§9.15.1μετὰ δὲ ταῦτα ἐν Θεσσαλίᾳ δυναστεύων Ἀλέξανδρος Πελοπίδαν ἐλθόντα—ἀφίκετο δὲ ὡς παρὰ ἄνδρα ἰδίᾳ τε εὔνουν αὑτῷ καὶ Θηβαίων φίλον τῷ κοινῷ— παραγενόμενον δὴ τὸν Πελοπίδαν ὁ Ἀλέξανδρος δήσας εἶχεν ὑπὸ ἀπιστίας τε καὶ ὕβρεως·
在此之后,统治色萨利的亚历山大,将前来的贝洛皮达斯——后者来投奔他,原以为他私下里对自己怀有善意,且在公事上是底比斯人的朋友——,亚历山大竟出于猜忌与蛮横,将抵达的贝洛皮达斯捆绑并囚禁起来。
Θηβαῖοι δὲ ἐπεξιέναι παραυτίκα ἐπὶ τὸν Ἀλέξανδρον ὥρμηντο.
底比斯人见状,立即急于出兵讨伐亚历山大。
ἡγεμόνας μὲν οὖν τῆς ἐξόδου Κλεομένην καὶ Ὕπατον ἐποιήσαντο βοιωταρχοῦντας ἐν τῷ τότε· Ἐπαμινώνδᾳ δὲ συνέβαινεν ἐν τοῖς στρατευομένοις τετάχθαι.
于是,他们任命当时担任波奥蒂亚将领的克莱奥梅尼斯和许帕托斯为这次出征的统帅;而埃帕米农达则恰好被编在普通士兵之中。
§9.15.2γεγονυίας δὲ ἐκτὸς Πυλῶν οἱ τῆς δυνάμεως ἐπιτίθεταί σφισιν ἐν δυσχωρίαις λοχήσας ὁ Ἀλέξανδρος·
当军队行至关隘之外时,亚历山大在险要的地形中设下埋伏,袭击了他们。
ὡς δὲ ἐφαίνετο ἄπορα εἶναι τὰ τῆς σωτηρίας, οὕτω δὴ ὅ τε λοιπὸς στρατὸς ἡγεμόνα ποιοῦνται τὸν Ἐπαμινώνδαν καὶ οἱ Βοιωτάρχαι παραχωροῦσιν ἑκουσίως τῆς ἀρχῆς·
当生还的希望看似断绝之时,其余的军队便推举埃帕米农达为统帅,波奥蒂亚将领们也自愿交出了指挥权。
Ἀλέξανδρος δὲ οὔτε ἔτι ἐθάρρει τὸν πόλεμον στρατηγοῦντα ὁρῶν τοῖς ἐναντίοις Ἐπαμινώνδαν καὶ ἑκὼν Πελοπίδαν ἀφίησιν.
而亚历山大一见敌方是由埃帕米农达统领军队,便不再有信心继续作战,主动释放了贝洛皮达斯。
§9.15.3ἐν ὅσῳ δὲ ἀπῆν ὁ Ἐπαμινώνδας, Ὀρχομενίους Θηβαῖοι ποιοῦσιν ἀναστάτους ἐκ τῆς χώρας·
就在埃帕米农达离开期间,底比斯人将奥尔霍迈诺斯人驱逐出了他们的国土。
συμφορὰν δὲ τὴν ἀνάστασιν τὴν Ὀρχομενίων ἐνόμιζεν ὁ Ἐπαμινώνδας καὶ οὔ ποτʼ ἂν ἐξεργασθῆναι τόλμημα τοιοῦτον αὐτοῦ γε παρόντος ἔφασκεν ὑπὸ Θηβαίων.
埃帕米农达认为奥尔霍迈诺斯人的被逐是一场灾难,并声声称如果他自己在场,底比斯人绝不敢做出如此鲁莽的行径。
§9.15.4ὡς δὲ βοιωταρχεῖν αὖθις ᾕρητο καὶ στρατῷ Βοιωτῶν ἀφίκετο αὖθις ἐς Πελοπόννησον, ἐκράτησε μὲν περὶ Λέχαιον Λακεδαιμονίους μάχῃ, σὺν δέ σφισιν Ἀχαιῶν Πελληνέας καὶ Ἀθηναίων οὓς Χαβρίας ἦγεν ἐξ Ἀθηνῶν.
当他再次当选波奥蒂亚将领,并率领波奥蒂亚军队再次抵达伯罗奔尼撒时,他在莱凯翁附近的战斗中击败了拉刻代蒙人,以及与他们并肩作战的阿开亚人中的培勒涅人和由哈布里阿斯从雅典率领来的雅典人。
Θηβαίοις δὲ ἦν καθεστηκὸς τοὺς μὲν ἄλλους, ὁπόσους αἰχμαλώτους ἕλοιεν, ἀφιέναι χρημάτων, τοὺς δὲ ἐκ Βοιωτῶν φεύγοντας ζημιοῦν θανάτῳ·
底比斯人当时有一项既定规矩,即对抓获的其他所有俘虏,均可收取赎金予以释放,但对于来自波奥蒂亚的流亡者,则处以死刑。
πόλισμα οὖν ἑλὼν Σικυωνίων Φοιβίαν, ἔνθα ἦσαν τὸ πολὺ οἱ Βοιώτιοι φυγάδες συνηγμένοι, ἀφίησι τοὺς ἐγκαταληφθέντας, ἄλλην σφίσιν ἣν ἔτυχε πατρίδα ἐπονομάζων ἑκάστῳ.
因此,在攻占了锡库翁人的一处小镇弗比亚(此处聚集了大部分波奥蒂亚流亡者)后,他释放了被捕的人,并随口为每个人指定了另一个他们碰巧想到的祖国。
§9.15.5ὡς δὲ ἀφίκετο πρὸς Μαντίνειαν τῇ στρατιᾷ, νικῶν καὶ τότε ὑπὸ ἀνδρὸς ἀπέθανεν Ἀθηναίου·
当他率军抵达曼提内亚时,虽然当时他又赢得了胜利,却被一名雅典男子杀害。
καὶ Ἀθήνῃσιν ἐν ἱππέων μάχῃ τὸν Ἐπαμινώνδαν ὁ ἀνὴρ οὗτος γέγραπται φονεύων Γρύλος ὁ Ξενοφῶντος, Ξενοφῶντος δὴ τοῦ Κύρῳ ὁδοῦ μετασχόντος ἐπὶ βασιλέα Ἀρταξέρξην καὶ ὀπίσω τοῖς Ἕλλησιν ἐπὶ θάλασσαν ἡγησαμένου.
在雅典一幅描绘骑兵战的画作中,画着这个男子杀害埃帕米农达的情景,此人便是色诺芬之子格里卢斯,即曾与小库鲁斯一同远征国王阿尔塔薛西斯,并带领希腊人撤退到海边的那个色诺芬。
§9.15.6τῷ δὲ ἀνδριάντι τοῦ Ἐπαμινώνδου καὶ ἐλεγεῖα ἔπεστιν ἄλλα τε ἐς αὐτὸν λέγοντα καὶ ὅτι Μεσσήνης γένοιτο οἰκιστὴς καὶ τοῖς Ἕλλησιν ὑπάρξειεν ἐλευθερία διʼ αὐτοῦ. καὶ οὕτως ἔχει τὰ ἐλεγεῖα·
在埃帕米农达的雕像上,还刻有哀歌双行诗,除了颂扬他的其他功绩外,还提到他是美塞尼亚的重建者,且希腊人因他而获得了自由。
"
ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν,
Μεσσήνη δʼ ἱερὴ τέκνα χρόνῳ δέχεται· Θήβης δʼ ὅπλοισιν Μεγάλη πόλις ἐστεφάνωται,
αὐτόνομος δʼ Ἑλλὰς πᾶσʼ ἐν ἐλευθερίῃ.
诗句如下: “凭我们的谋略,斯巴达的名望被剪除,而神圣的美塞尼亚在历经岁月后接纳了她的子民;底比斯的武力为梅加洛波利斯加冕,整个希腊都在自由中自主独立。
"
τούτῳ μὲν τοσαῦτα ἦν ἐς δόξαν·
” 对他而言,这些伟绩成就了他的荣耀。