§9.16.1οὐ πόρρω δέ ἐστι ναὸς Ἄμμωνος, καὶ τὸ ἄγαλμα ἀνέθηκε μὲν Πίνδαρος, Καλάμιδος δέ ἐστιν ἔργον.
不远处有一座阿蒙神庙,其神像是品达奉纳的,为卡拉米斯的作品。
ἀπέπεμψε δὲ ὁ Πίνδαρος καὶ Λιβύης ἐς Ἀμμωνίους τῷ Ἄμμωνι ὕμνον· οὗτος καὶ ἐς ἐμὲ ἦν ὁ ὕμνος ἐν τριγώνῳ στήλῃ παρὰ τὸν βωμόν, ὃν Πτολεμαῖος ὁ Λάγου τῷ Ἄμμωνι ἀνέθηκε.
品达还向利比亚的阿蒙人送去了一首献给阿蒙的赞歌;这首赞歌直到我的时代仍刻在三角碑上,该碑立于拉戈斯之子托勒密奉纳给阿蒙的祭坛旁。
Θηβαίοις δὲ μετὰ τοῦ Ἄμμωνος τὸ ἱερὸν οἰωνοσκοπεῖόν τε Τειρεσίου καλούμενον καὶ πλησίον Τύχης ἐστὶν ἱερόν·
对底比斯人而言,在阿蒙神殿之后,有被称为泰瑞西阿斯的观鸟卜形地,其附近有一座堤喀的神庙。
§9.16.2φέρει μὲν δὴ Πλοῦτον παῖδα· ὡς δὲ Θηβαῖοι λέγουσι, χεῖρας μὲν τοῦ ἀγάλματος καὶ πρόσωπον Ξενοφῶν εἰργάσατο Ἀθηναῖος, Καλλιστόνικος δὲ τὰ λοιπὰ ἐπιχώριος.
她怀抱着幼童普路托斯;据底比斯人说,神像的双手与面部是由雅典人色诺芬雕刻,其余部分则由当地人卡利斯托尼科斯制作。
σοφὸν μὲν δὴ καὶ τούτοις τὸ βούλευμα, ἐσθεῖναι Πλοῦτον ἐς τὰς χεῖρας ἅτε μητρὶ ἢ τροφῷ τῇ Τύχῃ, σοφὸν δὲ οὐχ ἧσσον τὸ Κηφισοδότου· καὶ γὰρ οὗτος τῆς Εἰρήνης τὸ ἄγαλμα Ἀθηναίοις Πλοῦτον ἔχουσαν πεποίηκεν.
将普路托斯置于其手中,视堤喀为其母亲或乳母,这群艺术家的创意固然聪明,而凯菲索多托斯的创意也同样聪明,因为他也曾为雅典人雕刻过怀抱普路托斯的埃瑞涅神像。
§9.16.3Ἀφροδίτης δὲ Θηβαίοις ξόανά ἐστιν οὕτω δὴ ἀρχαῖα ὥστε καὶ ἀναθήματα Ἁρμονίας εἶναί φασιν, ἐργασθῆναι δὲ αὐτὰ ἀπὸ τῶν ἀκροστολίων, ἃ ταῖς Κάδμου ναυσὶν ἦν ξύλου πεποιημένα.
底比斯人还有阿佛洛狄忒的木雕神像,其年代极其古远,甚至传说是哈耳摩尼亚的奉纳物,并且是用卡德摩斯船只上的木制船首饰物雕刻而成的。
καλοῦσι δὲ Οὐρανίαν, τὴν δὲ αὐτῶν Πάνδημον καὶ Ἀποστροφίαν τὴν τρίτην·
他们称其中一个为乌拉尼亚,另一个为潘得摩斯,第三个为阿波斯特罗菲亚。
ἔθετο δὲ τῇ Ἀφροδίτῃ τὰς ἐπωνυμίας ἡ Ἁρμονία, τὴν μὲν Οὐρανίαν ἐπὶ ἔρωτι καθαρῷ καὶ §9.16.4ἀπηλλαγμένῳ πόθου σωμάτων, Πάνδημον δὲ ἐπὶ ταῖς μίξεσι, τρίτα δὲ Ἀποστροφίαν, ἵνα ἐπιθυμίας τε ἀνόμου καὶ ἔργων ἀνοσίων ἀποστρέφῃ τὸ γένος τῶν ἀνθρώπων·
哈耳摩尼亚为阿佛洛狄忒冠以这些别名:乌拉尼亚代表纯洁的爱,且脱离肉体私欲;潘得摩斯代表结合;第三个阿波斯特罗菲亚则是为了让整个人类远离无法无天的欲望与不敬之举。
πολλὰ γὰρ τὰ μὲν ἐν βαρβάροις ἠπίστατο ἡ Ἁρμονία, τὰ δὲ καὶ παρʼ Ἕλλησιν ἤδη τετολμημένα, ὁποῖα καὶ ὕστερον ἐπὶ τῇ Ἀδώνιδος μητρὶ καὶ ἐς Φαίδραν τε τὴν Μίνω καὶ ἐς τὸν Θρᾷκα Τηρέα ᾄδεται.
因为哈耳摩尼亚深知异族中发生的许多事情,也深知希腊人当时已然敢于做出的许多行径,正如后来在关于阿多尼斯的母亲、米诺斯之女淮德拉以及色雷斯人忒柔斯的故事中所传唱的那类事情。
§9.16.5τὸ δὲ τῆς Δήμητρος ἱερὸν τῆς Θεσμοφόρου Κάδμου καὶ τῶν ἀπογόνων οἰκίαν ποτὲ εἶναι λέγουσι· Δήμητρος δὲ ἄγαλμα ὅσον ἐς στέρνα ἐστὶν ἐν τῷ φανερῷ.
德墨忒尔·忒斯摩福罗斯的神庙据说是卡德摩斯及其后代的昔日故居;德墨忒尔的雕像从胸部以上是公开可见的。
καὶ ἀσπίδες ἐνταῦθα ἀνάκεινται χαλκαῖ· Λακεδαιμονίων δέ, ὁπόσοι τῶν ἐν τέλει περὶ Λεῦκτρα ἐτελεύτησαν, φασὶν εἶναι.
这里还奉纳有青铜盾牌;据说它们属于在留克特拉战死的那些担任官职的拉刻代蒙人。
§9.16.6πρὸς δὲ ταῖς καλουμέναις πύλαις Προιτίσι θέατρον ᾠκοδόμηται, καὶ ἐγγυτάτω τοῦ θεάτρου Διονύσου ναός ἐστιν ἐπίκλησιν Λυσίου·
在所谓的普罗伊提得斯门旁建有一座剧场,离剧场最近的是一座别名为吕西奥斯的狄奥尼索斯神殿。
Θηβαίων γὰρ αἰχμαλώτους ἄνδρας ἐχομένους ὑπὸ Θρᾳκῶν, ὡς ἀγόμενοι κατὰ τὴν Ἁλιαρτίαν ἐγίνοντο, ἔλυσεν ὁ θεὸς καὶ ἀποκτεῖναί σφισι τοὺς Θρᾷκας παρέδωκεν ὑπνωμένους.
因为当一些被色雷斯人俘虏的底比斯男子在通过哈利阿尔托斯地区被押送时,神释放了他们,并将熟睡中的色雷斯人交给他们杀死。
ἐνταῦθα οἱ Θηβαῖοι τὸ ἕτερον τῶν ἀγαλμάτων φασὶν εἶναι Σεμέλης· ἐνιαυτοῦ δὲ ἅπαξ ἑκάστου τὸ ἱερὸν ἀνοιγνύναι φασὶν ἐν ἡμέραις τακταῖς.
底比斯人说,塞墨勒的两个雕像之一就在这里;据说该神殿每年在固定的日子里开放一次。
§9.16.7καὶ οἰκίας τῆς Λύκου ἐρείπια καὶ Σεμέλης μνῆμά ἐστιν, Ἀλκμήνης δὲ οὐ μνῆμα· γενέσθαι δὲ αὐτὴν ὡς ἀπέθανε λίθον φασὶν ἐξ ἀνθρώπου, καὶ Μεγαρεῦσι τὰ ἐς αὐτὴν οὐχ ὁμολογοῦσι· διάφορα δὲ καὶ τὰ λοιπὰ ὡς τὸ πολὺ ἀλλήλοις λέγουσιν Ἕλληνες.
这里还有吕科斯故居的废墟和塞墨勒的纪念碑,但没有阿尔克墨涅的纪念碑;据说她死时由人变成了石头,而且底比斯人并不同意麦加拉人关于她的说法;事实上,希腊人在其他大多数事情上彼此所说的也各不相同。
Θηβαίοις δὲ ἐνταῦθα καὶ τὰ μνήματα πεποίηται τῶν Ἀμφίονος παίδων, χωρὶς μὲν τῶν ἀρσένων, ἰδίᾳ δὲ ταῖς παρθένοις.
底比斯人在此处还建造了安菲翁之子们的墓碑,男孩与女孩的墓碑是分开独立建造的。