§9.11.1ἐν ἀριστερᾷ δὲ τῶν πυλῶν, ἃς ὀνομάζουσιν Ἠλέκτρας, οἰκίας ἐστὶν ἐρείπια ἔνθα οἰκῆσαί φασιν Ἀμφιτρύωνα διὰ τὸν Ἠλεκτρύωνος θάνατον φεύγοντα ἐκ Τίρυνθος·
エレクトラと呼ばれる門の左側には、家の遺跡があり、そこには、エレクトリョンの死のためにティリュンスから逃亡したアムフィトリュオンが住んだと言われている。
καὶ τῆς Ἀλκμήνης ἐστὶν ἔτι ὁ θάλαμος ἐν τοῖς ἐρειπίοις δῆλος.
そして、アルクメネの寝室が、遺跡の中に今なおはっきりと残っている。
οἰκοδομῆσαι δὲ αὐτὸν τῷ Ἀμφιτρύωνι Τροφώνιόν φασι καὶ Ἀγαμήδην, καὶ ἐπίγραμμα ἐπʼ αὐτῷ ἐπιγραφῆναι τόδε·
その寝室をアムフィトリュオンのためにトロフォニオスとアガメデスが建てたと言われており、そこには次の碑文が刻まれている。
"
Ἀμφιτρύων ὅτʼ ἔμελλʼ ἀγαγέσθαι δεῦρο γυναῖκα
Ἀλκμήνην, θάλαμόν γʼ εἱλίξατο τοῦτον ἑαυτῷ·
「アムフィトリュオンが、妻アルクメネをここに娶ろうとしたとき、自分自身のためにこの寝室を築いた。
Ἀγχάσιος δʼ ἐποίησε Τροφώνιος ἠδʼ Ἀγαμήδης.
アンカシアスの子トロフォニオスとアガメデスがこれを作った。
" §9.11.2τοῦτο μὲν ἐνταῦθα οἱ Θηβαῖοι γραφῆναι λέγουσιν·
」テーバイ人たちは、これがそこに刻まれていると言っている。
ἐπιδεικνύουσι δὲ Ἡρακλέους τῶν παίδων τῶν ἐκ Μεγάρας μνῆμα, οὐδέν τι ἀλλοίως τὰ ἐς τὸν θάνατον λέγοντες ἢ Στησίχορος ὁ Ἱμεραῖος καὶ Πανύασσις ἐν τοῖς ἔπεσιν ἐποίησαν.
また、彼らはメガラとの間に生まれたヘラクレスの子供たちの墓を指し示すが、その死に関する出来事を、ヒメラのステシコロスやパニュアッシが叙事詩の中で歌ったのと全く異ならずに語っている。
Θηβαῖοι δὲ καὶ τάδε ἐπιλέγουσιν, ὡς Ἡρακλῆς ὑπὸ τῆς μανίας καὶ Ἀμφιτρύωνα ἔμελλεν ἀποκτιννύναι, πρότερον δὲ ἄρα ὕπνος ἐπέλαβεν αὐτὸν ὑπὸ τοῦ λίθου τῆς πληγῆς·
さらにテーバイ人たちは次のことも付け加えて言う。 すなわち、ヘラクレスは狂気のためにアムフィトリュオンをも殺そうとしたが、その前に石の打撃による眠りが彼を襲った。
Ἀθηνᾶν δὲ εἶναι τὴν ἐπαφεῖσάν οἱ τὸν λίθον τοῦτον ὅντινα Σωφρονιστῆρα ὀνομάζουσιν.
そしてアテナこそが、彼にこの石を投げつけた者であると言い、彼らはその石を『ソフロニステル(正気に戻すもの)』と呼んでいる。
§9.11.3ἐνταῦθά εἰσιν ἐπὶ τύπου γυναικῶν εἰκόνες· ἀμυδρότερα ἤδη τὰ ἀγάλματα·
そこには、浮彫りの中に女性たちの像があるが、これらの彫像は今や不鮮明になっている。
ταύτας καλοῦσιν οἱ Θηβαῖοι Φαρμακίδας, πεμφθῆναι δὲ ὑπὸ τῆς Ἤρας φασὶν ἐμπόδια εἶναι ταῖς ὠδῖσιν Ἀλκμήνης.
これらをテーバイ人たちは『ファルマキデス(魔女たち)』と呼んでおり、ヘラによってアルクメネの産みの苦しみの障害となるように送られたのだと言っている。
αἱ μὲν δὴ ἐπεῖχον Ἀλκμήνην μὴ τεκεῖν·
彼女たちはアルクメネが子供を産むのを妨げていた。
Τειρεσίου δὲ θυγατρὶ Ἱστορίδι σόφισμα ἔπεισιν ἐς τὰς Φαρμακίδας, ἐς ἐπήκοον αὐτῶν ὀλολύξαι, τετοκέναι γὰρ τὴν Ἀλκμήνην·
しかし、テイエリアスの娘ヒストリスが、ファルマキデスに対する策を思いつき、彼女たちに聞こえるところで、アルクメネが産んだと大声で叫んだ。
οὕτω τὰς μὲν ἀπατηθείσας ἀπελθεῖν, τὴν δὲ Ἀλκμήνην τεκεῖν φασιν.
こうして彼女たちはだまされて立ち去り、アルクメネは出産することができた、と彼らは言う。
§9.11.4ἐνταῦθα Ἡρακλεῖόν ἐστιν, ἄγαλμα δὲ τὸ μὲν λίθου λευκοῦ Πρόμαχος καλούμενον, ἔργον δὲ Ξενοκρίτου καὶ Εὐβίου Θηβαίων·
そこにはヘラクレスの神殿があり、白い石の彫像の一方は『プロマコス(前線で戦う者)』と呼ばれ、テーバイ人のクセノクリトスとエウビオスの作品である。
τὸ δὲ ξόανον τὸ ἀρχαῖον Θηβαῖοί τε εἶναι Δαιδάλου νενομίκασι καὶ αὐτῷ μοι παρίστατο ἔχειν οὕτω.
他方の古い木像については、テーバイ人たちはダイダロスの作であると信じており、私自身にもそのように思われた。
τοῦτον ἀνέθηκεν αὐτός, ὡς λέγεται, Δαίδαλος ἐκτίνων εὐεργεσίας χάριν.
この像は、言われているところでは、ダイダロス自身が受けた恩に報いるために奉納したものである。
ἡνίκα γὰρ ἔφευγεν ἐκ Κρήτης πλοῖα οὐ μεγάλα αὑτῷ καὶ τῷ παιδὶ Ἰκάρῳ ποιησάμενος, πρὸς δὲ καὶ ταῖς ναυσίν, ὃ μή πω τοῖς τότε ἐξεύρητο, ἱστία ἐπιτεχνησάμενος, ὡς τοῦ Μίνω ναυτικοῦ τὴν εἰρεσίαν φθάνοιεν ἐπιφόρῳ τῷ ἀνέμῳ χρώμενοι, τότε αὐτὸς μὲν σώζεται Δαίδαλος,
すなわち、彼がクレタ島から逃亡したとき、自分自身と息子のイカロスのために小さめの船を造り、さらにそれらの船に、当時の人々にはまだ発明されていなかった帆を取り付け、追い風を利用してミノスの水軍の漕ぎ手を出し抜くことができるようにした。
§9.11.5Ἰκάρῳ δὲ κυβερνῶντι ἀμαθέστερον ἀνατραπῆναι τὴν ναῦν λέγουσιν·
その時、ダイダロス自身は救われたが、イカロスは不慣れに操縦していたために船が転覆したと言われている。
ἀποπνιγέντα δὲ ἐξήνεγκεν ὁ κλύδων ἐς τὴν ὑπὲρ Σάμου νῆσον ἔτι οὖσαν ἀνώνυμον.
そして溺死した彼を、波がサモスの向こうにある、当時はまだ名前のなかった島へと打ち上げた。
ἐπιτυχὼν δὲ Ἡρακλῆς γνωρίζει τὸν νεκρόν, καὶ ἔθαψεν ἔνθα καὶ νῦν ἔτι αὐτῷ χῶμα οὐ μέγα ἐπὶ ἄκρας ἐστὶν ἀνεχούσης ἐς τὸ Αἰγαῖον.
そこにたまたま居合わせたヘラクレスがその遺体を確認し、彼を埋葬した。 そこには現在もなお、エーゲ海に突き出た岬の上に、彼の小さな墳墓がある。
ἀπὸ δὲ τοῦ Ἰκάρου τούτου ὄνομα ἥ τε νῆσος καὶ ἡ περὶ αὐτὴν θάλασσα ἔσχηκε.
このイカロスから、その島もその周囲の海も名前を得た。
§9.11.6Θηβαίοις δὲ τὰ ἐν τοῖς ἀετοῖς Πραξιτέλης ἐποίησε τὰ πολλὰ τῶν δώδεκα καλουμένων ἄθλων·
テーバイ人のために、破風の中の装飾をプラクシテレスが制作したが、それは「12の功業」と呼ばれるものの大部分であった。
καί σφισι τὰ ἐς τὰς ὄρνιθας ἐνδεῖ τὰς ἐπὶ Στυμφάλῳ καὶ ὡς ἐκάθηρεν Ἡρακλῆς τὴν Ἠλείαν χώραν, ἀντὶ τούτων δὲ ἡ πρὸς Ἀνταῖον πάλη πεποίηται.
それらのうち、ステュムファロスの鳥退治と、ヘラクレスがエリス地方を掃除した話が欠けており、これらの代わりにアンタイオスとの格闘が表現されている。
Θρασύβουλος δὲ ὁ Λύκου καὶ Ἀθηναίων οἱ σὺν αὐτῷ τυραννίδα τὴν τῶν τριάκοντα καταλύσαντες—ὁρμηθεῖσι γάρ σφισιν ἐκ Θηβῶν ἐγένετο ἡ κάθοδος—Ἀθηνᾶν καὶ Ἡρακλέα κολοσσοὺς ἐπὶ λίθου τύπου τοῦ Πεντελῆσιν, ἔργα δὲ Ἀλκαμένους, ἀνέθηκαν ἐς τὸ Ἡρακλεῖον.
一方、リュコスの息子トラシュブロスと彼とともにいたアテナイ人たちは、三十人僭主政を打倒した後に(なぜなら、彼らの帰還はテーバイから出発して行われたからである)、ペンテリコン産の石の浮彫りでできたアテナとヘラクレスの巨像(アルカメネスの作品であるが)をヘラクレイオンに奉納した。
§9.11.7τοῦ δὲ Ἡρακλείου γυμνάσιον ἔχεται καὶ στάδιον, ἀμφότερα ἐπώνυμα τοῦ θεοῦ.
ヘラクレイオンには体育場と競技場が隣接しており、どちらもその神にちなんで名付けられている。
ὑπὲρ δὲ τὸν Σωφρονιστῆρα λίθον βωμός ἐστιν Ἀπόλλωνος ἐπίκλησιν Σποδίου, πεποίηται δὲ ἀπὸ τῆς τέφρας τῶν ἱερείων.
『ソフロニステル』の石の上には、スポディオス(灰の)と呼ばれるアポロンの祭壇があり、それは生贄の灰で作られている。
μαντικὴ δὲ καθέστηκεν αὐτόθι ἀπὸ κληδόνων, ᾗ δὴ καὶ Σμυρναίους μάλιστα Ἑλλήνων χρωμένους οἶδα·
そこでは、兆しの言葉による占いが確立されており、私の知る限り、ギリシア人の中でスミュルナ人たちがこれを最もよく用いている。
ἔστι γὰρ καὶ Σμυρναίοις ὑπὲρ τὴν πόλιν κατὰ τὸ ἐκτὸς τοῦ τείχους Κληδόνων ἱερόν.
なぜならスミュルナ人にとっても、都市の上、城壁の外側に『兆しの言葉』の聖域があるからである。