§9.15.1μετὰ δὲ ταῦτα ἐν Θεσσαλίᾳ δυναστεύων Ἀλέξανδρος Πελοπίδαν ἐλθόντα—ἀφίκετο δὲ ὡς παρὰ ἄνδρα ἰδίᾳ τε εὔνουν αὑτῷ καὶ Θηβαίων φίλον τῷ κοινῷ— παραγενόμενον δὴ τὸν Πελοπίδαν ὁ Ἀλέξανδρος δήσας εἶχεν ὑπὸ ἀπιστίας τε καὶ ὕβρεως·
その後、テッサリアで支配者であったアレクサンドロスは、やって来たペロピダス――彼は個人的には自分に好意を抱いており、公的にはテーバイ人の友人である者のもとへと行くつもりでやって来たのだが――、そのように到着したペロピダスを、不信と不遜のために縛り上げて拘束した。
Θηβαῖοι δὲ ἐπεξιέναι παραυτίκα ἐπὶ τὸν Ἀλέξανδρον ὥρμηντο.
テーバイ人たちは、ただちにアレクサンドロスに対して出兵することに逸った。
ἡγεμόνας μὲν οὖν τῆς ἐξόδου Κλεομένην καὶ Ὕπατον ἐποιήσαντο βοιωταρχοῦντας ἐν τῷ τότε·
そこで彼らは、当時ボイオタルケスを務めていたクレオメネスとヒュパトスを遠征の指揮官に任命した。
Ἐπαμινώνδᾳ δὲ συνέβαινεν ἐν τοῖς στρατευομένοις τετάχθαι.
一方、エパメイノンダスは従軍する兵士たちの中に配置されることになった。
§9.15.2γεγονυίας δὲ ἐκτὸς Πυλῶν οἱ τῆς δυνάμεως ἐπιτίθεταί σφισιν ἐν δυσχωρίαις λοχήσας ὁ Ἀλέξανδρος·
軍勢がピュライの外に出たとき、アレクサンドロスは険しい場所で待ち伏せをして彼らに襲いかかった。
ὡς δὲ ἐφαίνετο ἄπορα εἶναι τὰ τῆς σωτηρίας, οὕτω δὴ ὅ τε λοιπὸς στρατὸς ἡγεμόνα ποιοῦνται τὸν Ἐπαμινώνδαν καὶ οἱ Βοιωτάρχαι παραχωροῦσιν ἑκουσίως τῆς ἀρχῆς·
生き延びる方法がないように思われたので、そのとき、残りの軍勢はエパメイノンダスを指揮官に選び、ボイオタルケスたちも自発的にその指揮権を譲り渡した。
Ἀλέξανδρος δὲ οὔτε ἔτι ἐθάρρει τὸν πόλεμον στρατηγοῦντα ὁρῶν τοῖς ἐναντίοις Ἐπαμινώνδαν καὶ ἑκὼν Πελοπίδαν ἀφίησιν.
一方アレクサンドロスは、敵においてエパメイノンダスが戦争の指揮を執っているのを見て、もはや自信を保てず、自発的にペロピダスを解放した。
§9.15.3ἐν ὅσῳ δὲ ἀπῆν ὁ Ἐπαμινώνδας, Ὀρχομενίους Θηβαῖοι ποιοῦσιν ἀναστάτους ἐκ τῆς χώρας·
エパメイノンダスが不在にしている間に、テーバイ人はオルコメノス人をその土地から追放した。
συμφορὰν δὲ τὴν ἀνάστασιν τὴν Ὀρχομενίων ἐνόμιζεν ὁ Ἐπαμινώνδας καὶ οὔ ποτʼ ἂν ἐξεργασθῆναι τόλμημα τοιοῦτον αὐτοῦ γε παρόντος ἔφασκεν ὑπὸ Θηβαίων.
エパメイノンダスは、オルコメノス人の追放を惨事であると考え、もし自分自身がそこにいたならば、そのような無謀な行為がテーバイ人によって実行されることは決してなかっただろうと言った。
§9.15.4ὡς δὲ βοιωταρχεῖν αὖθις ᾕρητο καὶ στρατῷ Βοιωτῶν ἀφίκετο αὖθις ἐς Πελοπόννησον, ἐκράτησε μὲν περὶ Λέχαιον Λακεδαιμονίους μάχῃ, σὺν δέ σφισιν Ἀχαιῶν Πελληνέας καὶ Ἀθηναίων οὓς Χαβρίας ἦγεν ἐξ Ἀθηνῶν.
再びボイオタルケスに選ばれ、ボイオティアの軍を率いて再びペロポネソスに到着したとき、彼はレカイオン付近での戦いでラケダイモン人を破り、彼らとともにいたアカイア人のペレネ人、およびハブリアスがアテナイから率いてきたアテナイ人をも破った。
Θηβαίοις δὲ ἦν καθεστηκὸς τοὺς μὲν ἄλλους, ὁπόσους αἰχμαλώτους ἕλοιεν, ἀφιέναι χρημάτων, τοὺς δὲ ἐκ Βοιωτῶν φεύγοντας ζημιοῦν θανάτῳ·
テーバイ人の間では、捕虜にした他のすべての者については身代金と引き換えに解放し、ボイオティアからの亡命者については死刑に処すことが規定されていた。
πόλισμα οὖν ἑλὼν Σικυωνίων Φοιβίαν, ἔνθα ἦσαν τὸ πολὺ οἱ Βοιώτιοι φυγάδες συνηγμένοι, ἀφίησι τοὺς ἐγκαταληφθέντας, ἄλλην σφίσιν ἣν ἔτυχε πατρίδα ἐπονομάζων ἑκάστῳ.
そこで彼は、ボイオティアの亡命者たちの大部分が集まっていたシキュオン人の小都市ポイビアを攻略した際、そこで捕らえられた者たちを、それぞれにたまたま思い浮かんだ別の故郷の名を付すことで解放した。
§9.15.5ὡς δὲ ἀφίκετο πρὸς Μαντίνειαν τῇ στρατιᾷ, νικῶν καὶ τότε ὑπὸ ἀνδρὸς ἀπέθανεν Ἀθηναίου·
軍を率いてマンティネイアに到着したとき、彼はそのときも勝利を収めつつあったが、一人のアテナイ人の男によって殺された。
καὶ Ἀθήνῃσιν ἐν ἱππέων μάχῃ τὸν Ἐπαμινώνδαν ὁ ἀνὴρ οὗτος γέγραπται φονεύων Γρύλος ὁ Ξενοφῶντος, Ξενοφῶντος δὴ τοῦ Κύρῳ ὁδοῦ μετασχόντος ἐπὶ βασιλέα Ἀρταξέρξην καὶ ὀπίσω τοῖς Ἕλλησιν ἐπὶ θάλασσαν ἡγησαμένου.
アテナイでは、騎兵戦の絵において、この男、すなわちクセノポンの子グリュロスがエパメイノンダスを殺害している様子が描かれている。 クセノポンとは、キュロスとともに王アルタクセルクセスに対する遠征に参加し、ギリシア人たちを率いて海へと連れ戻したあの人物である。
§9.15.6τῷ δὲ ἀνδριάντι τοῦ Ἐπαμινώνδου καὶ ἐλεγεῖα ἔπεστιν ἄλλα τε ἐς αὐτὸν λέγοντα καὶ ὅτι Μεσσήνης γένοιτο οἰκιστὴς καὶ τοῖς Ἕλλησιν ὑπάρξειεν ἐλευθερία διʼ αὐτοῦ.
エパメイノンダスの像には、彼に関する他の事柄とともに、彼がメッセネの再建者となり、彼のおかげでギリシア人たちに自由がもたらされたことを語るエレゲイア詩が刻まれている。
καὶ οὕτως ἔχει τὰ ἐλεγεῖα·
そして、そのエレゲイア詩は次のようなものである。
"
ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν,
Μεσσήνη δʼ ἱερὴ τέκνα χρόνῳ δέχεται·
「我らの計策によって、スパルタはその名誉を失い、聖なるメッセネは長い時ののちにその子らを受け入れる。
Θήβης δʼ ὅπλοισιν Μεγάλη πόλις ἐστεφάνωται,
αὐτόνομος δʼ Ἑλλὰς πᾶσʼ ἐν ἐλευθερίῃ.
テーバイの武力によってメガロポリスは築かれ、ギリシア全体が自主独立の自由の中にある。
"
τούτῳ μὲν τοσαῦτα ἦν ἐς δόξαν·
」彼にとっては、これほどのことが名声となった。