§8.8.7χρόνῳ δὲ ὕστερον Λακεδαιμονίων στρατιὰ καὶ Ἀγησίπολις ὁ Παυσανίου βασιλεὺς ἐσέβαλον ἐς τὴν Μαντινικήν.
後に、ラケダイモン人の軍勢とパウサニアスの子である王アゲシポリスがマンティニケに侵攻した。
ὡς δὲ ἐκράτησεν ὁ Ἀγησίπολις τῇ μάχῃ καὶ ἐς τὸ τεῖχος κατέκλεισε τοὺς Μαντινέας, εἷλεν οὐ μετὰ πολὺ τὴν πόλιν, οὐ πολιορκίᾳ κατὰ τὸ ἰσχυρόν, τὸν δὲ Ὄφιν ποταμὸν ἀποστρέψας σφίσιν ἐς τὸ τεῖχος ὠμῆς ᾠκοδομημένον τῆς πλίνθου.
アゲシポリスは戦いに勝利してマンティネイア人たちを城壁の中に閉じ込めると、それから間もなく都市を攻略したが、それは力攻めによる包囲ではなく、未焼成の煉瓦で築かれていた彼らの城壁に向けてオピス川の水を転流させることによってであった。
§8.8.8ἐς μὲν δὴ μηχανημάτων ἐμβολὴν ἀσφάλειαν ἡ πλίνθος παρέχεται μᾶλλον ἢ ὁπόσα λίθου πεποιημένα ἐστίν·
実際、攻城兵器の打撃に対して、煉瓦は石造りのあらゆるものよりも大きな安全をもたらす。
οἱ μὲν γὰρ κατάγνυνταί τε καὶ ἐκπηδῶσιν ἐκ τῶν ἁρμονιῶν, ἡ δὲ πλίνθος ἐκ μηχανημάτων μὲν οὐχ ὁμοίως πονεῖ, διαλύεται δὲ ὑπὸ τοῦ ὕδατος οὐχ ἧσσον ἢ ὑπὸ τοῦ ἡλίου κηρός.
というのも、石は砕かれ、接合部から飛び出してしまうが、煉瓦は兵器による打撃から同様の痛手は受けないものの、太陽による蝋に劣らず、水によって溶解してしまうからである。
§8.8.9τοῦτο οὐκ Ἀγησίπολις τὸ στρατήγημα ἐς τὸ τεῖχος τῶν Μαντινέων ἐστὶν ὁ συνείς, ἀλλὰ πρότερον ἔτι Κίμωνι ἐξευρέθη τῷ Μιλτιάδου Βόγην πολιορκοῦντι ἄνδρα Μῆδον καὶ ὅσοι Περσῶν Ἠιόνα τὴν ἐπὶ Στρυμόνι εἶχον·
マンティネイア人の城壁に対するこの計略は、アゲシポリスが思いついたものではなく、それよりさらに前に、ミルティアデスの子キモンが、メディア人ボゲスおよびストリュモン川沿いのエイオンを保持していたペルシア人たちを包囲していたときに考案したものであった。
Ἀγησίπολις δὲ καθεστηκὸς καὶ ᾀδόμενον ὑπὸ Ἑλλήνων ἐμιμήσατο.
アゲシポリスは、ギリシア人の間で確立され、語り継がれていた前例を模倣したのである。
ὡς δὲ εἷλε τὴν Μαντίνειαν, ὀλίγον μέν τι κατέλιπεν οἰκεῖσθαι, τὸ πλεῖστον δὲ ἐς ἔδαφος καταβαλὼν αὐτῆς κατὰ κώμας τοὺς ἀνθρώπους διῴκισε.
彼はマンティネイアを攻略すると、居住地としてはごく一部だけを残し、大部分を地平に平らげ、人々を村落ごとに分散して住まわせた。
§8.8.10Μαντινέας δὲ ἐκ τῶν κωμῶν κατάξειν ἐς τὴν πατρίδα ἔμελλον Θηβαῖοι μετὰ τὸ ἔργον τὸ ἐν Λεύκτροις.
レウクトラの戦いの後、テーバイ人たちはマンティネイア人たちを村落から祖国へと帰還させることになっていた。
κατελθόντες δὲ οὐ τὰ πάντα ἐγένοντο δίκαιοι·
しかし帰還した彼らは、すべての点において正義を貫いたわけではなかった。
περιληφθέντες δὲ ἐπικηρυκευόμενοι Λακεδαιμονίοις καὶ εἰρήνην ἰδίᾳ πρὸς αὐτοὺς ἄνευ τοῦ Ἀρκάδων κοινοῦ πράσσοντες, οὕτω διὰ τὸ δέος τῶν Θηβαίων ἐς τὴν Λακεδαιμονίων συμμαχίαν μετεβάλοντο ἐκ τοῦ φανεροῦ, καὶ τῆς Μαντινικῆς πρὸς Ἐπαμινώνδαν καὶ Θηβαίους μάχης Λακεδαιμονίων γινομένης ὁμοῦ τοῖς Λακεδαιμονίοις ἐτάξαντο οἱ Μαντινεῖς.
彼らがラケダイモン人に使節を送って交渉し、アルカディア同盟を通さずに個別に和平を画策していることが発覚すると、彼らはテーバイ人への恐れから、公然とラケダイモン人の同盟へと鞍替えした。 そして、マンティネイア領内においてラケダイモン人とエパメイノンダス率いるテーバイ人との戦いが起こったとき、マンティネイア人たちはラケダイモン人と同調して陣を敷いた。
§8.8.11τούτων δὲ ὕστερον διαφορὰ ἐγένετο Μαντινεῦσιν ἐς τοὺς Λακεδαιμονίους, καὶ ἀπʼ αὐτῶν μετέστησαν ἐς τὸ Ἀχαϊκόν·
これらの出来事の後、マンティネイア人たちとラケダイモン人との間に不和が生じ、彼らはラケダイモン人から離脱してアカイア同盟へと移った。
καὶ Ἆγιν τὸν Εὐδαμίδου βασιλεύοντα ἐν Σπάρτῃ νικῶσιν ἀμύνοντες τῇ σφετέρᾳ, νικῶσι δὲ προσλαβόντες Ἀχαιῶν στρατιὰν καὶ Ἄρατον ἡγεμόνα ἐπʼ αὐτῇ.
そして、スパルタで王位にあったエウダミダスの子アギスを、自国を防衛して打ち破った。 彼らはアカイア人の軍勢とそれを率いる将軍アラトスを援軍に迎えてアギスを破ったのである。
μετέσχον δὲ καὶ πρὸς Κλεομένην τοῦ ἔργου τοῖς Ἀχαιοῖς καὶ συγκαθεῖλον Λακεδαιμονίων τὴν ἰσχύν.
彼らはまた、クレオメネスに対する戦いにおいてもアカイア人たちと行動を共にし、ラケダイモン人の勢力を共同で打ち倒した。
Ἀντιγόνου δὲ ἐν Μακεδονίᾳ Φίλιππον τὸν Περσέως πατέρα ἔτι παῖδα ἐπιτροπεύοντος καὶ Ἀχαιοῖς ἐς τὰ μάλιστα ὄντος ἐπιτηδείου, ἄλλα τε ἐς τιμὴν αὐτοῦ Μαντινεῦσιν ἐποιήθη καὶ ὄνομα τῇ πόλει μετέθεντο Ἀντιγόνειαν.
アンティゴノスがマケドニアにおいて、ペルセウスの父である、まだ子供であったフィリッポスの摂政を務めており、アカイア人たちと極めて親密な関係にあったとき、マンティネイア人たちは彼への敬意を表するために様々なことを行い、都市の名前をアンティゴネイアへと変更した。
§8.8.12χρόνῳ δὲ ὕστερον Αὐγούστου πρὸς τῇ ἄκρᾳ τοῦ Ἀπόλλωνος τοῦ Ἀκτίου ναυμαχήσειν μέλλοντος Μαντινεῖς ἐμαχέσαντο ὁμοῦ Ῥωμαίοις, τὸ δὲ ἄλλο Ἀρκαδικὸν συνετάχθησαν Ἀντωνίῳ, κατʼ ἄλλο μὲν ἐμοὶ δοκεῖν οὐδέν, ὅτι δὲ ἐφρόνουν οἱ Λακεδαιμόνιοι τὰ Αὐγούστου.
後に、アウグストゥスがアクティウムのアポロンの岬の近くで海戦を戦おうとしていたとき、マンティネイア人たちはローマ人とともに戦ったが、他のアルカディア人たちはアントニウスの陣営に加わった。 これは、私の見解では他でもなく、ラケダイモン人がアウグストゥスを支持していたからである。
δέκα δὲ ὕστερον γενεαῖς ἐβασίλευσέ τε Ἀδριανὸς καὶ ἀφελὼν Μαντινεῦσι τὸ ὄνομα τὸ ἐκ Μακεδονίας ἐπακτὸν ἀπέδωκεν αὖθις Μαντίνειαν καλεῖσθαί σφισι τὴν πόλιν.
その十世代後にハドリアヌスが帝位に就くと、マンティネイア人からマケドニアから持ち込まれた外来の名前を取り除き、彼らの都市が再びマンティネイアと呼ばれるように復した。