§9.21.1εἶδον δὲ καὶ ἄλλον Τρίτωνα ἐν τοῖς Ῥωμαίων θαύμασι, μεγέθει τοῦ παρὰ Ταναγραίοις ἀποδέοντα.
私はまた、ローマの驚異の中で、タナグラ人のものより大きさにおいて劣る別のトリトンを見た。
παρέχονται δὲ ἰδέαν οἱ Τρίτωνες·
トリトンたちは次のような姿をしている。
ἔχουσιν ἐπὶ τῇ κεφαλῇ κόμην οἷα τὰ βατράχια τὰ ἐν ταῖς λίμναις χρόαν τε καὶ ὅτι τῶν τριχῶν οὐκ ἂν ἀποκρίναις μίαν ἀπὸ τῶν ἄλλων, τὸ δὲ λοιπὸν σῶμα φολίδι λεπτῇ πέφρικέ σφισι κατὰ ἰχθὺν ῥίνην.
頭には、池に住む蛙のような髪(色合いにおいても、また一本の髪を他から区別できないという点においても)があり、体の残りの部分は鱏のような細かい鱗で覆われている。
βράγχια δὲ ὑπὸ τοῖς ὠσὶν ἔχουσι καὶ ῥῖνα ἀνθρώπου, στόμα δὲ εὐρύτερον καὶ ὀδόντας θηρίου·
耳の下に鰓があり、人間の鼻、それから広い口と野獣の歯を持つ。
τὰ δὲ ὄμματα ἐμοὶ δοκεῖν γλαυκὰ καὶ χεῖρές εἰσιν αὐτοῖς καὶ δάκτυλοι καὶ ὄνυχες τοῖς ἐπιθέμασιν ἐμφερεῖς τῶν κόχλων·
目は、私の見るところ青灰色で、彼らには手と指があり、爪は貝の蓋に似ている。
ὑπὸ δὲ τὸ στέρνον καὶ τὴν γαστέρα οὐρά σφισιν ἀντὶ ποδῶν οἵα περ τοῖς δελφῖσίν ἐστιν.
胸と腹の下には、足の代わりにイルカのような尾がある。
§9.21.2εἶδον δὲ καὶ ταύρους τούς τε Αἰθιοπικούς, οὓς ἐπὶ τῷ συμβεβηκότι ὀνομάζουσι ῥινόκερως, ὅτι σφίσιν ἐπʼ ἄκρᾳ τῇ ῥινὶ ἓν ἑκάστῳ κέρας καὶ ἄλλο ὑπὲρ αὐτὸ οὐ μέγα, ἐπὶ δὲ τῆς κεφαλῆς οὐδὲ ἀρχὴν κέρατά ἐστι, καὶ τοὺς ἐκ Παιόνων—οὗτοι δὲ οἱ ἐκ Παιόνων ἔς τε τὸ ἄλλο σῶμα δασεῖς καὶ ἀμφὶ τὸ στέρνον μάλιστά εἰσι καὶ τὴν γένυν—καμήλους τε Ἰνδικὰς χρῶμα εἰκασμένας παρδάλεσιν.
私はまた、エチオピアの牡牛を見た。 これはその特徴からライノケロスと呼ばれている。 なぜなら、鼻の先それぞれに一本の角があり、その上にもう一つ大きくない角があるが、頭にはそもそも角が全くないからである。 またパイオニアの牡牛も見た。 このパイオニアの牡牛は、体の他の部分も毛深く、特に胸と顎のあたりがそうである。 そして、ヒョウに似た色合いのインドのラクダも見た。
§9.21.3ἔστι δὲ ἄλκη καλούμενον θηρίον, εἶδος μὲν ἐλάφου καὶ καμήλου μεταξύ, γίνεται δὲ ἐν τῇ Κελτῶν γῇ.
また、アルケと呼ばれる獣がいる。 これは姿が鹿とラクダの中間であり、ケルト人の土地に産する。
θηρίων δὲ ὧν ἴσμεν μόνην ἀνιχνεῦσαι καὶ προϊδεῖν οὐκ ἔστιν ἀνθρώπῳ, σταλεῖσι δὲ ἐς ἄγραν ἄλλων καὶ τήνδε ἐς χεῖρά ποτε δαίμων ἄγει·
私たちが知っている獣の中で、人間が追跡したりあらかじめ見つけたりすることができない唯一の獣であり、他の狩りに出かけた者たちに、神がいつかこの獣をも手の中に導き入れるのである。
ὀσφρᾶται μὲν γὰρ ἀνθρώπου καὶ πολὺ ἔτι ἀπέχουσα, ὥς φασι, καταδύεται δὲ ἐς φάραγγας καὶ σπήλαια τὰ βαθύτατα.
なぜなら、言われているところによれば、それはまだ遠く離れているうちから人間の匂いを嗅ぎつけ、最も深い渓谷や洞窟の中に潜り込んでしまうからである。
οἱ θηρεύοντες οὖν, ὁπότε ἐπὶ βραχύτατον, σταδίων τὴν πεδιάδα χιλίων ἢ καὶ ὄρος περιλαβόντες, τὸν κύκλον μὲν οὐκ ἔστιν ὅπως διαλύσουσιν, ἐπισυνιόντες δὲ ἀεὶ τὰ ἐντὸς γινόμενα τοῦ κύκλου πάντα αἱροῦσι τά τε ἄλλα καὶ τὰς ἄλκας·
それゆえ、狩人たちは、せいぜい1000スタディオンの平野あるいは山を取り囲むとき、その包囲の円を決して崩さないようにし、常に包囲を縮めながら円の内部にいるすべてのものを捕らえる。 それは他の獲物やアルケなどである。
εἰ δὲ μὴ τύχοι ταύτῃ φωλεύουσα, ἑτέρα γε ἄλκην ἑλεῖν ἐστιν οὐδεμία μηχανή.
しかし、もしそこに巣食っていなければ、アルケを捕らえるための他の手段は全くない。
§9.21.4θηρίον δὲ τὸ ἐν τῷ Κτησίου λόγῳ τῷ ἐς Ἰνδοὺς—μαρτιχόρα ὑπὸ τῶν Ἰνδῶν, ὑπὸ δὲ Ἑλλήνων φησὶν ἀνδροφάγον λελέχθαι—εἶναι πείθομαι τὸν τίγριν·
クテシアスのインドに関する記述にある野獣で、インド人にはマルティコラ、ギリシア人には「人食い」と言われていると彼が述べるものは、トラであると私は確信している。
ὀδόντας δὲ αὐτὸ τριστοίχους καθʼ ἑκατέραν τὴν γένυν καὶ κέντρα ἐπὶ ἄκρας ἔχειν τῆς οὐρᾶς, τούτοις δὲ τοῖς κέντροις ἐγγύθεν ἀμύνεσθαι καὶ ἀποπέμπειν ἐς τοὺς πορρωτέρω τοξότου ἀνδρὸς ὀιστῷ ἴσον, ταύτην οὐκ ἀληθῆ τὴν φήμην οἱ Ἰνδοὶ δέξασθαι δοκοῦσί μοι παρʼ ἀλλήλων ὑπὸ τοῦ ἄγαν ἐς τὸ θηρίον δείματος.
そして、それがそれぞれの顎に三列の歯を持ち、尾の先には棘があって、これらの棘によって間近では身を守り、より遠くにいる者に対しては弓を射る男の矢のように飛ばすという噂については、インド人たちがその獣に対する過度の恐れからお互いに受け入れた不真実なものであると私には思われる。
§9.21.5ἠπατήθησαν δὲ καὶ ἐς τὴν χρόαν αὐτοῦ, καὶ ὁπότε κατὰ τοῦ ἡλίου φανείη σφίσιν ὁ τίγρις τὴν αὐγήν, ἐρυθρός τʼ ἐδόκει καὶ ὁμόχρους ἢ ὑπὸ τῆς ὠκύτητος ἢ—εἰ μὴ θέοι— διὰ τὸ ἐν ταῖς ἐπιστροφαῖς συνεχές, ἄλλως τε καὶ οὐκ ἐγγύθεν γινομένης τῆς θέας.
また彼らはその色についてもだまされており、太陽の光に照らされてトラが彼らの前に現れたとき、その素早さのために、あるいは(走っていないとしても)身を翻すその連続した動きのために、とりわけ間近で観察されたわけではないこともあって、一様に赤色に見えたのである。
δοκῶ δέ, εἰ καὶ Λιβύης τις ἢ τῆς Ἰνδῶν ἢ Ἀράβων γῆς ἐπέρχοιτο τὰ ἔσχατα ἐθέλων θηρία ὁπόσα παρʼ Ἕλλησιν ἐξευρεῖν, τὰ μὲν οὐδὲ ἀρχὴν αὐτὸν εὑρήσειν, τὰ δὲ οὐ κατὰ ταὐτὰ ἔχειν φανεῖσθαί οἱ·
もし誰かが、ギリシア人の間で知られているあらゆる野獣を探し出そうと欲して、リビアやインド人あるいはアラビア人の土地の最果てを訪れたとしても、あるものはそもそも全く見つからず、またあるものは同じようには存在していないことが彼に明らかになるであろう、と私は思う。
§9.21.6οὐ γὰρ δὴ ἄνθρωπος μόνον ὁμοῦ τῷ ἀέρι καὶ τῇ γῇ διαφόροις οὖσι διάφορον κτᾶται καὶ τὸ εἶδος, ἀλλὰ καὶ τὰ λοιπὰ τὸ αὐτὸ ἂν πάσχοι τοῦτο, ἐπεὶ καὶ τὰ θηρία αἱ ἀσπίδες τοῦτο μὲν ἔχουσιν αἱ Λίβυσσαι παρὰ τὰς Αἰγυπτίας τὴν χρόαν, τοῦτο δὲ ἐν Αἰθιοπίᾳ μελαίνας τὰς ἀσπίδας οὐ μεῖον ἢ καὶ τοὺς ἀνθρώπους ἡ γῆ τρέφει.
なぜなら、人間だけが異なっている空気や土地に伴って異なる姿を獲得するだけでなく、他の動物もこれと同じ影響を受けるはずだからである。 実際、野獣であるリビアのコブラはエジプトのものとは異なる色をしているし、エチオピアでは、大地が黒い人々を育むのと劣らず黒いコブラを育んでいるのである。
οὕτω χρὴ πάντα τινὰ μήτε ἐπίδρομον τὴν γνώμην μήτε ἀπίστως ἔχειν ἐς τὰ σπανιώτερα, ἐπεί τοι καὶ ἐγὼ πτερωτοὺς ὄφεις οὐ θεασάμενος πείθομαι·
したがって、何事においても、人はあまりに性急な判断を下すべきでもなく、またより稀なものに対して疑い深くあるべきでもない。 というのも、私自身、翼のある蛇を見たことはないが、それを信じているからである。
πείθομαι δὲ ὅτι ἀνὴρ Φρὺξ ἤγαγεν ἐς Ἰωνίαν σκορπίον ταῖς ἀκρίσιν ὁμοιότατα πτερὰ ἔχοντα.
また、フリュギアの男がイオニアに、バッタに非常によく似た羽を持つサソリを連れてきたことも私は信じている。