Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.14.1-9.14.7

埃帕米农达的伯罗奔尼撒远征与受审

第 380 段,共 465 段 · 希腊语

内容简介

留克特拉战役后,埃帕米农达释放了受困的拉刻代蒙人,并在伯罗奔尼撒开展了一系列外交和军事行动,包括建立梅加洛波利斯和重建美塞尼亚。尽管他因超期任职而被起诉,但最终被宣告无罪。

§9.14.1τὸ μὲν δὴ παραυτίκα ὁ Ἐπαμινώνδας μετὰ τὴν μάχην Πελοποννησίων τοῖς λοιποῖς ἀπιέναι προειπὼν ἐπὶ τὰ οἰκεῖα Λακεδαιμονίους ἐν τοῖς Λεύκτροις εἶχεν ἀπειλημμένους·
战斗刚刚结束,埃帕米农达便命令其余的伯罗奔尼撒人返回各自的家园,而将拉刻代蒙人围困在留克特拉。
ὡς δὲ ἤκουε τοὺς ἐκ τῆς πόλεως Σπαρτιάτας βοηθήσοντας τοῖς σφετέροις ἐς Λεῦκτρα ἰέναι πανδημεί, δίδωσιν οὕτω τοῖς ἀνδράσιν ἀπελθεῖν ὑποσπόνδους ἔφη τε ἄμεινον ἔσεσθαι τὸν πόλεμόν σφισιν ἐκ Βοιωτῶν ἐς τὴν Λακεδαίμονα ἀπώσασθαι.
但是,当他听说斯巴达城里的斯巴达人正倾巢出动、前往留克特拉救援同胞时,他便允许这些人在休战协定下撤离,并说对他们而言,将战争从波奥蒂亚推回拉刻代蒙会更好。
§9.14.2Θεσπιεῦσι δέ, ὑφορωμένοις τήν τε ἐξ ἀρχῆς ἐκ τῶν Θηβαίων δυσμένειαν καὶ τὴν ἐν τῷ παρόντι αὐτῶν τύχην, τὴν μὲν πόλιν ἔδοξεν ἐκλιπεῖν, ἀναφεύγειν δὲ ἐς Κερησσόν.
至于塞斯比亚人,由于他们既警惕底比斯人自始至终的敌意,又畏惧底比斯人眼前的得势,便决定放弃城市,逃往凯雷索斯。
ἔστι δὲ ἐχυρὸν χωρίον ὁ Κερησσὸς ἐν τῇ Θεσπιέων, ἐς ὃ καὶ πάλαι ποτὲ ἀνεσκευάσαντο κατὰ τὴν ἐπιστρατείαν τὴν Θεσσαλῶν·
凯雷索斯是塞斯比亚人境内的一处险要据点,在古时候色萨利人入侵时,他们也曾举家迁避于此。
οἱ Θεσσαλοὶ δὲ τότε, ὡς ἑλεῖν τὸν Κερησσόν σφισι πειρωμένοις ἐφαίνετο ἐλπίδος κρεῖσσον, ἀφίκοντο ἐς Δελφοὺς παρὰ τὸν θεόν, καὶ §9.14.3αὐτοῖς γίνεται μάντευμα τοιόνδε· " Λεῦκτρά τέ μοι σκιόεντα μέλει καὶ Ἀλήσιον οὖδας, καί μοι τὼ Σκεδάσου μέλετον δυσπενθέε κούρα.
当时,色萨利人在企图攻占凯雷索斯时,发现这超出了他们的预期希望,于是便前往德尔斐求问神明,并且他们得到了如下的神谕: “树荫浓密的留克特拉和阿莱西翁的土地为我所关切,斯克达索斯那两个悲哀的女儿亦为我所关切。
ἔνθα μάχη πολύδακρυς ἐπέρχεται· οὐδέ τις αὐτήν φράσσεται ἀνθρώπων, πρὶν κούριον ἀγλαὸν ἥβην Δωριέες ὀλέσωσʼ, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ.
在那里,一场充满泪水的战斗正步步逼近;人类中无一人能预见它,直到多利安人毁灭他们辉煌的年轻青春,当那命中注定的日子来临时。
τουτάκι δʼ ἔστι Κερησσὸς ἁλώσιμος, ἄλλοτε δʼ οὐχί. "
到那时,凯雷索斯才是可攻克的,而在其他时候则不然。
§9.14.4τότε δὲ ὁ Ἐπαμινώνδας ὡς τοὺς Θεσπιεῖς καταφεύγοντας ἐς τὸν Κερησσὸν ἐξεῖλε, πρὸς τὰ ἐν Πελοποννήσῳ παραυτίκα ἔσπευδεν ἅτε καὶ τῶν Ἀρκάδων προθύμως μεταπεμπομένων.
” 当时,埃帕米农达在攻陷了逃往凯雷索斯的塞斯比亚人之后,便立即奔赴伯罗奔尼撒的事物,因为阿卡迪亚人也在热切地邀请他。
ἐλθὼν δὲ Ἀργείους μὲν προσελάβετο ἑκουσίους συμμάχους, Μαντινέας δὲ κατὰ κώμας ὑπὸ Ἀγησιπόλιδος διῳκισμένους ἐς τὴν ἀρχαίαν συνήγαγεν αὖθις πόλιν· τὰ δὲ πολίσματα τὰ Ἀρκάδων ὁπόσα εἶχεν ἀσθενῶς καταλῦσαι πείσας τοὺς Ἀρκάδας, πατρίδα ἐν κοινῷ σφισιν ᾤκισεν, ἣ Μεγάλη καὶ ἐς ἡμᾶς ἔτι καλεῖται πόλις.
抵达后,他将阿尔戈斯人纳为自愿的盟友,并将被阿格西波利斯分散居住在各村庄的曼提内亚人重新聚集到他们古老的城市中;在说服阿卡迪亚人拆毁了阿卡迪亚所有防御薄弱的小城镇后,他为他们建立了一个共同的祖国,这便是直到我们的时代仍被称为梅加洛波利斯(大城)的城市。
§9.14.5ὁ μὲν δὴ χρόνος βοιωταρχοῦντι Ἐπαμινώνδᾳ διήνυστο, τεθνάναι δὲ ἐτέτακτο ἐπιλαβόντα ἄνδρα τῆς ἀρχῆς·
埃帕米农达担任波奥蒂亚将领的任期已经届满,而法律规定,凡超期留任者当处死刑。
ὁ οὖν Ἐπαμινώνδας ὑπεριδὼν ὡς οὐκ ὄντα ἐν καιρῷ τὸν νόμον ἐβοιωτάρχει καὶ ἀφικόμενος τῷ στρατῷ πρὸς τὴν Σπάρτην, ὡς οὐκ ἀντεπῆγεν Ἀγησίλαος μαχούμενος, οὕτω πρὸς τὸν οἰκισμὸν τρέπεται Μεσσήνης.
然而,埃帕米农达认为这项法律在当时是不合时宜的,因而予以无视,继续担任波奥蒂亚将领,并率军逼近斯巴达;当阿格西劳斯没有出兵迎战时,他便转而着手重建美塞尼亚。
καὶ οἰκιστὴς Μεσσηνίοις τοῖς νῦν ἐστιν Ἐπαμινώνδας· καί μοι τὰ ἐς τὸν οἰκισμὸν ἐδήλωσε τὰ ἐς αὐτοὺς ἔχοντα Μεσσηνίους.
因此,对于如今的美塞尼亚人而言,埃帕米农达是他们的重建者;关于重建的具体情况,已由我在关于美塞尼亚人自己的叙述中予以阐明。
§9.14.6ἐν τούτῳ δὲ οἱ τῶν Θηβαίων σύμμαχοι κατέτρεχον διασκεδασθέντες χώραν τὴν Λακωνικὴν καὶ ἥρπαζον τὰ ἐξ αὐτῆς· τοῦτο Ἐπαμινώνδᾳ παρέστησεν ὀπίσω Θηβαίους ἐς Βοιωτίαν ἀπαγαγεῖν.
在此期间,底比斯人的盟友四处分散,蹂躏拉科尼亚的土地并掠夺其中的财物;这促使埃帕米农达决定将底比斯人带回波奥蒂亚。
καὶ ὡς προϊὼν τῷ στρατῷ κατὰ Λέχαιον ἐγίνετο καὶ διεξιέναι τῆς ὁδοῦ τὰ στενὰ καὶ δύσβατα ἔμελλεν, Ἰφικράτης ὁ Τιμοθέου πελταστὰς καὶ ἄλλην Ἀθηναίων ἔχων δύναμιν ἐπιχειρεῖ τοῖς Θηβαίοις.
当他率军行至莱凯翁附近,正准备通过道路中狭窄且难行的地方时,蒂莫特乌斯之子伊菲克拉特斯率领轻盾兵和另外一支雅典人的军队,对底比斯人发动了袭击。
§9.14.7Ἐπαμινώνδας δὲ τοὺς ἐπιθεμένους τρέπεται καὶ πρὸς αὐτὸ ἀφικόμενος Ἀθηναίων τὸ ἄστυ, ὡς ἐπεξιέναι μαχουμένους τοὺς Ἀθηναίους ἐκώλυεν Ἰφικράτης, ὁ δὲ αὖθις ἐς τὰς Θήβας ἀπήλαυνε.
但埃帕米农达击退了袭击者,直逼雅典城下;由于伊菲克拉特斯阻止雅典人出城迎战,他便再次撤回底比斯。
καὶ δίκην μὲν ἔφυγεν ὑπὲρ θανάτου, διότι ἐβοιωτάρχησεν ἐξήκοντος ἤδη τοῦ χρόνου· λέγονται δὲ οἱ δικάζειν λαχόντες οὐδὲ ἀρχὴν περὶ αὐτοῦ θέσθαι τὴν ψῆφον.
他因在任期已经届满后仍担任波奥蒂亚将领而被控以死罪;但据说,抽签选出的法官们甚至根本没有对他进行投票表决。

词汇与语法注释

  1. 9.14.1ἔφη τε ἄμεινον ἔσεσθαι τὸν πόλεμόν σφισιν ἐκ Βοιωτῶν ἐς τὴν Λακεδαίμονα ἀπώσασθαι — 在此对格与不定式结构中,不定式 ἀπώσασθαι(推回)的主语是省略的对格代词“他们自己”(底比斯人),而 σφισιν 是与格间接反身代词,意为“对他们而言”(与 ἄμεινον 连用),指代主句主语埃帕米农达(或其代表的底比斯全体)。
  2. 9.14.2ἐλπίδος κρεῖσσον — 这是一个比较级结构,其中 κρεῖσσον(更为强大、更为困难)带比较属格 ἐλπίδος(希望、预期),意为“超出预期”或“比预想的更为困难”。
  3. 9.14.3πρὶν κούριον ἀγλαὸν ἥβην Δωριέες ὀλέσωσʼ — 这是史诗/诗歌语言(神谕的双六步格诗)中的时间状语从句。连词 πρὶν 直接支配虚拟式 ὀλέσωσʼ,无需 ἄν。对格的 κούριον ἀγλαὸν ἥβην 指“辉煌年轻的青春/青年们”,是他动词 ὀλέσωσʼ(毁灭)的直接宾语。
  4. 9.14.5τεθνάναι δὲ ἐτέτακτο ἐπιλαβόντα ἄνδρα τῆς ἀρχῆς — 这是一个不定式从句,作为非人称动词 ἐτέτακτο(规定)的主语。完成式不定式 τεθνάναι(处死、处于死态)的主语为对格的 ἄνδρα(人),并由分词 ἐπιλαβόντα 修饰。动词 ἐπιλαμβάνω 在此作不及物或反身用法,意为“超期留任”,并支配属格宾语 τῆς ἀρχῆς(职位)。

引用这一段

保萨尼亚斯, 希腊志 §9.14.1-9.14.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.14.1-9.14.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。