσύφων μέγεθος μὲν κατὰ τοὺς Λυδούς ἐστιν ὄρνιθας, χρόα δὲ ἐμφερὴς κόρακι, κάλλαια δὲ καὶ ὁ λόφος κατὰ ἀνεμώνην μάλιστα· λευκὰ δὲ σημεῖα οὐ μεγάλα ἐπί τε ἄκρῳ τῷ ῥάμφει καὶ ἐπὶ ἄκρας ἔχουσι τῆς οὐρᾶς. §9.22.5οὗτοι μὲν τοιοῦτο παρέχονται τὸ εἶδος, τῆς δὲ Βοιωτίας τὰ ἐν ἀριστερᾷ τοῦ Εὐρίπου Μεσσάπιον ὄρος καλούμενον καὶ ὑπʼ αὐτῷ Βοιωτῶν ἐπὶ θαλάσσης πόλις ἐστὶν Ἀνθηδών· γενέσθαι δὲ τῇ πόλει τὸ ὄνομα οἱ μὲν ἀπὸ Ἀνθηδόνος νύμφης, οἱ δὲ Ἄνθαν δυναστεῦσαι λέγουσιν ἐνταῦθα, Ποσειδῶνός τε παῖδα καὶ Ἀλκυόνης τῆς Ἄτλαντος. Ἀνθηδονίοις δὲ μάλιστά που κατὰ μέσον τῆς πόλεως Καβείρων ἱερὸν καὶ ἄλσος περὶ αὐτό ἐστι, πλησίον δὲ Δήμητρος καὶ τῆς παιδὸς ναὸς καὶ ἀγάλματα λίθου λευκοῦ· §9.22.6Διονύσου τε ἱερὸν πεποίηται καὶ ἄγαλμα πρὸ τῆς πόλεως κατὰ τὸ ἐς τὴν ἤπειρον. ἐνταῦθά εἰσι μὲν τάφοι τῶν Ἰφιμεδείας καὶ Ἀλωέως παίδων· γενέσθαι δέ σφισι τοῦ βίου τὴν τελευτὴν ὑπὸ Ἀπόλλωνος κατὰ τὰ αὐτὰ Ὅμηρος πεποιήκασι καὶ Πίνδαρος, προστίθησι δὲ Πίνδαρος, ὡς ἐπιλάβοι τὸ χρεὼν αὐτοὺς ἐν Νάξῳ τῇ ὑπὲρ Πάρου κειμένῃ. τούτων τε δή ἐστι τῇ Ἀνθηδόνι μνήματα καὶ ἐπὶ τῇ θαλάσσῃ καλούμενον Γλαύκου πήδημα· §9.22.7εἶναι δὲ αὐτὸν ἁλιέα, καὶ ἐπεὶ τῆς πόας ἔφαγε, δαίμονα ἐν θαλάσσῃ γενέσθαι καὶ ἀνθρώποις τὰ ἐσόμενα ἐς τόδε προλέγειν οἵ τε ἄλλοι πιστὰ ἥγηνται καὶ οἱ τὴν θάλασσαν πλέοντες πλεῖστα ἀνθρώπων ἐς τὴν Γλαύκου μαντικὴν κατὰ ἔτος ἕκαστον λέγουσι. Πινδάρῳ δὲ καὶ Αἰσχύλῳ πυνθανομένοις παρὰ Ἀνθηδονίων, τῷ μὲν οὐκ ἐπὶ πολὺ ἐπῆλθεν ᾆσαι τὰ ἐς Γλαῦκον, Αἰσχύλῳ δὲ καὶ ἐς ποίησιν δράματος ἐξήρκεσε.
タナグラでは、ディオニュソスの聖域の隣にテミスの聖域があり、もう一つはアプロディテの、そして三番目の神殿はアポロンのもので、彼とともにアルテミスとレトがいる。「牡羊を担ぐ者」および「プロマコス(前線で戦う者)」と呼ばれるヘルメスの聖域について言えば、前者の異名については、ヘルメスが牡羊を肩に担いで城壁の周りを巡ることで彼らから疫病を追い払ったからだと言われており、このためにカラミスは牡羊を肩に担ぐヘルメスの像を制作した。そして、青年たちの中で容姿が最も美しいと選ばれた者が、ヘルメスの祭りの日に、子羊を肩に担いで城壁の周りを円を描いて巡るのである。また「プロマコス」ヘルメスについては、エウボイアからエレトリア人が船でタナグラの領土に押し寄せた際、彼が青年たちを率いて戦いへと赴き、自身も当時は青年でありながら、肌掻きで身を守りつつ戦い、エウボイア人を敗走させる最大の功績を立てたと言われている。プロマコスの聖域には、イチゴノキの残骸が置かれている。彼らはヘルメスがこの樹の下で育てられたと信じている。そこから遠くないところに劇場が建てられており、その隣には柱廊がある。タナグラ人は、ギリシア人の中で神々に関する事柄を最も見事に制度化したように私には思われる。というのも、彼らの住居は別個にあり、聖域はそれらの上方、清浄で人々から離れた場所に別個にあるからである。タナグラで唯一詩を作ったコリンナについては、市内の目立つ場所に彼女の記念碑があり、また体育館には、テーバイでの歌の競い合いでピンダロスに勝利したため、頭に帯を結んでいるコリンナの絵がある。彼女が勝利した理由は、私には、一つにはその方言のためであると思われる。彼女はピンダロスのようにドリス方言で歌うのではなく、アイオリス人が理解できるような言葉で歌ったからである。そしてもう一つは、肖像画から判断するに、彼女が当時の女性の中で最も容姿が美しかったからであろう。ここにはまた二種類の鶏がおり、闘鶏用と呼ばれるものと、クロウタドリと呼ばれるものである。これらクロウタドリ鶏の大きさはリュディアの鳥と同じくらいで、色はカラスに似ており、肉垂と冠はアネモネの花に最もよく似ている。嘴の先端と尾の先端には、小さな白い斑点がある。これらはこのような姿をしている。ボイオティアのうち、エウリポス海峡 of の左側にはメッサピオンと呼ばれる山があり、その麓の海沿いにボイオティア人の都市アンテドンがある。この都市の名について、ある者はニンフのアンテドンに由来すると言い、またある者は、ポセイドンとアトラスの娘アルキュオネの子であるアンタスがここを支配したからだと言う。アンテドン人にとっては、都市のほぼ中央にカベイロイの聖域とその周囲の聖林があり、その近くにはデメテルとその娘の神殿、および白石の像がある。また、内陸へと向かう方向の都市の手前に、ディオニュソスの聖域と像が造られている。ここにはイピメデイアとアロエウスの子らの墓がある。彼らの生涯の終わりがアポロンによってもたらされたことは、ホメロスもピンダロスも同様に詩に書いているが、ピンダロスは、彼らがパロスの先にあるナクソス島で運命を迎えたと付け加えている。アンテドンにはこれら人々の記念碑があり、また海辺には「グラウコスの飛び降り処」と呼ばれる場所がある。彼は漁師であったが、ある草を食べたことで海の神となり、今日に至るまで人々に未来に起こることを予言していると言われており、他の人々もこれを信頼できるものと考えているが、海を航海する人々は毎年、グラウコスの予言について誰よりも多くを語る。ピンダロスとアイスキュロスはアンテドンの人々から聞いて知ったが、前者にとってはグラウコスに関する事柄を長く歌うことはなかったのに対し、アイスキュロスにとっては戯曲を制作するのに十分な素材となった。