§9.23.1Θηβαίοις δὲ πρὸ τῶν πυλῶν ἐστι τῶν Προιτίδων καὶ τὸ Ἰολάου καλούμενον γυμνάσιον καὶ στάδιον κατὰ ταὐτὰ τῷ τε ἐν Ὀλυμπίᾳ καὶ τῷ Ἐπιδαυρίων γῆς χῶμα· ἐνταῦθα δείκνυται καὶ ἡρῷον Ἰολάου.
在底比斯人的普罗伊提得斯门前,有被称为伊奥拉奥斯的体育馆,以及一座与奥林匹亚的竞技场和埃皮达夫鲁斯土地上的土垒以相同方式建造的竞技场;在那里还展示着伊奥拉奥斯的英雄冢。
τελευτῆσαι δὲ ἐν Σαρδοῖ τόν τε Ἰόλαον αὐτὸν καὶ Ἀθηναίων καὶ Θεσπιέων τοὺς συνδιαβάντας ὁμολογοῦσι καὶ οἱ Θηβαῖοι.
关于伊奥拉奥斯本人以及与他一同渡海的雅典人和特斯皮埃人在撒丁岛去世一事,底比斯人也是赞同的。
§9.23.2ὑπερβάντι δὲ τοῦ σταδίου τὰ ἐν δεξιᾷ δρόμος ἵππων καὶ ἐν αὐτῷ Πινδάρου μνῆμά ἐστι.
越过竞技场,在右侧有一座赛马场,其中有品达的坟墓。
Πίνδαρον δὲ ἡλικίαν ὄντα νεανίσκον καὶ ἰόντα ἐς Θεσπιὰς ὥρᾳ καύματος περὶ μεσοῦσαν μάλιστα ἡμέραν κόπος καὶ ὕπνος ἀπʼ αὐτοῦ κατελάμβανεν·
当品达还是个年轻人的时候,在炎热的季节约莫正午时分前往特斯皮埃,疲劳和由此而来的睡意袭击了他。
ὁ μὲν δὴ ὡς εἷχε κατακλίνεται βραχὺ ὑπὲρ τῆς ὁδοῦ, μέλισσαι δὲ αὐτῷ καθεύδοντι προσεπέτοντό τε καὶ ἔπλασσον πρὸς τὰ χείλη τοῦ κηροῦ.
他就在道路上方不远处照原样躺下,当他睡着时,蜜蜂飞到他身边,将蜂蜡涂在他的嘴唇上。
§9.23.3ἀρχὴ μὲν Πινδάρῳ ποιεῖν ᾄσματα ἐγένετο τοιαύτη·
品达开始创作诗歌的契机便是如此。
εὐδοκιμοῦντα δὲ αὐτὸν ἤδη ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ἐς πλέον δόξης ἦρεν ἡ Πυθία ἀνειποῦσα Δελφοῖς, ὁπόσων ἀπήρχοντο τῷ Ἀπόλλωνι, μοῖραν καὶ Πινδάρῳ τὴν ἴσην ἁπάντων νέμειν.
当他在全希腊已经享有盛誉时,皮提亚通过向德尔斐人宣布,在他们献给阿波罗的所有初物中,也分给品达同样的一份,从而将他提升到了更高的声誉。
λέγεται δὲ καὶ ὀνείρατος ὄψιν αὐτῷ γενέσθαι προήκοντι ἐς γῆρας·
据说在他迈入晚年时,他曾做过一个梦。
ἐπιστᾶσα ἡ Περσεφόνη οἱ καθεύδοντι οὐκ ἔφασκεν ὑμνηθῆναι μόνη θεῶν ὑπὸ Πινδάρου, ποιήσειν μέντοι καὶ ἐς αὐτὴν ᾆσμα Πίνδαρον ἐλθόντα ὡς αὐτήν.
珀耳塞福涅站在睡着的他身旁,说在众神中唯独她没有被品达歌颂,但当品达来到她那里时,必定也会为她创作一首诗歌。
§9.23.4τὸν μὲν αὐτίκα τὸ χρεὼν ἐπιλαμβάνει πρὶν ἐξήκειν ἡμέραν δεκάτην ἀπὸ τοῦ ὀνείρατος, ἦν δὲ ἐν Θήβαις γυνὴ πρεσβῦτις γένους ἕνεκα προσήκουσα Πινδάρῳ καὶ τὰ πολλὰ μεμελετηκυῖα ᾄδειν τῶν ᾀσμάτων·
在梦后不到第十天,命运便降临到他身上。 在底比斯有一位老妇人,按出身是品达的亲戚,并且常常练习演唱他的诗歌。
ταύτῃ Πίνδαρος ἐνύπνιον τῇ πρεσβύτιδι ἐπιστὰς ὕμνον ᾖσεν ἐς Περσεφόνην, ἡ δὲ αὐτίκα ὡς ἀπέλιπεν αὐτὴν ὁ ὕπνος, ἔγραψε ταῦτα ὁπόσα τοῦ ὀνείρατος ἤκουσεν ᾄδοντος.
品达在梦中站在这位老妇人身旁,唱了一首献给珀耳塞福涅的赞歌。 老妇人一从梦中醒来,就写下了她在梦中听到他所唱的全部内容。
ἐν τούτῳ τῷ ᾄσματι ἄλλαι τε ἐς τὸν Ἅιδην εἰσὶν ἐπικλήσεις καὶ ὁ χρυσήνιος, δῆλα ὡς ἐπὶ τῆς Κόρης τῇ ἁρπαγῇ.
在这首诗中,除了对哈得斯的其他称呼外,还有“金缰绳的”这一称呼,这显然是指科瑞被劫持一事。
§9.23.5ἐντεῦθεν ἐς Ἀκραίφνιόν ἐστιν ὁδὸς τὰ πλείω πεδιάς.
从这里到阿克赖夫尼翁的路大部分是平原。
εἶναι δὲ ἐξ ἀρχῆς τε μοῖραν τῆς Θηβαΐδος τὴν πόλιν φασὶ καὶ ὕστερον διαπεσόντας Θηβαίων ἐς αὐτὴν ἄνδρας εὕρισκον, ἡνίκα Ἀλέξανδρος ἐποίει τὰς Θήβας ἀναστάτους·
人们说,这座城市自古就是底比斯领土的一部分,后来在亚历山大毁灭底比斯时,人们发现逃到那里的底比斯人。
ὑπὸ δὲ ἀσθενείας καὶ γήρως οὐδὲ ἐς τὴν Ἀττικὴν ἀποσωθῆναι δυνηθέντες ἐνταῦθα ᾤκησαν.
由于虚弱和年老,他们甚至无法安全逃到阿提卡,于是便在那里定居下来。
κεῖται μὲν τὸ πόλισμα ἐν ὄρει τῷ Πτώῳ, θέας δὲ ἄξια ἐνταῦθα Διονύσου ναός ἐστι καὶ ἄγαλμα.
这座小城坐落在普托翁山上,那里值得一看的是迪奥尼索斯的神庙和雕像。
§9.23.6προελθόντι δὲ ἀπὸ τῆς πόλεως ἐν δεξιᾷ πέντε που καὶ δέκα σταδίους τοῦ Ἀπόλλωνός ἐστι τοῦ Πτώου τὸ ἱερόν.
从城里往前走,在右侧约十五希腊里处是普托斯·阿波罗的神庙。
εἶναι δὲ Ἀθάμαντος καὶ Θεμιστοῦς παῖδα τὸν Πτῶον, ἀφʼ οὗ τῷ τε Ἀπόλλωνι ἐπίκλησις καὶ τῷ ὄρει τὸ ὄνομα ἐγένετο, Ἄσιος ἐν τοῖς ἔπεσιν εἴρηκε.
阿西奥斯在叙事诗中说,普托斯是阿塔马斯和忒弥斯托的儿子,阿波罗的称号和山的名字皆得自于他。
πρὸ δὲ τῆς Ἀλεξάνδρου καὶ Μακεδόνων ἐπιστρατείας καὶ ὀλέθρου τοῦ Θηβαίων μαντεῖον ἦν αὐτόθι ἀψευδές· καί ποτε ἄνδρα Εὐρωπέα—ὄνομα δέ οἱ εἶναι Μῦν—, τοῦτον ἀποσταλέντα ὑπὸ Μαρδονίου τὸν Μῦν ἐπερέσθαι τε φωνῇ τῇ σφετέρᾳ καί οἱ χρῆσαι τὸν θεόν, οὐχ ἑλληνίσαντα οὐδὲ αὐτόν, διαλέκτῳ τῇ Καρικῇ.
在亚历山大与马其顿人远征以及底比斯人灭亡之前,那里曾有一个不虚假的显灵神托所;有一次,一个来自欧罗波斯的人——他的名字叫缪斯——这个缪斯被马多尼乌斯派来,用他自己的语言向神托所提问,神也回答了他,神自己也没有用希腊语,而是用卡里亚方言。
§9.23.7ὑπερβαλόντων δὲ τὸ ὄρος τὸ Πτῶον ἔστιν ἐπὶ θαλάσσης Βοιωτῶν πόλις Λάρυμνα, γενέσθαι δὲ αὐτῇ τὸ ὄνομά φασιν ἀπὸ Λαρύμνης τῆς Κύνου· τοὺς δὲ ἀνωτέρω προγόνους δηλώσει μοι τὰ ἔχοντα ἐς Λοκροὺς τοῦ λόγου.
越过普托翁山,在海边有一座波奥蒂亚人的城市拉里姆纳,人们说它的名字得自库诺斯之女拉里姆纳;至于她更古老的祖先,我关于洛克里斯人的叙述将会表明。
καὶ συνετέλει δὲ ἐς Ὀποῦντα ἡ Λάρυμνα τὸ ἀρχαῖον· Θηβαίων δὲ ἐπὶ μέγα ἰσχύος προελθόντων, τηνικαῦτα ἑκουσίως μετετάξαντο ἐς Βοιωτούς.
拉里姆纳自古也向奥普斯纳税(属于奥普斯联盟);但当底比斯人力量变得极其强大时,他们当时便自愿改投波奥蒂亚人。
Διονύσου δὲ ἐνταῦθα ναὸς καὶ ἄγαλμα ὀρθὸν πεποίηται.
这里建有迪奥尼索斯的神庙和直立雕像。
λιμὴν δέ σφισίν ἐστιν ἀγχιβαθής, καὶ τὰ ὄρη τὰ ὑπὲρ τὴν πόλιν ὑῶν παρέχεται θήραν ἀγρίων.
他们的港口靠岸即深,城市上方的山峦提供了捕猎野猪的场所。