§9.1.1Ἀθηναίοις δὲ ἡ Βοιωτία καὶ κατὰ ἄλλα τῆς Ἀττικῆς ἐστιν ὅμορος, πρὸς δὲ Ἐλευθερῶν οἱ Πλαταιεῖς.
对于雅典人来说,波奥蒂亚在阿提卡的其它部分也是相邻的,而在埃勒乌特赖的一侧,普拉塔亚人则与之相邻。
Βοιωτοὶ δὲ τὸ μὲν πᾶν ἔθνος ἀπὸ Βοιωτοῦ τὸ ὄνομα ἔσχηκεν, ὃν Ἰτώνου παῖδα καὶ νύμφης δὴ Μελανίππης, Ἴτωνον δὲ Ἀμφικτύονος εἶναι λέγουσι· καλοῦνται δὲ κατὰ πόλεις ἀπό τε ἀνδρῶν καὶ τὰ πλείω γυναικῶν.
波奥蒂亚人作为整个民族,其名字得自波奥托斯,他们说他是伊托诺斯与宁芙仙女梅拉尼佩的儿子,而伊托诺斯则是阿姆菲克堤翁的儿子;他们的城市是根据男人的名字,而更多的是根据女人的名字来命名的。
οἱ δὲ Πλαταιεῖς τὸ ἐξ ἀρχῆς ἐμοὶ δοκεῖν εἰσιν αὐτόχθονες· ὄνομα δέ σφισιν ἀπὸ Πλαταίας, ἣν θυγατέρα εἶναι Ἀσωποῦ τοῦ ποταμοῦ νομίζουσιν.
普拉塔亚人,在我看来,从一开始就是土生土长的;他们的名字来自普拉塔亚,他们认为她是河神阿索波斯的女儿。
§9.1.2ὅτι μὲν δὴ καὶ οὗτοι τὸ ἀρχαῖον ἐβασιλεύοντο, δῆλά ἐστι· βασιλεῖαι γὰρ πανταχοῦ τῆς Ἑλλάδος καὶ οὐ δημοκρατίαι πάλαι καθεστήκεσαν.
事实上,这些人古代也是由国王统治的,这是显而易见的;因为古时在希腊各地建立的都是王制,而非民主制。
τῶν δὲ βασιλέων ἄλλον μὲν οὐδένα οἱ Πλαταιεῖς ἴσασι, μόνον δὲ Ἀσωπὸν καὶ ἔτι πρότερον Κιθαιρῶνα· καὶ τὸν μὲν ἀφʼ αὑτοῦ θέσθαι τῷ ὄρει τὸ ὄνομα, τὸν δὲ τῷ ποταμῷ λέγουσι.
在这些国王中,普拉塔亚人除了阿索波斯,以及在他之前的基泰戎之外,不知道其他人;他们说,一个以自己的名字命名了山,另一个则命名了河。
δοκῶ δὲ καὶ τὴν Πλάταιαν, ἀφʼ ἧς κέκληται ἡ πόλις, βασιλέως Ἀσωποῦ καὶ οὐ τοῦ ποταμοῦ παῖδα εἶναι.
而我认为,这座城市赖以得名的普拉塔亚,也是国王阿索波斯的女儿,而不是河神的女儿。
§9.1.3Πλαταιεῦσι δὲ πρὸ μὲν τῆς μάχης, ἣν Ἀθηναῖοι Μαραθῶνι ἐμαχέσαντο, οὐδὲν ὑπῆρχεν ἐς δόξαν· μετασχόντες δὲ τοῦ Μαραθῶνι ἀγῶνος ὕστερον καταβεβηκότος ἤδη Ξέρξου καὶ ἐς τὰς ναῦς ἐτόλμησαν μετʼ Ἀθηναίων ἐσβῆναι, Μαρδόνιον δὲ τὸν Γωβρύου Ξέρξῃ στρατηγοῦντα ἠμύναντο ἐν τῇ σφετέρᾳ.
在雅典人在马拉松交战的那场战役之前,普拉塔亚人没有任何可以带来名声的事迹;但由于参与了马拉松的战斗,后来在薛西斯已经下临的时候,他们甚至敢于与雅典人一起登上战船,并在自己的土地上击退了为薛西斯统帅军队的戈布里亚斯之子马尔多尼奥斯。
δὶς δὲ σφᾶς κατέλαβε γενέσθαι τε ἀναστάτους καὶ αὖθις ἐς Βοιωτίαν καταχθῆναι.
然而,他们遭遇了两次被逐出家园并再次返回波奥蒂亚的命运。
§9.1.4ἐπὶ μὲν γὰρ τοῦ πολέμου τοῦ Πελοποννησίοις πρὸς Ἀθηναίους γενομένου Λακεδαιμόνιοι πολιορκίᾳ Πλάταιαν ἐξεῖλον· ἀνοικισθείσης δὲ ἐπὶ τῆς εἰρήνης, ἣν πρὸς βασιλέα τῶν Περσῶν γενέσθαι τοῖς Ἕλλησιν ἔπραξεν Ἀνταλκίδας ἀνὴρ Σπαρτιάτης, καὶ τῶν Πλαταιέων κατελθόντων ἐξ Ἀθηνῶν, τοὺς δὲ αὖθις ἔμελλεν ἐπιλήψεσθαι κακὸν δεύτερον.
因为在伯罗奔尼撒人对雅典人发生的战争期间,拉凯戴蒙人通过围攻占领了普拉塔亚;但是,当在斯巴达人安塔尔基达斯为希腊人与波斯国王斡旋达成的和平期间城市被重建,且普拉塔亚人从雅典返回时,第二场灾难又将再次降临于他们。
ἐκ μέν γε τοῦ ἐμφανοῦς πόλεμος πρὸς τοὺς Θηβαίους οὐκ ἦν συνεστηκώς, ἀλλὰ οἱ Πλαταιεῖς μένειν τὴν εἰρήνην σφίσιν ἔφασαν, ὅτι τὴν Καδμείαν Λακεδαιμονίοις κατασχοῦσιν οὔτε βουλεύματος οὔτε ἔργου μετεσχήκεσαν· §9.1.5Θηβαῖοι δὲ ἀπέφαινον τήν τε εἰρήνην Λακεδαιμονίους εἶναι τοὺς πράξαντας καὶ ὕστερον παραβάντων ἐκείνων λελύσθαι καὶ ἅπασιν ἠξίουν τὰς σπονδάς.
确实,表面上与底比斯人并没有发生战争,普拉塔亚人声称和平对他们依然有效,因为当拉凯戴蒙人占领卡德米亚时,他们既没有参与密谋,也没有参与行动;但底比斯人指出,缔结和平的是拉凯戴蒙人,后来随着他们的违约,和平已经解除,他们主张和约对所有人而言都已经失效。
οὐκ ἀνύποπτα οὖν ἡγούμενοι οἱ Πλαταιεῖς τὰ ἐκ τῶν Θηβαίων διὰ φυλακῆς εἶχον ἰσχυρᾶς τὴν πόλιν· καὶ ἐς τοὺς ἀγρούς, ὁπόσοι ἀπωτέρω τοῦ ἄστεως ἦσαν, οὐδὲ ἐς τούτους ἀνὰ πᾶσαν ἤρχοντο τὴν ἡμέραν, ἀλλὰ— ἠπίσταντο γὰρ τοὺς Θηβαίους ὡς πανδημεὶ καὶ ἅμα ἐπὶ πλεῖστον εἰώθεσαν βουλεύεσθαι—παρεφύλασσον τὰς ἐκκλησίας αὐτῶν, καὶ ἐν τῷ τοσούτῳ καθʼ ἡσυχίαν ἐφεώρων τὰ ἑαυτῶν καὶ οἱ ἔσχατοι γεωργοῦντες.
因此,普拉塔亚人认为底比斯人的举动并非没有可疑,便对城市进行了严密的防范;而对于那些离城较远的田地,他们甚至不每天都去,但是——因为他们知道底比斯人习惯于全员集会,且每次都进行极长时间的讨论——他们密切注视着底比斯人的公民大会,在此期间即使是耕种最偏远土地的人也能在平静中照料自己的事务。
§9.1.6Νεοκλῆς δὲ ὃς τότε βοιωταρχῶν ἔτυχεν ἐν Θήβαις—οὐ γὰρ αὐτὸν οἱ Πλαταιεῖς ἐλελήθεσαν ἐπὶ τῇ τέχνῃ— προεῖπε τῶν Θηβαίων ἕκαστόν τέ τινα ἰέναι πρὸς τὴν ἐκκλησίαν ὁμοῦ τοῖς ὅπλοις καὶ σφᾶς αὐτίκα οὐ τὴν εὐθεῖαν ἀπὸ τῶν Θηβῶν τὴν πεδιάδα, τὴν δὲ ἐπὶ Ὑσιῶν ἦγε πρὸς Ἐλευθερῶν τε καὶ τῆς Ἀττικῆς, ᾗ μηδὲ σκοπὸς ἐτέτακτο ὑπὸ τῶν Πλαταιέων· γενήσεσθαι δὲ περὶ τὰ τείχη περὶ μεσοῦσαν μάλιστα ἔμελλε τὴν ἡμέραν.
当时在底比斯恰好担任波奥塔尔克斯(联邦将军)的尼奥克莱斯——因为普拉塔亚人的这种防范技巧并没有瞒过他——预先通知每一个底比斯人带着武器前往大会,他随即带领他们,不是走底比斯出发的平坦直路,而是走通往许西亚,朝埃勒乌特赖和阿提卡方向的路,那里普拉塔亚人甚至没有布置一个哨兵;他打算在将近中午时分到达城墙周围。
§9.1.7Πλαταιεῖς δὲ ἄγειν Θηβαίους ἐκκλησίαν νομίζοντες ἐς τοὺς ἀγροὺς ἀποκεκλειμένοι τῶν πυλῶν ἦσαν· πρὸς δὲ τοὺς ἐγκαταληφθέντας ἐποιήσαντο οἱ Θηβαῖοι σπονδάς, ἀπελθεῖν σφᾶς πρὸ ἡλίου δύντος ἄνδρας μὲν σὺν ἑνί, γυναῖκας δὲ δύο ἱμάτια ἑκάστην ἔχουσαν.
而普拉塔亚人以为底比斯人正在举行大会,便在田间被关在了城门之外;底比斯人对那些被困在城内的人达成了协议,让他们在日落前离开,男人穿一件衣服,女人则每人穿两件。
συνέβη τε ἐναντία τοῖς Πλαταιεῦσιν ἐν τῷ τότε ἡ τύχη ἢ ὡς ὑπὸ Ἀρχιδάμου καὶ Λακεδαιμονίων τὸ πρότερον ἥλωσαν· Λακεδαιμόνιοι μέν γʼ αὐτοὺς ἐξεπολιόρκησαν ἀπείργοντες διπλῷ τείχει μὴ ἐξελθεῖν τοῦ ἄστεως, Θηβαῖοι δὲ ἐν τῷ τότε ἀφελόμενοι μὴ ἐσελθεῖν σφᾶς ἐς τὸ τεῖχος.
当时,普拉塔亚人遭遇了与以前被阿耳希达摩斯和拉凯戴蒙人攻占时完全相反的命运;因为拉凯戴蒙人通过双重城墙封锁他们,使他们无法离开城市而攻占之,而底比斯人当时则是剥夺了他们进入城墙的机会。
§9.1.8ἐγένετο δὲ ἡ ἅλωσις Πλαταίας ἡ δευτέρα μάχης μὲν τρίτῳ τῆς ἐν Λεύκτροις ἔτει πρότερον, Ἀστείου δὲ Ἀθήνῃσιν ἄρχοντος.
这第二次攻占普拉塔亚发生在留克特拉战役的前三年,当时阿斯泰奥斯在雅典担任执政官。
καὶ ἡ μὲν πόλις ὑπὸ τῶν Θηβαίων καθῃρέθη πλὴν τὰ ἱερά, τοῖς δὲ Πλαταιεῦσιν ὁ τρόπος τῆς ἁλώσεως σωτηρίαν παρέσχεν ἐν ἴσῳ πᾶσιν· ἐκπεσόντας δὲ σφᾶς ἐδέξαντο αὖθις οἱ Ἀθηναῖοι.
城市除圣所外都被底比斯人摧毁了,但对普拉塔亚人来说,被占领的方式给所有人平等地带来了生命的保全;当他们被驱逐时,雅典人再次接纳了他们。
Φιλίππου δέ, ὡς ἐκράτησεν ἐν Χαιρωνείᾳ, φρουράν τε ἐσαγαγόντος ἐς Θήβας καὶ ἄλλα ἐπὶ καταλύσει τῶν Θηβαίων πράσσοντος, οὕτω καὶ οἱ Πλαταιεῖς ὑπʼ αὐτοῦ κατήχθησαν.
但当腓力在喀罗尼亚获胜后,既在底比斯驻军,又采取其他旨在瓦解底比斯人的措施时,普拉塔亚人就这样也被他送回了家园。