§9.21.1εἶδον δὲ καὶ ἄλλον Τρίτωνα ἐν τοῖς Ῥωμαίων θαύμασι, μεγέθει τοῦ παρὰ Ταναγραίοις ἀποδέοντα.
我在罗马人的奇珍中也见过另一个特里同,其大小不及塔纳格拉人的那一个。
παρέχονται δὲ ἰδέαν οἱ Τρίτωνες· ἔχουσιν ἐπὶ τῇ κεφαλῇ κόμην οἷα τὰ βατράχια τὰ ἐν ταῖς λίμναις χρόαν τε καὶ ὅτι τῶν τριχῶν οὐκ ἂν ἀποκρίναις μίαν ἀπὸ τῶν ἄλλων, τὸ δὲ λοιπὸν σῶμα φολίδι λεπτῇ πέφρικέ σφισι κατὰ ἰχθὺν ῥίνην.
特里同呈现出以下外貌:他们头上长着像池塘里的青蛙那样的头发,无论在颜色上,还是在无法将其中任意一根发丝与其他发丝区分开来这一特点上;身体的其他部分则覆有细密的鳞片,如同鱏鱼一般。
βράγχια δὲ ὑπὸ τοῖς ὠσὶν ἔχουσι καὶ ῥῖνα ἀνθρώπου, στόμα δὲ εὐρύτερον καὶ ὀδόντας θηρίου· τὰ δὲ ὄμματα ἐμοὶ δοκεῖν γλαυκὰ καὶ χεῖρές εἰσιν αὐτοῖς καὶ δάκτυλοι καὶ ὄνυχες τοῖς ἐπιθέμασιν ἐμφερεῖς τῶν κόχλων· ὑπὸ δὲ τὸ στέρνον καὶ τὴν γαστέρα οὐρά σφισιν ἀντὶ ποδῶν οἵα περ τοῖς δελφῖσίν ἐστιν.
在耳下他们长着鳃,有人的鼻子、更宽的嘴和野兽的牙齿;在我看来,他们的眼睛是青灰色的,他们有手、手指和类似于贝壳之盖的指甲;在胸口和肚子下方,他们有像海豚那样的尾巴,用以代替双脚。
§9.21.2εἶδον δὲ καὶ ταύρους τούς τε Αἰθιοπικούς, οὓς ἐπὶ τῷ συμβεβηκότι ὀνομάζουσι ῥινόκερως, ὅτι σφίσιν ἐπʼ ἄκρᾳ τῇ ῥινὶ ἓν ἑκάστῳ κέρας καὶ ἄλλο ὑπὲρ αὐτὸ οὐ μέγα, ἐπὶ δὲ τῆς κεφαλῆς οὐδὲ ἀρχὴν κέρατά ἐστι, καὶ τοὺς ἐκ Παιόνων—οὗτοι δὲ οἱ ἐκ Παιόνων ἔς τε τὸ ἄλλο σῶμα δασεῖς καὶ ἀμφὶ τὸ στέρνον μάλιστά εἰσι καὶ τὴν γένυν—καμήλους τε Ἰνδικὰς χρῶμα εἰκασμένας παρδάλεσιν.
我还见到了牛,既有埃塞俄比亚的牛——人们根据其特征称之为独角犀,因为它们每只在鼻尖上长有一只角,在其上方还有另一只不大的角,但在头部它们根本没有角;也有来自派奥尼亚的牛——这些来自派奥尼亚的牛在身体的其他部分都很毛茸茸,尤其是在胸部和颌部周围;还有颜色如同豹子的印度骆驼。
§9.21.3ἔστι δὲ ἄλκη καλούμενον θηρίον, εἶδος μὲν ἐλάφου καὶ καμήλου μεταξύ, γίνεται δὲ ἐν τῇ Κελτῶν γῇ.
还有一种被称为“阿尔克”的野兽,其外形介于鹿和骆驼之间,产于凯尔特人的土地。
θηρίων δὲ ὧν ἴσμεν μόνην ἀνιχνεῦσαι καὶ προϊδεῖν οὐκ ἔστιν ἀνθρώπῳ, σταλεῖσι δὲ ἐς ἄγραν ἄλλων καὶ τήνδε ἐς χεῖρά ποτε δαίμων ἄγει·
在我们所知道的野兽中,它是唯一一种人类无法追踪或预先发现的野兽;但当人们出发去打猎其他猎物时,神明有时也会将这种野兽送到他们手中。
ὀσφρᾶται μὲν γὰρ ἀνθρώπου καὶ πολὺ ἔτι ἀπέχουσα, ὥς φασι, καταδύεται δὲ ἐς φάραγγας καὶ σπήλαια τὰ βαθύτατα.
因为据说,它在距离还很远时就能闻到人的气味,并钻进最深的峡谷和洞穴中。
οἱ θηρεύοντες οὖν, ὁπότε ἐπὶ βραχύτατον, σταδίων τὴν πεδιάδα χιλίων ἢ καὶ ὄρος περιλαβόντες, τὸν κύκλον μὲν οὐκ ἔστιν ὅπως διαλύσουσιν, ἐπισυνιόντες δὲ ἀεὶ τὰ ἐντὸς γινόμενα τοῦ κύκλου πάντα αἱροῦσι τά τε ἄλλα καὶ τὰς ἄλκας· εἰ δὲ μὴ τύχοι ταύτῃ φωλεύουσα, ἑτέρα γε ἄλκην ἑλεῖν ἐστιν οὐδεμία μηχανή.
因此,当猎人们包围了至多一千斯塔德的平原或是一座山时,他们绝不会破开包围圈,而是通过不断缩小圈子,捕获圈内的一切动物,包括其他动物和阿尔克;但如果它恰好不在那里栖息,就没有其他任何办法能捕获阿尔克了。
§9.21.4θηρίον δὲ τὸ ἐν τῷ Κτησίου λόγῳ τῷ ἐς Ἰνδοὺς—μαρτιχόρα ὑπὸ τῶν Ἰνδῶν, ὑπὸ δὲ Ἑλλήνων φησὶν ἀνδροφάγον λελέχθαι—εἶναι πείθομαι τὸν τίγριν· ὀδόντας δὲ αὐτὸ τριστοίχους καθʼ ἑκατέραν τὴν γένυν καὶ κέντρα ἐπὶ ἄκρας ἔχειν τῆς οὐρᾶς, τούτοις δὲ τοῖς κέντροις ἐγγύθεν ἀμύνεσθαι καὶ ἀποπέμπειν ἐς τοὺς πορρωτέρω τοξότου ἀνδρὸς ὀιστῷ ἴσον, ταύτην οὐκ ἀληθῆ τὴν φήμην οἱ Ἰνδοὶ δέξασθαι δοκοῦσί μοι παρʼ ἀλλήλων ὑπὸ τοῦ ἄγαν ἐς τὸ θηρίον δείματος.
至于克特西亚斯在关于印度的论述中所提到的野兽——他说印度人称之为马尔提科拉,而希腊人称之为“食人兽”——我确信它就是老虎;至于说它在每侧颌骨上长有三排牙齿,尾尖上有刺,并在近处用这些刺防卫,而在远处则像弓箭手的箭一样射向更远的人,这一不实的传闻在我看来是印度人由于对该野兽极度的恐惧而相互听信的。
§9.21.5ἠπατήθησαν δὲ καὶ ἐς τὴν χρόαν αὐτοῦ, καὶ ὁπότε κατὰ τοῦ ἡλίου φανείη σφίσιν ὁ τίγρις τὴν αὐγήν, ἐρυθρός τʼ ἐδόκει καὶ ὁμόχρους ἢ ὑπὸ τῆς ὠκύτητος ἢ—εἰ μὴ θέοι— διὰ τὸ ἐν ταῖς ἐπιστροφαῖς συνεχές, ἄλλως τε καὶ οὐκ ἐγγύθεν γινομένης τῆς θέας.
他们在其颜色上也被误导了,每当老虎在阳光照耀下出现在他们面前时,由于其速度极快,或者——即使它不奔跑——由于它在转身时连续不断的变化,加之观察并非在近处进行,它看起来是红色且颜色单一的。
δοκῶ δέ, εἰ καὶ Λιβύης τις ἢ τῆς Ἰνδῶν ἢ Ἀράβων γῆς ἐπέρχοιτο τὰ ἔσχατα ἐθέλων θηρία ὁπόσα παρʼ Ἕλλησιν ἐξευρεῖν, τὰ μὲν οὐδὲ ἀρχὴν αὐτὸν εὑρήσειν, τὰ δὲ οὐ κατὰ ταὐτὰ ἔχειν φανεῖσθαί οἱ·
我认为,即便有人为了寻找希腊人中所发现的各种野兽而走遍利比亚、印度或阿拉伯土地的最边缘,他也根本找不到其中的一些野兽,而另一些野兽在呈现给他时,也会显得与原来的状态不同。
§9.21.6οὐ γὰρ δὴ ἄνθρωπος μόνον ὁμοῦ τῷ ἀέρι καὶ τῇ γῇ διαφόροις οὖσι διάφορον κτᾶται καὶ τὸ εἶδος, ἀλλὰ καὶ τὰ λοιπὰ τὸ αὐτὸ ἂν πάσχοι τοῦτο, ἐπεὶ καὶ τὰ θηρία αἱ ἀσπίδες τοῦτο μὲν ἔχουσιν αἱ Λίβυσσαι παρὰ τὰς Αἰγυπτίας τὴν χρόαν, τοῦτο δὲ ἐν Αἰθιοπίᾳ μελαίνας τὰς ἀσπίδας οὐ μεῖον ἢ καὶ τοὺς ἀνθρώπους ἡ γῆ τρέφει.
因为不仅人类会随着不同的空气和土地而获得不同的外貌,其余的事物也会经历同样的情况;因为即使在野兽中,利比亚的角蝰在颜色上也与埃及的不同,而在埃塞俄比亚,土地孕育出黑色的角蝰,不亚于孕育出黑人。
οὕτω χρὴ πάντα τινὰ μήτε ἐπίδρομον τὴν γνώμην μήτε ἀπίστως ἔχειν ἐς τὰ σπανιώτερα, ἐπεί τοι καὶ ἐγὼ πτερωτοὺς ὄφεις οὐ θεασάμενος πείθομαι· πείθομαι δὲ ὅτι ἀνὴρ Φρὺξ ἤγαγεν ἐς Ἰωνίαν σκορπίον ταῖς ἀκρίσιν ὁμοιότατα πτερὰ ἔχοντα.
因此,任何人都不应该在所有事情上都草率下结论,也不应该对较罕见的事物持有怀疑态度;因为我虽然未曾亲眼见过长翅膀的蛇,但我确信它们的存在;我也相信一个弗里吉亚男子曾将一只长有极像蝗虫翅膀的蝎子带到了伊奥尼亚。