§9.12.1τῷ δὲ Ἀπόλλωνι Θηβαῖοι τῷ Σποδίῳ ταύρους ἔθυον τὸ ἀρχαῖον· καί ποτε παρούσης σφίσι τῆς ἑορτῆς ἥ τε ὥρα κατήπειγε τῆς θυσίας καὶ οἱ πεμφθέντες ἐπὶ τὸν ταῦρον οὐχ ἧκον· οὕτω δὴ παρατυχούσης ἁμάξης τὸν ἕτερον τῶν βοῶν τῷ θεῷ θύουσι καὶ ἀπʼ ἐκείνου ἐργάτας βοῦς θύειν νομίζουσι.
底比斯人古时向“灰烬”阿波罗献祭公牛;有一次,当他们的节日临近时,献祭的时刻已经迫在眉睫,而派去牵公牛的人还没有回来;于是,他们利用手头现有的一辆货车,将两只轭牛中的一只献祭给神,自此他们便有了献祭耕牛的习俗。
λέγεται δὲ καὶ ὅδε ὑπʼ αὐτῶν λόγος, ὡς ἀπιόντι ἐκ Δελφῶν Κάδμῳ τὴν ἐπὶ Φωκέων βοῦς γένοιτο ἡγεμὼν τῆς πορείας, τὴν δὲ βοῦν ταύτην παρὰ βουκόλων εἶναι τῶν Πελάγοντος ὠνητήν· ἐπὶ δὲ ἑκατέρᾳ τῆς βοὸς πλευρᾷ σημεῖον ἐπεῖναι λευκὸν εἰκασμένον κύκλῳ τῆς σελήνης, ὁπότε εἴη πλήρης.
他们还讲述了这样一个传说:当卡德摩斯离开德尔斐时,一头雌牛在前往福基斯的路上成了他旅途的向导;而这头雌牛是从佩拉贡的牧民那里买来的;在这头牛的两侧肋腹上,有一个白色的印记,形似满月时的月盘。
§9.12.2ἔδει δὲ ἄρα Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἐνταῦθα οἰκῆσαι κατὰ τοῦ θεοῦ τὴν μαντείαν, ἔνθα ἡ βοῦς ἔμελλε καμοῦσα ὀκλάσειν· ἀποφαίνουσιν οὖν καὶ τοῦτο τὸ χωρίον.
按照神的启示,卡德摩斯和随行的军队必须在那头牛因疲惫而跪下的地方定居;因此他们也指出了这个地方。
ἐνταῦθα ἔστι μὲν ἐν ὑπαίθρῳ βωμὸς καὶ ἄγαλμα Ἀθηνᾶς· ἀναθεῖναι δὲ αὐτὸ Κάδμον λέγουσι.
这里在露天处有一座雅典娜的祭坛和雕像;他们说这是卡德摩斯奉纳的。
τοῖς οὖν νομίζουσιν ἐς γῆν ἀφικέσθαι Κάδμον τὴν Θηβαΐδα Αἰγύπτιον καὶ οὐ Φοίνικα ὄντα, ἔστιν ἐναντίον τῷ λόγῳ τῆς Ἀθηνᾶς ταύτης τὸ ὄνομα, ὅτι Ὄγγα κατὰ γλῶσσαν τὴν Φοινίκων καλεῖται καὶ οὐ Σάις κατὰ τὴν Αἰγυπτίων φωνήν.
因此,对于那些认为来到底比斯土地的卡德摩斯是埃及人而非腓尼基人的人来说,这位雅典娜的名字与他们的说法是相悖的;因为她用腓尼基人的语言被称为“翁加”(Ongar),而不用埃及人的语言被称为“塞斯”(Sais)。
§9.12.3φασὶ δὲ οἱ Θηβαῖοι, καθότι τῆς ἀκροπόλεως ἀγορά σφισιν ἐφʼ ἡμῶν πεποίηται, Κάδμου τὸ ἀρχαῖον οἰκίαν εἶναι· θαλάμων δὲ ἀποφαίνουσι τοῦ μὲν Ἁρμονίας ἐρείπια καὶ ὃν Σεμέλης φασὶν εἶναι, τοῦτον δὲ καὶ ἐς ἡμᾶς ἔτι ἄβατον φυλάσσουσιν ἀνθρώποις.
底比斯人说,在如今我们的时代所建的卫城广场所在地,古时曾是卡德摩斯的住宅;他们指出了这些卧室的废墟,其中一间是哈耳摩尼亚的,另一间他们说是塞墨勒的,而后者至今他们依然严禁人们涉足。
Ἑλλήνων δὲ τοῖς ἀποδεχομένοις ᾆσαι Μούσας ἐς τὸν Ἁρμονίας γάμον τὸ χωρίον ἐστὶν ἐπὶ τῆς ἀγορᾶς, ἔνθα δή φασι τὰς θεὰς ᾆσαι.
对于那些相信缪斯女神在哈耳摩尼亚婚礼上唱歌的希腊人来说,那片地方就在广场上,据说女神们确实是在那里唱歌的。
§9.12.4λέγεται δὲ καὶ τόδε, ὡς ὁμοῦ τῷ κεραυνῷ βληθέντι ἐς τὸν Σεμέλης θάλαμον πέσοι ξύλον ἐξ οὐρανοῦ· Πολύδωρον δὲ τὸ ξύλον τοῦτο χαλκῷ λέγουσιν ἐπικοσμήσαντα Διόνυσον καλέσαι Κάδμον.
还有人说,在雷电击中塞墨勒卧室的同时,一根木头从天而降;他们说,波吕多罗斯用青铜装饰了这根木头,并称其为“迪奥尼索斯·卡德摩斯”。
πλησίον δὲ Διονύσου ἄγαλμα, καὶ τοῦτο Ὀνασιμήδης ἐποίησε διʼ ὅλου πλῆρες ὑπὸ τοῦ χαλκοῦ· τὸν βωμὸν δὲ οἱ παῖδες εἰργάσαντο οἱ Πραξιτέλους.
附近有一尊迪奥尼索斯的雕像,这也是奥纳西墨德斯用纯青铜整体铸造的;而祭坛则是普拉克西特列斯的儿子们制作的。
§9.12.5ἀνδριάς τέ ἐστι Προνόμου ἀνδρὸς αὐλήσαντος ἐπαγωγότατα ἐς τοὺς πολλούς.
还有一尊普罗诺莫斯的雕像,他是一位演奏双簧管(阿夫洛斯管)极具吸引力、深得大众喜爱的音乐家。
τέως μέν γε ἰδέας αὐλῶν τρεῖς ἐκτῶντο οἱ αὐληταὶ καὶ τοῖς μὲν αὔλημα ηὔλουν τὸ Δώριον, διάφοροι δὲ αὐτοῖς ἐς ἁρμονίαν τὴν Φρύγιον ἐπεποίηντο οἱ αὐλοί, τὸ δὲ καλούμενον Λύδιον ἐν αὐλοῖς ηὐλεῖτο ἀλλοίοις· Πρόνομος δὲ ἦν ὃς πρῶτος ἐπενόησεν αὐλοὺς ἐς ἅπαν ἁρμονίας εἶδος ἔχοντας ἐπιτηδείως, πρῶτος δὲ διάφορα ἐς τοσοῦτο μέλη ἐπʼ αὐλοῖς ηὔλησε τοῖς αὐτοῖς.
因为在那之前,乐手们通常拥有三种类型的双簧管:用其中一种演奏多利亚调式,而为了弗里吉亚和声则为他们制作了不同的双簧管,至于所谓的吕底亚调式则用另外不同的双簧管来演奏;但普罗诺莫斯是第一个设计出适合所有调式的双簧管的人,也是第一个在相同的双簧管上演奏如此多不同旋律的人。
§9.12.6λέγεται δὲ ὡς καὶ τοῦ προσώπου τῷ σχήματι καὶ τῇ τοῦ παντὸς κινήσει σώματος περισσῶς δή τι ἔτερπε τὰ θέατρα· καί οἱ καὶ ᾆσμα πεποιημένον ἐστὶ προσόδιον ἐς Δῆλον τοῖς ἐπʼ Εὐρίπῳ Χαλκιδεῦσι.
据说,他还通过面部表情和整个身体的动作极大地娱乐了剧场观众;他还为优里普斯海峡上的卡尔基斯人创作了一首前往德洛斯岛的游行圣歌。
τοῦτόν τε οὖν ἐνταῦθα οἱ Θηβαῖοι καὶ Ἐπαμινώνδαν τὸν Πολύμνιδος ἀνέθεσαν.
因此,底比斯人在这个地方奉纳了他以及玻吕尼斯之子埃帕米农达的雕像。