Humanitext Reader

パウサニアス · ギリシア案内記 §9.1.1-9.1.8

プラタイアの起源と興亡の歴史

365 / 465 箇所 · ギリシア語

要旨

パウサニアスはボイオティアとプラタイアの歴史叙述を開始し、地名の起源、ペルシア戦争における同市民の貢献、およびテーバイ人の策略による二度目の都市破壊と、その後のフィリッポス2世による復興を語る。

§9.1.1Ἀθηναίοις δὲ ἡ Βοιωτία καὶ κατὰ ἄλλα τῆς Ἀττικῆς ἐστιν ὅμορος, πρὸς δὲ Ἐλευθερῶν οἱ Πλαταιεῖς.
アテナイ人にとって、ボイオティアはアッティカの他の部分に沿っても隣接しているが、エレウテライの側ではプラタイア人が隣接している。
Βοιωτοὶ δὲ τὸ μὲν πᾶν ἔθνος ἀπὸ Βοιωτοῦ τὸ ὄνομα ἔσχηκεν, ὃν Ἰτώνου παῖδα καὶ νύμφης δὴ Μελανίππης, Ἴτωνον δὲ Ἀμφικτύονος εἶναι λέγουσι·
ボイオティア人は、その全民族がボイオトスからその名前を得ているが、彼らは彼をイトノスとニンフのメラニッペの息子であると言い、イトノスをアムピクテュオンの息子であると言っている。
καλοῦνται δὲ κατὰ πόλεις ἀπό τε ἀνδρῶν καὶ τὰ πλείω γυναικῶν.
彼らは都市ごとに、男性、また大半は女性にちなんで呼ばれている。
οἱ δὲ Πλαταιεῖς τὸ ἐξ ἀρχῆς ἐμοὶ δοκεῖν εἰσιν αὐτόχθονες·
一方、プラタイア人は最初から、私の思うに、土着の人々である。
ὄνομα δέ σφισιν ἀπὸ Πλαταίας, ἣν θυγατέρα εἶναι Ἀσωποῦ τοῦ ποταμοῦ νομίζουσιν.
彼らの名前はプラタイアに由来し、彼女を彼らは河神アソポスの娘であると考えている。
§9.1.2ὅτι μὲν δὴ καὶ οὗτοι τὸ ἀρχαῖον ἐβασιλεύοντο, δῆλά ἐστι·
実際、彼らも古代には王制が敷かれていたことは明らかである。
βασιλεῖαι γὰρ πανταχοῦ τῆς Ἑλλάδος καὶ οὐ δημοκρατίαι πάλαι καθεστήκεσαν.
なぜなら、昔はギリシアの至るところで王制が確立されており、民主制ではなかったからである。
τῶν δὲ βασιλέων ἄλλον μὲν οὐδένα οἱ Πλαταιεῖς ἴσασι, μόνον δὲ Ἀσωπὸν καὶ ἔτι πρότερον Κιθαιρῶνα·
プラタイア人は、王たちのうち他に誰も知らず、ただアソポスと、さらにその前のキタイロンだけを知っている。
καὶ τὸν μὲν ἀφʼ αὑτοῦ θέσθαι τῷ ὄρει τὸ ὄνομα, τὸν δὲ τῷ ποταμῷ λέγουσι.
そして、一方は彼自身にちなんで山に名前を与え、他方は川に名前を与えたと彼らは言っている。
δοκῶ δὲ καὶ τὴν Πλάταιαν, ἀφʼ ἧς κέκληται ἡ πόλις, βασιλέως Ἀσωποῦ καὶ οὐ τοῦ ποταμοῦ παῖδα εἶναι.
私は、都市がその名で呼ばれているプラタイアも、川ではなく王アソポスの娘であると思う。
§9.1.3Πλαταιεῦσι δὲ πρὸ μὲν τῆς μάχης, ἣν Ἀθηναῖοι Μαραθῶνι ἐμαχέσαντο, οὐδὲν ὑπῆρχεν ἐς δόξαν·
プラタイア人にとって、アテナイ人がマラトンで戦ったあの戦いの前には、名声となるものは何もなかった。
μετασχόντες δὲ τοῦ Μαραθῶνι ἀγῶνος ὕστερον καταβεβηκότος ἤδη Ξέρξου καὶ ἐς τὰς ναῦς ἐτόλμησαν μετʼ Ἀθηναίων ἐσβῆναι, Μαρδόνιον δὲ τὸν Γωβρύου Ξέρξῃ στρατηγοῦντα ἠμύναντο ἐν τῇ σφετέρᾳ.
しかし、彼らはマラトンの戦いに参加し、後にクセルクセスがすでに下ってきた時には、アテナイ人とともに船に乗り込むことさえあえて行い、クセルクセスのために将軍を務めていたゴブリュアスの息子マルドニオスを自分たちの土地で撃退した。
δὶς δὲ σφᾶς κατέλαβε γενέσθαι τε ἀναστάτους καὶ αὖθις ἐς Βοιωτίαν καταχθῆναι.
しかし、彼らには二度、故郷を追われて再びボイオティアに復帰させられるという運命が降りかかった。
§9.1.4ἐπὶ μὲν γὰρ τοῦ πολέμου τοῦ Πελοποννησίοις πρὸς Ἀθηναίους γενομένου Λακεδαιμόνιοι πολιορκίᾳ Πλάταιαν ἐξεῖλον·
というのも、ペロポネソス人とアテナイ人との間に起こった戦争の際、ラケダイモン人が包囲戦によってプラタイアを攻略したからである。
ἀνοικισθείσης δὲ ἐπὶ τῆς εἰρήνης, ἣν πρὸς βασιλέα τῶν Περσῶν γενέσθαι τοῖς Ἕλλησιν ἔπραξεν Ἀνταλκίδας ἀνὴρ Σπαρτιάτης, καὶ τῶν Πλαταιέων κατελθόντων ἐξ Ἀθηνῶν, τοὺς δὲ αὖθις ἔμελλεν ἐπιλήψεσθαι κακὸν δεύτερον.
しかし、スパルタ人アンタルキダスがギリシア人のためにペルシア王との間で結ばれるよう取り決めた平和において都市が再建され、プラタイア人がアテナイから帰還したものの、彼らには再び第二の災難が降りかかろうとしていた。
ἐκ μέν γε τοῦ ἐμφανοῦς πόλεμος πρὸς τοὺς Θηβαίους οὐκ ἦν συνεστηκώς, ἀλλὰ οἱ Πλαταιεῖς μένειν τὴν εἰρήνην σφίσιν ἔφασαν, ὅτι τὴν Καδμείαν Λακεδαιμονίοις κατασχοῦσιν οὔτε βουλεύματος οὔτε ἔργου μετεσχήκεσαν·
確かに、あからさまな戦争がテーバイ人に対して起こっていたわけではなく、プラタイア人は自分たちにとって平和が維持されていると主張していた。 なぜなら、ラケダイモン人がカドメイアを占拠した際、彼らはその計画にも実行にも加わっていなかったからである。
§9.1.5Θηβαῖοι δὲ ἀπέφαινον τήν τε εἰρήνην Λακεδαιμονίους εἶναι τοὺς πράξαντας καὶ ὕστερον παραβάντων ἐκείνων λελύσθαι καὶ ἅπασιν ἠξίουν τὰς σπονδάς.
しかし、テーバイ人は、平和をもたらしたのはラケダイモン人であり、後に彼らが違背したことによってそれが失効したと主張し、条約はすべての人にとって無効であるとみなした。
οὐκ ἀνύποπτα οὖν ἡγούμενοι οἱ Πλαταιεῖς τὰ ἐκ τῶν Θηβαίων διὰ φυλακῆς εἶχον ἰσχυρᾶς τὴν πόλιν·
それゆえ、プラタイア人はテーバイ人からの出方を疑わしいと考え、厳重な警戒のもとに都市を置いていた。
καὶ ἐς τοὺς ἀγρούς, ὁπόσοι ἀπωτέρω τοῦ ἄστεως ἦσαν, οὐδὲ ἐς τούτους ἀνὰ πᾶσαν ἤρχοντο τὴν ἡμέραν, ἀλλὰ— ἠπίσταντο γὰρ τοὺς Θηβαίους ὡς πανδημεὶ καὶ ἅμα ἐπὶ πλεῖστον εἰώθεσαν βουλεύεσθαι—παρεφύλασσον τὰς ἐκκλησίας αὐτῶν, καὶ ἐν τῷ τοσούτῳ καθʼ ἡσυχίαν ἐφεώρων τὰ ἑαυτῶν καὶ οἱ ἔσχατοι γεωργοῦντες.
そして、都市から遠く離れた農地には、毎日行くことさえせず、――というのも、彼らはテーバイ人が全市民を集めて、同時に非常に長い時間をかけて議論するのが常であることを知っていたので――彼らの民会を密かに見張り、その合間に、最も遠くの農民たちでさえ静かに自分の仕事を顧みていたからである。
§9.1.6Νεοκλῆς δὲ ὃς τότε βοιωταρχῶν ἔτυχεν ἐν Θήβαις—οὐ γὰρ αὐτὸν οἱ Πλαταιεῖς ἐλελήθεσαν ἐπὶ τῇ τέχνῃ— προεῖπε τῶν Θηβαίων ἕκαστόν τέ τινα ἰέναι πρὸς τὴν ἐκκλησίαν ὁμοῦ τοῖς ὅπλοις καὶ σφᾶς αὐτίκα οὐ τὴν εὐθεῖαν ἀπὸ τῶν Θηβῶν τὴν πεδιάδα, τὴν δὲ ἐπὶ Ὑσιῶν ἦγε πρὸς Ἐλευθερῶν τε καὶ τῆς Ἀττικῆς, ᾗ μηδὲ σκοπὸς ἐτέτακτο ὑπὸ τῶν Πλαταιέων·
当時テーバイでボイオタルケスを務めていたネオクレスは――というのも、プラタイア人たちはその策略に気づいていなかったからであるが――テーバイ人のそれぞれに対し、武器を携えて民会に来るようあらかじめ指示し、彼らを率いてすぐに、テーバイからの平坦な直線道路ではなく、ヒュシアイに向かう道、すなわちエレウテライおよびアッティカ方面へ向かう道を進んだ。 そこにはプラタイア人によって監視兵が一人も配置されていなかった。
γενήσεσθαι δὲ περὶ τὰ τείχη περὶ μεσοῦσαν μάλιστα ἔμελλε τὴν ἡμέραν.
そして、彼はほぼ日中に城壁の周りに到着しようとしていた。
§9.1.7Πλαταιεῖς δὲ ἄγειν Θηβαίους ἐκκλησίαν νομίζοντες ἐς τοὺς ἀγροὺς ἀποκεκλειμένοι τῶν πυλῶν ἦσαν·
一方、プラタイア人はテーバイ人が民会を開いていると思い込んで農地へ出かけており、門から閉め出されてしまった。
πρὸς δὲ τοὺς ἐγκαταληφθέντας ἐποιήσαντο οἱ Θηβαῖοι σπονδάς, ἀπελθεῖν σφᾶς πρὸ ἡλίου δύντος ἄνδρας μὲν σὺν ἑνί, γυναῖκας δὲ δύο ἱμάτια ἑκάστην ἔχουσαν.
城内に取り残された人々に対し、テーバイ人は、彼らが日没前に、男は衣一枚、女はそれぞれ二枚の衣を身につけて立ち去るという条件で和解を結んだ。
συνέβη τε ἐναντία τοῖς Πλαταιεῦσιν ἐν τῷ τότε ἡ τύχη ἢ ὡς ὑπὸ Ἀρχιδάμου καὶ Λακεδαιμονίων τὸ πρότερον ἥλωσαν·
そしてその当時、プラタイア人には、以前アルキダモスとラケダイモン人によって攻略された時とは正反対の運命が起こった。
Λακεδαιμόνιοι μέν γʼ αὐτοὺς ἐξεπολιόρκησαν ἀπείργοντες διπλῷ τείχει μὴ ἐξελθεῖν τοῦ ἄστεως, Θηβαῖοι δὲ ἐν τῷ τότε ἀφελόμενοι μὴ ἐσελθεῖν σφᾶς ἐς τὸ τεῖχος.
実際、ラケダイモン人は彼らを二重の城壁で包囲し、都市から出られないようにして攻略したが、テーバイ人は当時、彼らが城内に入れないようにしてそれを奪ったのである。
§9.1.8ἐγένετο δὲ ἡ ἅλωσις Πλαταίας ἡ δευτέρα μάχης μὲν τρίτῳ τῆς ἐν Λεύκτροις ἔτει πρότερον, Ἀστείου δὲ Ἀθήνῃσιν ἄρχοντος.
この第二のプラタイア攻略は、レウクトラの戦いの三年前、アステイオスがアテナイのアルコンであった時に起こった。
καὶ ἡ μὲν πόλις ὑπὸ τῶν Θηβαίων καθῃρέθη πλὴν τὰ ἱερά, τοῖς δὲ Πλαταιεῦσιν ὁ τρόπος τῆς ἁλώσεως σωτηρίαν παρέσχεν ἐν ἴσῳ πᾶσιν·
そして都市は、神殿を除いてテーバイ人によって破壊されたが、プラタイア人にとっては、攻略の仕方がすべての人に等しく命の安全をもたらした。
ἐκπεσόντας δὲ σφᾶς ἐδέξαντο αὖθις οἱ Ἀθηναῖοι.
追放された彼らを、アテナイ人が再び受け入れた。
Φιλίππου δέ, ὡς ἐκράτησεν ἐν Χαιρωνείᾳ, φρουράν τε ἐσαγαγόντος ἐς Θήβας καὶ ἄλλα ἐπὶ καταλύσει τῶν Θηβαίων πράσσοντος, οὕτω καὶ οἱ Πλαταιεῖς ὑπʼ αὐτοῦ κατήχθησαν.
しかし、フィリッポスがカイロネイアで勝利を収め、テーバイに守備隊を送り込み、テーバイ人を没落させるための他の措置を講じた際、このようにしてプラタイア人も彼によって復帰させられた。

語釈・文法注

  1. 9.1.1ἐμοὶ δοκεῖν — 不定詞の絶対用法(ἐμοὶ δοκεῖν「私の思うところでは」)であり、文全体の判断を制限する挿入句として機能している。
  2. 9.1.4τοὺς δὲ αὖθις ἔμελλεν ἐπιλήψεσθαι κακὸν δεύτερον — 主語は後置された中性名詞句 κακὸν δεύτερον(第二の災難)であり、非人称構文ではない。不定詞 ἐπιλήψεσθαι(襲う、捕らえる)は中動相・未来で、対格の τοὺς δέ(彼らを)を目的語に取る。
  3. 9.1.5ἅπασιν ἠξίουν τὰς σπονδάς — 動詞 ἠξίουν はここでは「(当然のこととして)主張する」の意。前文の λελύσθαι(失効している、無効である)が省略されて補われており、「和約がすべての人にとって失効していると主張した」という意味になる。
  4. 9.1.7συνέβη τε ἐναντία τοῖς Πλαταιεῦσιν ἐν τῷ τότε ἡ τύχη ἢ ὡς... — 比較の接続詞 ἤ の後ろに ὡς 節(「〜のように」)が続き、かつての攻略の状況(アルキダモスによるもの)と今回のテーバイによる状況を対比している。「かつて攻略された時とは正反対の運命が起こった」と解釈される。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §9.1.1-9.1.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.1.1-9.1.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。