§9.12.1τῷ δὲ Ἀπόλλωνι Θηβαῖοι τῷ Σποδίῳ ταύρους ἔθυον τὸ ἀρχαῖον·
テーバイ人たちは古くは、アポロン・スポディオスに雄牛を生贄に捧げていた。
καί ποτε παρούσης σφίσι τῆς ἑορτῆς ἥ τε ὥρα κατήπειγε τῆς θυσίας καὶ οἱ πεμφθέντες ἐπὶ τὸν ταῦρον οὐχ ἧκον·
そしてある時、彼らにとって祭りが近づき、生贄の時刻が迫っていたにもかかわらず、雄牛を連れてくるために派遣された者たちが戻らなかった。
οὕτω δὴ παρατυχούσης ἁμάξης τὸν ἕτερον τῶν βοῶν τῷ θεῷ θύουσι καὶ ἀπʼ ἐκείνου ἐργάτας βοῦς θύειν νομίζουσι.
そこで、たまたまその場にあった荷車から、つがいの牛の一方を神に生贄として捧げ、それ以来働く牛を生贄に捧げる習慣ができた。
λέγεται δὲ καὶ ὅδε ὑπʼ αὐτῶν λόγος, ὡς ἀπιόντι ἐκ Δελφῶν Κάδμῳ τὴν ἐπὶ Φωκέων βοῦς γένοιτο ἡγεμὼν τῆς πορείας, τὴν δὲ βοῦν ταύτην παρὰ βουκόλων εἶναι τῶν Πελάγοντος ὠνητήν·
また、彼らによって次のような話も語られている。 すなわち、デルポイから立ち去るカドモスにとって、フォキス地方への道で、一頭の雌牛が旅の案内役となった。 そしてこの雌牛は、ペラゴンの牛飼いたちから買い求められたものであった。
ἐπὶ δὲ ἑκατέρᾳ τῆς βοὸς πλευρᾷ σημεῖον ἐπεῖναι λευκὸν εἰκασμένον κύκλῳ τῆς σελήνης, ὁπότε εἴη πλήρης.
その雌牛の両脇腹には、満月の円盤に似た白い斑点があった。
§9.12.2ἔδει δὲ ἄρα Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἐνταῦθα οἰκῆσαι κατὰ τοῦ θεοῦ τὴν μαντείαν, ἔνθα ἡ βοῦς ἔμελλε καμοῦσα ὀκλάσειν·
神の神託に従って、カドモスと彼に率いられた軍勢は、その雌牛が疲れて膝を屈する場所に住まわねばならなかった。
ἀποφαίνουσιν οὖν καὶ τοῦτο τὸ χωρίον.
そこで彼らは、この場所をも指し示している。
ἐνταῦθα ἔστι μὲν ἐν ὑπαίθρῳ βωμὸς καὶ ἄγαλμα Ἀθηνᾶς· ἀναθεῖναι δὲ αὐτὸ Κάδμον λέγουσι.
そこには野外にアテナの祭壇と彫像があり、カドモスがそれを奉納したと言われている。
τοῖς οὖν νομίζουσιν ἐς γῆν ἀφικέσθαι Κάδμον τὴν Θηβαΐδα Αἰγύπτιον καὶ οὐ Φοίνικα ὄντα, ἔστιν ἐναντίον τῷ λόγῳ τῆς Ἀθηνᾶς ταύτης τὸ ὄνομα, ὅτι Ὄγγα κατὰ γλῶσσαν τὴν Φοινίκων καλεῖται καὶ οὐ Σάις κατὰ τὴν Αἰγυπτίων φωνήν.
したがって、カドモスがテーバイの地にやってきたのはフェニキア人としてではなくエジプト人としてであると信じる人々にとって、このアテナの呼び名は、その主張に相反するものとなっている。 なぜなら、彼女はエジプト人の言葉での「サイス」ではなく、フェニキア人の言葉で「オンガ」と呼ばれているからである。
§9.12.3φασὶ δὲ οἱ Θηβαῖοι, καθότι τῆς ἀκροπόλεως ἀγορά σφισιν ἐφʼ ἡμῶν πεποίηται, Κάδμου τὸ ἀρχαῖον οἰκίαν εἶναι·
テーバイ人たちが言うには、アクロポリスにおいて私たちの時代に広場が作られているまさにその場所に、古くはカドモスの家があった。
θαλάμων δὲ ἀποφαίνουσι τοῦ μὲν Ἁρμονίας ἐρείπια καὶ ὃν Σεμέλης φασὶν εἶναι, τοῦτον δὲ καὶ ἐς ἡμᾶς ἔτι ἄβατον φυλάσσουσιν ἀνθρώποις.
彼らは寝室のうち、ハルモニアのものの遺跡と、セメレのものとされる寝室とを指し示しているが、後者(セメレの寝室)は今日でもなお、人々が立ち入るのを禁じて守っている。
Ἑλλήνων δὲ τοῖς ἀποδεχομένοις ᾆσαι Μούσας ἐς τὸν Ἁρμονίας γάμον τὸ χωρίον ἐστὶν ἐπὶ τῆς ἀγορᾶς, ἔνθα δή φασι τὰς θεὰς ᾆσαι.
ギリシア人の中で、ハルモニアの婚礼においてムーサたちが歌ったという伝説を受け入れる人々にとって、その場所は広場の上にあり、まさにそこで女神たちが歌ったと彼らは言っている。
§9.12.4λέγεται δὲ καὶ τόδε, ὡς ὁμοῦ τῷ κεραυνῷ βληθέντι ἐς τὸν Σεμέλης θάλαμον πέσοι ξύλον ἐξ οὐρανοῦ·
また次のようにも言われている。 すなわち、落雷がセメレの寝室を直撃したのと同時に、一本の木片が天から落ちてきた。
Πολύδωρον δὲ τὸ ξύλον τοῦτο χαλκῷ λέγουσιν ἐπικοσμήσαντα Διόνυσον καλέσαι Κάδμον.
そして、ポリュドロスがこの木片を青銅で装飾し、それを「ディオニュソス・カドモス」と呼んだと彼らは言っている。
πλησίον δὲ Διονύσου ἄγαλμα, καὶ τοῦτο Ὀνασιμήδης ἐποίησε διʼ ὅλου πλῆρες ὑπὸ τοῦ χαλκοῦ·
その近くにディオニュソスの彫像があり、これもオナシメデスが全体を無垢の青銅で作った。
τὸν βωμὸν δὲ οἱ παῖδες εἰργάσαντο οἱ Πραξιτέλους.
そして、祭壇はプラクシテレスの息子たちが制作した。
§9.12.5ἀνδριάς τέ ἐστι Προνόμου ἀνδρὸς αὐλήσαντος ἐπαγωγότατα ἐς τοὺς πολλούς.
また、大衆を大いに魅了する演奏をしたアウロス奏者プロノモスの像がある。
τέως μέν γε ἰδέας αὐλῶν τρεῖς ἐκτῶντο οἱ αὐληταὶ καὶ τοῖς μὲν αὔλημα ηὔλουν τὸ Δώριον, διάφοροι δὲ αὐτοῖς ἐς ἁρμονίαν τὴν Φρύγιον ἐπεποίηντο οἱ αὐλοί, τὸ δὲ καλούμενον Λύδιον ἐν αὐλοῖς ηὐλεῖτο ἀλλοίοις·
それまでは、アウロス奏者たちは3種類のフルートを所有しており、あるものではドリア旋法の曲を吹き、フリュギア旋法用には別のフルートが作られており、いわゆるリディア旋法はまた別の異なるフルートで吹かれていた。
Πρόνομος δὲ ἦν ὃς πρῶτος ἐπενόησεν αὐλοὺς ἐς ἅπαν ἁρμονίας εἶδος ἔχοντας ἐπιτηδείως, πρῶτος δὲ διάφορα ἐς τοσοῦτο μέλη ἐπʼ αὐλοῖς ηὔλησε τοῖς αὐτοῖς.
しかしプロノモスこそは、あらゆる旋法に適合するように設計されたフルートを最初に考案した者であり、同じフルートで、これほど多岐にわたる様々な旋律を吹いた最初の人物であった。
§9.12.6λέγεται δὲ ὡς καὶ τοῦ προσώπου τῷ σχήματι καὶ τῇ τοῦ παντὸς κινήσει σώματος περισσῶς δή τι ἔτερπε τὰ θέατρα·
また、彼は顔の表情や体全体の動きによっても観客を並外れて楽しませたと言われている。
καί οἱ καὶ ᾆσμα πεποιημένον ἐστὶ προσόδιον ἐς Δῆλον τοῖς ἐπʼ Εὐρίπῳ Χαλκιδεῦσι.
そして、エウリポス海峡のカルキス人たちのために、彼によってデロス島への行列の歌も作曲されている。
τοῦτόν τε οὖν ἐνταῦθα οἱ Θηβαῖοι καὶ Ἐπαμινώνδαν τὸν Πολύμνιδος ἀνέθεσαν.
そこで、テーバイ人たちはここに彼の像と、ポリュムニスの息子エパメイノンダスの像を奉納した。