Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.8.7-8.8.12

曼蒂内亚的毁灭、重建与历史沿革

第 310 段,共 465 段 · 希腊语

内容简介

本段记述了阿格西波利斯对曼蒂内亚的攻占与分拆安置、其后的重建过程、该城与亚该亚同盟及罗马之间的盟友关系变迁,以及哈德良皇帝恢复其原名。

§8.8.7χρόνῳ δὲ ὕστερον Λακεδαιμονίων στρατιὰ καὶ Ἀγησίπολις ὁ Παυσανίου βασιλεὺς ἐσέβαλον ἐς τὴν Μαντινικήν.
此后不久,拉刻代蒙人的军队和保萨尼亚斯之子、国王阿格西波利斯入侵了曼蒂内亚领地。
ὡς δὲ ἐκράτησεν ὁ Ἀγησίπολις τῇ μάχῃ καὶ ἐς τὸ τεῖχος κατέκλεισε τοὺς Μαντινέας, εἷλεν οὐ μετὰ πολὺ τὴν πόλιν, οὐ πολιορκίᾳ κατὰ τὸ ἰσχυρόν, τὸν δὲ Ὄφιν ποταμὸν ἀποστρέψας σφίσιν ἐς τὸ τεῖχος ὠμῆς ᾠκοδομημένον τῆς πλίνθου.
当阿格西波利斯在战斗中获胜并将曼蒂内亚人围困在城墙内后,没过多久他就攻占了这座城市,但并非通过强力的围攻,而是将奥菲斯河的水流引向他们用生砖砌筑的城墙。
§8.8.8ἐς μὲν δὴ μηχανημάτων ἐμβολὴν ἀσφάλειαν ἡ πλίνθος παρέχεται μᾶλλον ἢ ὁπόσα λίθου πεποιημένα ἐστίν· οἱ μὲν γὰρ κατάγνυνταί τε καὶ ἐκπηδῶσιν ἐκ τῶν ἁρμονιῶν, ἡ δὲ πλίνθος ἐκ μηχανημάτων μὲν οὐχ ὁμοίως πονεῖ, διαλύεται δὲ ὑπὸ τοῦ ὕδατος οὐχ ἧσσον ἢ ὑπὸ τοῦ ἡλίου κηρός.
事实上,面对攻城器械的撞击,生砖比任何石造建筑都能提供更高的安全性;因为石头会碎裂并从接合处弹跳出来,而生砖虽然在器械撞击下不会受到同样程度的损害,但被水融化的速度却不亚于太阳底下的蜡。
§8.8.9τοῦτο οὐκ Ἀγησίπολις τὸ στρατήγημα ἐς τὸ τεῖχος τῶν Μαντινέων ἐστὶν ὁ συνείς, ἀλλὰ πρότερον ἔτι Κίμωνι ἐξευρέθη τῷ Μιλτιάδου Βόγην πολιορκοῦντι ἄνδρα Μῆδον καὶ ὅσοι Περσῶν Ἠιόνα τὴν ἐπὶ Στρυμόνι εἶχον· Ἀγησίπολις δὲ καθεστηκὸς καὶ ᾀδόμενον ὑπὸ Ἑλλήνων ἐμιμήσατο.
这一针对曼蒂内亚人城墙的谋略并非阿格西波利斯所首创,而是在此更早之前,由米尔蒂亚德之子客蒙在围攻波格斯(一名米底人)以及占领斯特里蒙河畔埃昂的所有波斯人时所发明的;阿格西波利斯只是模仿了在希腊人中已确立并被传颂的先例。
ὡς δὲ εἷλε τὴν Μαντίνειαν, ὀλίγον μέν τι κατέλιπεν οἰκεῖσθαι, τὸ πλεῖστον δὲ ἐς ἔδαφος καταβαλὼν αὐτῆς κατὰ κώμας τοὺς ἀνθρώπους διῴκισε.
当他攻占曼蒂内亚后,只留下一小部分供人居住,而将其大部分夷为平地,并将人们分散安置在各个村落中。
§8.8.10Μαντινέας δὲ ἐκ τῶν κωμῶν κατάξειν ἐς τὴν πατρίδα ἔμελλον Θηβαῖοι μετὰ τὸ ἔργον τὸ ἐν Λεύκτροις.
在留克特拉战役之后,底比斯人本要将曼蒂内亚人从村落中接回祖国。
κατελθόντες δὲ οὐ τὰ πάντα ἐγένοντο δίκαιοι· περιληφθέντες δὲ ἐπικηρυκευόμενοι Λακεδαιμονίοις καὶ εἰρήνην ἰδίᾳ πρὸς αὐτοὺς ἄνευ τοῦ Ἀρκάδων κοινοῦ πράσσοντες, οὕτω διὰ τὸ δέος τῶν Θηβαίων ἐς τὴν Λακεδαιμονίων συμμαχίαν μετεβάλοντο ἐκ τοῦ φανεροῦ, καὶ τῆς Μαντινικῆς πρὸς Ἐπαμινώνδαν καὶ Θηβαίους μάχης Λακεδαιμονίων γινομένης ὁμοῦ τοῖς Λακεδαιμονίοις ἐτάξαντο οἱ Μαντινεῖς.
然而,归国后的他们并非在所有事情上都主持正义;当他们被发现私自向拉刻代蒙人派遣使者、并在没有通过阿卡迪亚联盟的情况下私自与他们议和时,出于对底比斯人的恐惧,他们便公开转而加入了拉刻代蒙人的同盟。 当拉刻代蒙人在曼蒂内亚领地内与伊帕密浓达及底比斯人交战时,曼蒂内亚人与拉刻代蒙人并肩列阵。
§8.8.11τούτων δὲ ὕστερον διαφορὰ ἐγένετο Μαντινεῦσιν ἐς τοὺς Λακεδαιμονίους, καὶ ἀπʼ αὐτῶν μετέστησαν ἐς τὸ Ἀχαϊκόν· καὶ Ἆγιν τὸν Εὐδαμίδου βασιλεύοντα ἐν Σπάρτῃ νικῶσιν ἀμύνοντες τῇ σφετέρᾳ, νικῶσι δὲ προσλαβόντες Ἀχαιῶν στρατιὰν καὶ Ἄρατον ἡγεμόνα ἐπʼ αὐτῇ.
在这些事情之后,曼蒂内亚人与拉刻代蒙人之间产生了不和,他们由此脱离对方而加入了亚该亚同盟;他们通过保卫自己的领土,击败了在斯巴达为王的高达米达斯之子阿基斯,而他们在接纳了亚该亚人的军队以及由阿拉图斯率领的援军后,击败了阿基斯。
μετέσχον δὲ καὶ πρὸς Κλεομένην τοῦ ἔργου τοῖς Ἀχαιοῖς καὶ συγκαθεῖλον Λακεδαιμονίων τὴν ἰσχύν.
他们还与亚该亚人一起参加了对抗克莱奥美奈斯的战斗,共同摧毁了拉刻代蒙人的势力。
Ἀντιγόνου δὲ ἐν Μακεδονίᾳ Φίλιππον τὸν Περσέως πατέρα ἔτι παῖδα ἐπιτροπεύοντος καὶ Ἀχαιοῖς ἐς τὰ μάλιστα ὄντος ἐπιτηδείου, ἄλλα τε ἐς τιμὴν αὐτοῦ Μαντινεῦσιν ἐποιήθη καὶ ὄνομα τῇ πόλει μετέθεντο Ἀντιγόνειαν.
当安提柯在马其顿为当时还是孩童的、珀尔修斯之子腓力担任摄政,且与亚该亚人关系极为友好时,曼蒂内亚人为了向他表示敬意而做了许多事情,并将城市的名字改为了安提戈尼亚。
§8.8.12χρόνῳ δὲ ὕστερον Αὐγούστου πρὸς τῇ ἄκρᾳ τοῦ Ἀπόλλωνος τοῦ Ἀκτίου ναυμαχήσειν μέλλοντος Μαντινεῖς ἐμαχέσαντο ὁμοῦ Ῥωμαίοις, τὸ δὲ ἄλλο Ἀρκαδικὸν συνετάχθησαν Ἀντωνίῳ, κατʼ ἄλλο μὲν ἐμοὶ δοκεῖν οὐδέν, ὅτι δὲ ἐφρόνουν οἱ Λακεδαιμόνιοι τὰ Αὐγούστου.
此后不久,当奥古斯都在阿克提乌姆的阿波罗岬角附近准备进行海战时,曼蒂内亚人与罗马人并肩作战,而其余的阿卡迪亚人则与安东尼列阵在一起。 在我的看来,这没有别的原因,仅仅是因为拉刻代蒙人支持奥古斯都的立场。
δέκα δὲ ὕστερον γενεαῖς ἐβασίλευσέ τε Ἀδριανὸς καὶ ἀφελὼν Μαντινεῦσι τὸ ὄνομα τὸ ἐκ Μακεδονίας ἐπακτὸν ἀπέδωκεν αὖθις Μαντίνειαν καλεῖσθαί σφισι τὴν πόλιν.
十代人之后,哈德良登基为帝,他去除了曼蒂内亚人从马其顿引入的外来名字,重新恢复了他们的城市被称为曼蒂内亚的权利。

词汇与语法注释

  1. 8.8.7ὠμῆς ᾠκοδομημένον τῆς πλίνθου — ὠμῆς... τῆς πλίνθου 是表示材料的属格(意为“用生砖砌筑的”)。生砖(未烧制的砖)极易溶于水的物理特性,是紧接着的第 8.8.8 节中展开讨论的前提。
  2. 8.8.9τοῦτο οὐκ Ἀγησίπολις τὸ στρατήγημα ... ἐστὶν ὁ συνείς — 否定词 οὐκ 直接置于 Ἀγησίπολις 之前,与系动词 ἐστίν 及分词 συνείς(源自 συνίημι,“理解、设想”的过去分词)构成类似分裂句的强调句式,用以强调“想出这一妙计的人并非阿格西波利斯”这一事实。
  3. 8.8.10περιληφθέντες — 动词 περιλαμβάνω(包围、抓住、发现)的被动过去分词。在此处语境中,最自然的解释是曼蒂内亚人私下同拉刻代蒙人议和的叛变行径“被发现/被揭发”。
  4. 8.8.12ἐμοὶ δοκεῖν — 使用不定式 δοκεῖν 的绝对不定式结构(限制性用法),起到插入语的作用,意为“依我之见”或“在我看来”。

引用这一段

保萨尼亚斯, 希腊志 §8.8.7-8.8.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.8.7-8.8.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。