§9.16.1οὐ πόρρω δέ ἐστι ναὸς Ἄμμωνος, καὶ τὸ ἄγαλμα ἀνέθηκε μὲν Πίνδαρος, Καλάμιδος δέ ἐστιν ἔργον.
それほど遠くないところにアモンの神殿があり、その像はピンダロスが奉納したもので、カラミスの作品である。
ἀπέπεμψε δὲ ὁ Πίνδαρος καὶ Λιβύης ἐς Ἀμμωνίους τῷ Ἄμμωνι ὕμνον·
またピンダロスは、リビアのアモン信徒たちのもとへも、アモンへの賛歌を送った。
οὗτος καὶ ἐς ἐμὲ ἦν ὁ ὕμνος ἐν τριγώνῳ στήλῃ παρὰ τὸν βωμόν, ὃν Πτολεμαῖος ὁ Λάγου τῷ Ἄμμωνι ἀνέθηκε.
この賛歌は、私の時代にいたるまで、ラゴスの子プトレマイオスがアモンに奉納した祭壇の傍ら、三角柱の碑に刻まれていた。
Θηβαίοις δὲ μετὰ τοῦ Ἄμμωνος τὸ ἱερὸν οἰωνοσκοπεῖόν τε Τειρεσίου καλούμενον καὶ πλησίον Τύχης ἐστὶν ἱερόν·
テーバイ人にとっては、アモンの神殿の次に、テイレイシアスの鳥占い所と呼ばれるものがあり、その近くにテュケの神殿がある。
§9.16.2φέρει μὲν δὴ Πλοῦτον παῖδα·
この女神は、幼子プルトスを抱いている。
ὡς δὲ Θηβαῖοι λέγουσι, χεῖρας μὲν τοῦ ἀγάλματος καὶ πρόσωπον Ξενοφῶν εἰργάσατο Ἀθηναῖος, Καλλιστόνικος δὲ τὰ λοιπὰ ἐπιχώριος.
テーバイ人たちの語るところによれば、その像の両手と顔はアテナイ人のクセノポンが製作し、残りの部分は地元のカリストニコスが製作したという。
σοφὸν μὲν δὴ καὶ τούτοις τὸ βούλευμα, ἐσθεῖναι Πλοῦτον ἐς τὰς χεῖρας ἅτε μητρὶ ἢ τροφῷ τῇ Τύχῃ, σοφὸν δὲ οὐχ ἧσσον τὸ Κηφισοδότου·
プルトスを、母親かあるいは乳母であるかのようにテュケの腕の中に置くという彼らの考案も賢明であるが、ケピソドトスの考案も同様に賢明である。
καὶ γὰρ οὗτος τῆς Εἰρήνης τὸ ἄγαλμα Ἀθηναίοις Πλοῦτον ἔχουσαν πεποίηκεν.
というのも、彼もまたアテナイ人のために、プルトスを抱くエイレーネの像を製作したからである。
§9.16.3Ἀφροδίτης δὲ Θηβαίοις ξόανά ἐστιν οὕτω δὴ ἀρχαῖα ὥστε καὶ ἀναθήματα Ἁρμονίας εἶναί φασιν, ἐργασθῆναι δὲ αὐτὰ ἀπὸ τῶν ἀκροστολίων, ἃ ταῖς Κάδμου ναυσὶν ἦν ξύλου πεποιημένα.
またテーバイ人には、アプロディテの木像があり、それは非常に古いため、ハルモニアの奉納物であると言われているほどである。 そして、それらはカドモスの船に備えられていた木製の船首飾りから作られたという。
καλοῦσι δὲ Οὐρανίαν, τὴν δὲ αὐτῶν Πάνδημον καὶ Ἀποστροφίαν τὴν τρίτην·
彼らはその一つをウラニア、もう一つをパンデモス、そして第三のものをアポストロピアと呼んでいる。
ἔθετο δὲ τῇ Ἀφροδίτῃ τὰς ἐπωνυμίας ἡ Ἁρμονία, τὴν μὲν Οὐρανίαν ἐπὶ ἔρωτι καθαρῷ καὶ §9.16.4ἀπηλλαγμένῳ πόθου σωμάτων, Πάνδημον δὲ ἐπὶ ταῖς μίξεσι, τρίτα δὲ Ἀποστροφίαν, ἵνα ἐπιθυμίας τε ἀνόμου καὶ ἔργων ἀνοσίων ἀποστρέφῃ τὸ γένος τῶν ἀνθρώπων·
ハルモニアがアプロディテにこれらの異名を付したのであるが、ウラニアは、肉体への欲望から解放された愛に対してであり、パンデモスは交わりに対して、第三のアポストロピアは、無法な欲望や不敬な行為から人類を遠ざけるためのものである。
πολλὰ γὰρ τὰ μὲν ἐν βαρβάροις ἠπίστατο ἡ Ἁρμονία, τὰ δὲ καὶ παρʼ Ἕλλησιν ἤδη τετολμημένα, ὁποῖα καὶ ὕστερον ἐπὶ τῇ Ἀδώνιδος μητρὶ καὶ ἐς Φαίδραν τε τὴν Μίνω καὶ ἐς τὸν Θρᾷκα Τηρέα ᾄδεται.
なぜなら、ハルモニアは異民族の間で行われていた多くのことや、すでにギリシア人の間でも敢行されていた多くのことを知っていたからである。 それは、後にアドニスの母に関して、またミノスの娘パイドラに関して、さらにトラキア人テレウスに関して歌われているような出来事である。
§9.16.5τὸ δὲ τῆς Δήμητρος ἱερὸν τῆς Θεσμοφόρου Κάδμου καὶ τῶν ἀπογόνων οἰκίαν ποτὲ εἶναι λέγουσι·
デメテル・テスモポロスの神殿は、かつてカドモスとその子孫たちの家であったと言われている。
Δήμητρος δὲ ἄγαλμα ὅσον ἐς στέρνα ἐστὶν ἐν τῷ φανερῷ.
デメテルの像は、胸から上の部分が公開されている。
καὶ ἀσπίδες ἐνταῦθα ἀνάκεινται χαλκαῖ· Λακεδαιμονίων δέ, ὁπόσοι τῶν ἐν τέλει περὶ Λεῦκτρα ἐτελεύτησαν, φασὶν εἶναι.
そこには青銅の盾が奉納されており、それらはレウクトラで戦死したスパルタの要人たちのものだと言われている。
§9.16.6πρὸς δὲ ταῖς καλουμέναις πύλαις Προιτίσι θέατρον ᾠκοδόμηται, καὶ ἐγγυτάτω τοῦ θεάτρου Διονύσου ναός ἐστιν ἐπίκλησιν Λυσίου·
いわゆるプロイティデス門の近くには劇場が建てられており、その劇場のすぐ近くにはリュシオスという異名を持つディオニュソスの神殿がある。
Θηβαίων γὰρ αἰχμαλώτους ἄνδρας ἐχομένους ὑπὸ Θρᾳκῶν, ὡς ἀγόμενοι κατὰ τὴν Ἁλιαρτίαν ἐγίνοντο, ἔλυσεν ὁ θεὸς καὶ ἀποκτεῖναί σφισι τοὺς Θρᾷκας παρέδωκεν ὑπνωμένους.
というのも、トラキア人によって捕虜とされていたテーバイ人の男たちが、ハリアルトス地方を通って連行されていたとき、神が彼らを解放し、眠り込んでいるトラキア人たちを殺すよう彼らにゆだねたからである。
ἐνταῦθα οἱ Θηβαῖοι τὸ ἕτερον τῶν ἀγαλμάτων φασὶν εἶναι Σεμέλης·
そこにはセメレの像の二つのうち一つがあるとテーバイ人たちは言っている。
ἐνιαυτοῦ δὲ ἅπαξ ἑκάστου τὸ ἱερὸν ἀνοιγνύναι φασὶν ἐν ἡμέραις τακταῖς.
また、毎年一度、決まった日にその神殿は開かれるという。
§9.16.7καὶ οἰκίας τῆς Λύκου ἐρείπια καὶ Σεμέλης μνῆμά ἐστιν, Ἀλκμήνης δὲ οὐ μνῆμα·
また、リュコスの家の廃墟とセメレの墓があるが、アルクメネの墓はない。
γενέσθαι δὲ αὐτὴν ὡς ἀπέθανε λίθον φασὶν ἐξ ἀνθρώπου, καὶ Μεγαρεῦσι τὰ ἐς αὐτὴν οὐχ ὁμολογοῦσι·
彼女は死んだとき、人間から石に変わったと言われており、テーバイ人は彼女に関するメガラ人の説には同意していない。
διάφορα δὲ καὶ τὰ λοιπὰ ὡς τὸ πολὺ ἀλλήλοις λέγουσιν Ἕλληνες.
もっとも、ギリシア人たちは他の事柄についても、大部分において互いに異なることを言っているのであるが。
Θηβαίοις δὲ ἐνταῦθα καὶ τὰ μνήματα πεποίηται τῶν Ἀμφίονος παίδων, χωρὶς μὲν τῶν ἀρσένων, ἰδίᾳ δὲ ταῖς παρθένοις.
テーバイ人によって、ここにはアムピオンの子らの墓も作られており、男子の墓とは別に、乙女たちの墓が個別に設けられている。