Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.22.1-9.22.7

塔纳格拉的神庙与安特东的传说

第 388 段,共 465 段 · 希腊语

内容简介

记述了塔纳格拉的神庙布局、赫尔墨斯神庙的起源、女诗人科林娜的纪念碑,以及波奥蒂亚城市安特东的神庙和半神格劳克斯的传说。

§9.22.1ἐν Τανάγρᾳ δὲ παρὰ τὸ ἱερὸν τοῦ Διονύσου Θέμιδός ἐστιν, ὁ δὲ Ἀφροδίτης, καὶ ὁ τρίτος τῶν ναῶν Ἀπόλλωνος, ὁμοῦ δὲ αὐτῷ Ἄρτεμίς τε καὶ Λητώ.
在塔纳格拉,在迪奥尼索斯神庙旁有忒弥斯神庙,另一个是阿佛洛狄忒的,第三个神庙则是阿波罗的,与他在一起的还有阿尔忒弥斯和勒托。
ἐς δὲ τοῦ Ἑρμοῦ τὰ ἱερὰ τοῦ τε Κριοφόρου καὶ ὃν Πρόμαχον καλοῦσι, τοῦ μὲν ἐς τὴν ἐπίκλησιν λέγουσιν ὡς ὁ Ἑρμῆς σφισιν ἀποτρέψαι νόσον λοιμώδη περὶ τὸ τεῖχος κριὸν περιενεγκών, καὶ ἐπὶ τούτῳ Κάλαμις ἐποίησεν ἄγαλμα Ἑρμοῦ φέροντα κριὸν ἐπὶ τῶν ὤμων·
至于赫尔墨斯的神庙——即“携羊者”神庙和人们称为“前线战士”的神庙,关于前者的称号,人们说是因为赫尔墨斯曾怀抱一只公羊绕城墙行走,从而为他们驱散了瘟疫;为此卡拉米斯雕刻了一尊肩负公羊的赫尔墨斯像。
ὃς δʼ ἂν εἶναι τῶν ἐφήβων προκριθῇ τὸ εἶδος κάλλιστος, οὗτος ἐν τοῦ Ἑρμοῦ τῇ ἑορτῇ περίεισιν ἐν κύκλῳ τὸ τεῖχος ἔχων ἄρνα ἐπὶ τῶν ὤμων·
凡是在青年中被选为容貌最美的人,就在赫尔墨斯的节日里肩负着羔羊绕城墙巡行一周。
§9.22.2τὸν δὲ Ἑρμῆν λέγουσι τὸν Πρόμαχον Ἐρετριέων ναυσὶν ἐξ Εὐβοίας ἐς τὴν Ταναγραίαν σχόντων τούς τε ἐφήβους ἐξαγαγεῖν ἐπὶ τὴν μάχην καὶ αὐτὸν ὅτε ἔφηβον στλεγγίδι ἀμυνόμενον μάλιστα ἐργάσασθαι τῶν Εὐβοέων τροπήν.
关于被称为“前线战士”的赫尔墨斯,人们说,当埃雷特里亚人驾船从欧波亚来到塔纳格拉领土时,他带领青年们上前线战斗,他自己当时也是个青年,用刮汗板进行防卫,特别造成了欧波亚人的溃败。
κεῖται δὲ ἐν τοῦ Προμάχου τῷ ἱερῷ τῆς ἀνδράχνου τὸ ὑπόλοιπον· τραφῆναι δὲ ὑπὸ τῷ δένδρῳ τὸν Ἑρμῆν τούτῳ νομίζουσιν.
在“前线战士”神庙里保存着草莓树的残存部分;他们认为赫尔墨斯是在这棵树下被抚养长大的。
οὐ πόρρω δὲ θέατρόν τε καὶ πρὸς αὐτῷ στοὰ πεποίηται.
不远处建有一座剧场,紧邻着它建有一座柱廊。
εὖ δέ μοι Ταναγραῖοι νομίσαι τὰ ἐς τοὺς θεοὺς μάλιστα δοκοῦσιν Ἑλλήνων· χωρὶς μὲν γὰρ αἱ οἰκίαι σφίσι, χωρὶς δὲ τὰ ἱερὰ ὑπὲρ αὐτὰς ἐν καθαρῷ τέ ἐστι καὶ ἐκτὸς ἀνθρώπων.
在我看来,塔纳格拉人在对待神明的事情上,是希腊人中最懂得妥善安置的;因为他们的住宅在别处,而神殿在住宅之上的一处清净、远离尘嚣的地方。
§9.22.3Κορίννης δέ, ἣ μόνη δὴ ἐν Τανάγρᾳ ᾄσματα ἐποίησε, ταύτης ἔστι μὲν μνῆμα ἐν περιφανεῖ τῆς πόλεως, ἔστι δὲ ἐν τῷ γυμνασίῳ γραφή, ταινίᾳ τὴν κεφαλὴν ἡ Κόριννα ἀναδουμένη τῆς νίκης ἕνεκα ἣν Πίνδαρον ᾄσματι ἐνίκησεν ἐν Θήβαις.
至于科林娜,她确实是塔纳格拉唯一创作诗歌的人,在城中显眼的地方有她的纪念碑,在体育馆里有一幅画像,科林娜因为在底比斯的歌唱比赛中战胜了品达而用缎带束着头部。
φαίνεται δέ μοι νικῆσαι τῆς διαλέκτου τε ἕνεκα, ὅτι ᾖδεν οὐ τῇ φωνῇ τῇ Δωρίδι ὥσπερ ὁ Πίνδαρος ἀλλὰ ὁποίᾳ συνήσειν ἔμελλον Αἰολεῖς, καὶ ὅτι ἦν γυναικῶν τότε δὴ καλλίστη τὸ εἶδος, εἴ τι τῇ εἰκόνι δεῖ τεκμαίρεσθαι.
在我看来,她之所以获胜,一方面是由于方言的关系,因为她不用品达那样的多利斯方言歌唱,而是用埃俄利斯人所能听懂的语言;另一方面也因为她当时确实是妇女中容貌最美的,如果可以根据画像来判断的话。
§9.22.4ἔστι δὲ καὶ γένη δύο ἐνταῦθα ἀλεκτρυόνων, οἵ τε μάχιμοι καὶ οἱ κόσσυφοι καλούμενοι.
这里有两种鸡,分别被称为战斗鸡和黑鸫鸡。
τούτων τῶν κοσσύφων μέγεθος μὲν κατὰ τοὺς Λυδούς ἐστιν ὄρνιθας, χρόα δὲ ἐμφερὴς κόρακι, κάλλαια δὲ καὶ ὁ λόφος κατὰ ἀνεμώνην μάλιστα· λευκὰ δὲ σημεῖα οὐ μεγάλα ἐπί τε ἄκρῳ τῷ ῥάμφει καὶ ἐπὶ ἄκρας ἔχουσι τῆς οὐρᾶς.
这些黑鸫鸡的大小如同吕底亚的鸟,颜色像乌鸦,肉垂和冠最像银莲花;在喙的尖端和尾巴的末梢有不大的白色斑点。
§9.22.5οὗτοι μὲν τοιοῦτο παρέχονται τὸ εἶδος, τῆς δὲ Βοιωτίας τὰ ἐν ἀριστερᾷ τοῦ Εὐρίπου Μεσσάπιον ὄρος καλούμενον καὶ ὑπʼ αὐτῷ Βοιωτῶν ἐπὶ θαλάσσης πόλις ἐστὶν Ἀνθηδών· γενέσθαι δὲ τῇ πόλει τὸ ὄνομα οἱ μὲν ἀπὸ Ἀνθηδόνος νύμφης, οἱ δὲ Ἄνθαν δυναστεῦσαι λέγουσιν ἐνταῦθα, Ποσειδῶνός τε παῖδα καὶ Ἀλκυόνης τῆς Ἄτλαντος.
这些鸡呈现出这样的外貌。 在波奥蒂亚位于欧里普斯海峡左侧的部分,有一座被称为梅萨皮翁的山,在山下靠海处是波奥蒂亚人的城市安特东;关于这座城市的名字,有人说得自宁芙安特东,有人则说是因为波塞冬与阿特拉斯之女阿尔库俄涅之子安塔斯曾在这里统治。
Ἀνθηδονίοις δὲ μάλιστά που κατὰ μέσον τῆς πόλεως Καβείρων ἱερὸν καὶ ἄλσος περὶ αὐτό ἐστι, πλησίον δὲ Δήμητρος καὶ τῆς παιδὸς ναὸς καὶ ἀγάλματα λίθου λευκοῦ·
在安特东人的城市几乎正中央,有卡贝里神庙及其周围的圣林,附近有得墨忒耳和她女儿的神庙,以及白石雕像。
§9.22.6Διονύσου τε ἱερὸν πεποίηται καὶ ἄγαλμα πρὸ τῆς πόλεως κατὰ τὸ ἐς τὴν ἤπειρον.
还有一座迪奥尼索斯的神庙和雕像建在城前通往内陆的方向。
ἐνταῦθά εἰσι μὲν τάφοι τῶν Ἰφιμεδείας καὶ Ἀλωέως παίδων· γενέσθαι δέ σφισι τοῦ βίου τὴν τελευτὴν ὑπὸ Ἀπόλλωνος κατὰ τὰ αὐτὰ Ὅμηρος πεποιήκασι καὶ Πίνδαρος, προστίθησι δὲ Πίνδαρος, ὡς ἐπιλάβοι τὸ χρεὼν αὐτοὺς ἐν Νάξῳ τῇ ὑπὲρ Πάρου κειμένῃ.
这里有伊菲墨得亚和阿洛乌斯之子的坟墓;关于他们的生命被阿波罗所终结,荷马和品达在诗作中写得一样,但品达补充说,他们在位于帕罗斯岛上方的纳克索斯岛迎来了命运的终结。
τούτων τε δή ἐστι τῇ Ἀνθηδόνι μνήματα καὶ ἐπὶ τῇ θαλάσσῃ καλούμενον Γλαύκου πήδημα·
安特东不仅有这些人的纪念碑,在海边还有一个被称为“格劳科斯跃下处”的地方。
§9.22.7εἶναι δὲ αὐτὸν ἁλιέα, καὶ ἐπεὶ τῆς πόας ἔφαγε, δαίμονα ἐν θαλάσσῃ γενέσθαι καὶ ἀνθρώποις τὰ ἐσόμενα ἐς τόδε προλέγειν οἵ τε ἄλλοι πιστὰ ἥγηνται καὶ οἱ τὴν θάλασσαν πλέοντες πλεῖστα ἀνθρώπων ἐς τὴν Γλαύκου μαντικὴν κατὰ ἔτος ἕκαστον λέγουσι.
传说他曾是一个渔夫,因为吃了某种草,变成了海中的神明,至今仍向人们预言未来之事,其他人对此深信不疑,而航海的人在每年对格劳科斯的预言谈论得最多。
Πινδάρῳ δὲ καὶ Αἰσχύλῳ πυνθανομένοις παρὰ Ἀνθηδονίων, τῷ μὲν οὐκ ἐπὶ πολὺ ἐπῆλθεν ᾆσαι τὰ ἐς Γλαῦκον, Αἰσχύλῳ δὲ καὶ ἐς ποίησιν δράματος ἐξήρκεσε.
品达和埃斯库罗斯曾向安特东人打听,前者没怎么长篇大论地歌唱格劳科斯的事迹,而后者则足以用其写成一部戏剧。

词汇与语法注释

  1. 9.22.1ἐς δὲ τοῦ Ἑρμοῦ τὰ ἱερὰ τοῦ τε Κριοφόρου καὶ ὃν Πρόμαχον καλοῦσι — 句首缺乏主动词的宾格短语(或受介词性结构引导的表达),起到提示话题的作用(破格或先取宾格)。
  2. 9.22.2εὖ δέ μοι Ταναγραῖοι νομίσαι τὰ ἐς τοὺς θεοὺς μάλιστα δοκοῦσιν Ἑλλήνων — 不定式 νομίσαι 依附于主动词 δοκοῦσιν,意为“塔纳格拉人似乎遵循/敬重……”,与与格 μοι 连用表示个人的主观判断。
  3. 9.22.3νικῆσαι τῆς διαλέκτου τε ἕνεκα... καὶ ὅτι... — 战胜(νικῆσαι)的原因在 τε... καί 的连接下被并列表达,一处使用名词属格加 ἕνεκα(因为方言),另一处使用 ὅ提从句(因为她很美)。
  4. 9.22.7τῷ μὲν οὐκ ἐπὶ πολὺ ἐπῆλθεν ᾆσαι — 动词 ἐπέρχομαι 的非人称用法(或意为“涌上心头”、“着手做”),与与格 τῷ μὲν 及不定式 ᾆσαι 连用,表示“对前者而言,并没有想到要长篇大论地歌唱”。

引用这一段

保萨尼亚斯, 希腊志 §9.22.1-9.22.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.22.1-9.22.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。