§8.9.1ἔστι δὲ Μαντινεῦσι ναὸς διπλοῦς μάλιστά που κατὰ μέσον τοίχῳ διειργόμενος·
マンティネイア人には、ほぼ中央において壁で仕切られた、二重の神殿がある。
τοῦ ναοῦ δὲ τῇ μὲν ἄγαλμά ἐστιν Ἀσκληπιοῦ, τέχνη Ἀλκαμένους, τὸ δὲ ἕτερον Λητοῦς ἐστιν ἱερὸν καὶ τῶν παίδων·
その神殿の一方には、アルカメネスの作であるアスクレピオス像があり、他方はレトとその子供たちの聖所となっている。
Πραξιτέλης δὲ τὰ ἀγάλματα εἰργάσατο τρίτῃ μετὰ Ἀλκαμένην ὕστερον γενεᾷ.
プラクシテレスは、アルカメネスから三世代後にこれらの像を制作した。
τούτων πεποιημένα ἐστὶν ἐπὶ τῷ βάθρῳ Μοῦσαι καὶ Μαρσύας αὐλῶν.
これらの像の台座には、ミューズたちと、笛を吹くマルシュアスが表されている。
ἐνταῦθα ἀνὴρ ἐπείργασται στήλῃ Πολύβιος ὁ Λυκόρτα·
そこには、リュコルタスの子ポリュビオスが碑石に浮き彫りで表されている。
§8.9.2καὶ τοῦ μὲν ἐπιμνησθησόμεθα καὶ ἐν τοῖς ἔπειτα, Μαντινεῦσι δέ ἐστι καὶ ἄλλα ἱερά, τὸ μὲν Σωτῆρος Διός, τὸ δὲ Ἐπιδώτου καλουμένου·
彼については後でも言及することにするが、マンティネイア人には他にも聖所があり、一つは「救済者」ゼウスの、もう一つは「エピドテス」と呼ばれる神の聖所である。
ἐπιδιδόναι γὰρ δὴ ἀγαθὰ αὐτὸν ἀνθρώποις.
というのも、彼が人間に善いものを与えるからである。
ἔστι δὲ καὶ Διοσκούρων καὶ ἑτέρωθι Δήμητρος καὶ Κόρης ἱερόν·
またディオスクロイの聖所、さらに別の場所にはデメテルとコレの聖所もある。
πῦρ δὲ ἐνταῦθα καίουσι, ποιούμενοι φροντίδα μὴ λάθῃ σφίσιν ἀποσβεσθέν.
そこでは彼らは火を燃やしており、自分たちの気づかぬうちに消えてしまわないよう細心の注意を払っている。
καὶ Ἥρας πρὸς τῷ θεάτρῳ ναὸν ἐθεασάμην·
また、劇場の近くにヘラ神殿があるのを目にした。
§8.9.3Πραξιτέλης δὲ τὰ ἀγάλματα αὐτήν τε καθημένην ἐν θρόνῳ καὶ παρεστώσας ἐποίησεν Ἀθηνᾶν καὶ Ἥβην παῖδα Ἥρας.
プラクシテレスがその像を制作したが、彼女自身は玉座に腰掛けており、アテナと、ヘラの娘であるヘベが傍らに立っている。
πρὸς δὲ τῆς Ἥρας τῷ βωμῷ καὶ Ἀρκάδος τάφος τοῦ Καλλιστοῦς ἐστι·
ヘラの祭壇の近くには、カリストの子アルカスの墓もある。
τὰ δὲ ὀστᾶ τοῦ Ἀρκάδος ἐπηγάγοντο ἐκ Μαινάλου, χρησμοῦ σφισιν ἐλθόντος ἐκ Δελφῶν·
彼らはデルポイから神託が下ったため、マイナロスからアルカスの骨を移送したのである。
§8.9.4"
ἔστι δὲ Μαιναλίη δυσχείμερος, ἔνθα τε κεῖται
Ἀρκάς, ἀφʼ οὗ δὴ πάντες ἐπίκλησιν καλέονται,
οὗ τρίοδος καὶ τετράοδος καὶ πεντακέλευθος.
「冬厳しきマイナリアの地あり、そこに横たわるはアルカス、彼から実にすべての者がその名を名乗る。
ἔνθα σʼ ἐγὼ κέλομαι στείχειν καὶ ἐύφρονι θυμῷ
Ἀρκάδʼ ἀειραμένους κατάγειν εἰς ἄστυ ἐραννόν·
そこは三叉路、四叉路、五つの道が交わる地なり。
ἔνθα τε δὴ τέμενός τε θυηλάς τʼ Ἀρκάδι τεύχειν.
そこへ行くよう我は命ず、そして晴れやかな心にてアルカスを担ぎ上げ、美わしき都市へと連れ戻すがよい。
"
τὸ δὲ χωρίον τοῦτο, ἔνθα ὁ τάφος ἐστὶ τοῦ Ἀρκάδος, καλοῦσιν Ἡλίου βωμούς.
そこにアルカスのための聖域を築き、生贄を捧げるがよい。 」アルカスの墓があるこの場所を、人々は「太陽の祭壇」と呼んでいる。
§8.9.5τοῦ θεάτρου δὲ οὐ πόρρω μνήματα προήκοντά ἐστιν ἐς δόξαν, τὸ μὲν Ἑστία καλουμένη κοινή, περιφερὲς σχῆμα ἔχουσα· Ἀντινόην δὲ αὐτόθι ἐλέγετο κεῖσθαι τὴν Κηφέως·
劇場の近くには、名声において傑出した記念碑があり、一つは「共同のヘスティア」と呼ばれる、円形をしたもので、ケペウスの娘アンティノエがそこに葬られていると言われていた。
τῷ δὲ στήλη τε ἐφέστηκε καὶ ἀνὴρ ἱππεὺς ἐπειργασμένος ἐστὶν ἐπὶ τῇ στήλῃ, Γρύλος ὁ Ξενοφῶντος.
もう一方には碑石が立っており、そこには騎馬の男、クセノポンの子グリュロスが浮き彫りにされている。
§8.9.6τοῦ θεάτρου δὲ ὄπισθεν ναοῦ τε Ἀφροδίτης ἐπίκλησιν Συμμαχίας ἐρείπια καὶ ἄγαλμα ἐλείπετο·
劇場の裏手には、「同盟」という異名を持つアプロディテの神殿の遺跡と、神像が残されていた。
τὸ δὲ ἐπίγραμμα τὸ ἐπὶ τῷ βάθρῳ τὴν ἀναθεῖσαν τὸ ἄγαλμα ἐδήλου θυγατέρα εἶναι Πασέου Νικίππην.
台座の銘文は、その像を奉納したのがパセアスの娘ニキッペであることを示していた。
τὸ δὲ ἱερὸν κατεσκευάσαντο τοῦτο οἱ Μαντινεῖς ὑπόμνημα ἐς τοὺς ἔπειτα τῆς ὁμοῦ Ῥωμαίοις ἐπʼ Ἀκτίῳ ναυμαχίας.
マンティネイア人たちは、アクティウムでローマ人と共に戦った海戦の後世への記念として、この聖所を建設したのである。
σέβουσι δὲ καὶ Ἀθηνᾶν Ἀλέαν, καὶ ἱερόν τε καὶ ἄγαλμα Ἀθηνᾶς ἐστιν Ἀλέας αὐτοῖς.
彼らはアテナ・アレアをも崇拝しており、アテナ・アレアの聖所と像を擁している。
§8.9.7ἐνομίσθη δὲ καὶ Ἀντίνους σφίσιν εἶναι θεός·
アンティノオスもまた、彼らの間で神とみなされるようになった。
τῶν δὲ ἐν Μαντινείᾳ νεώτατός ἐστιν ὁ τοῦ Ἀντίνου ναός.
マンティネイアの神殿の中で、アンティノオスの神殿は最も新しいものである。
οὗτος ἐσπουδάσθη περισσῶς δή τι ὑπὸ βασιλέως Ἀδριανοῦ·
これは、ハドリアヌス帝によって極めて特別に熱心に営まれたものである。
ἐγὼ δὲ μετʼ ἀνθρώπων μὲν ἔτι αὐτὸν ὄντα οὐκ εἶδον, ἐν δὲ ἀγάλμασιν εἶδον καὶ ἐν γραφαῖς.
私は彼がまだ人間の間にいたときには見なかったが、彫像や絵画において彼を見た。
ἔχει μὲν δὴ γέρα καὶ ἑτέρωθι, καὶ ἐπὶ τῷ Νείλῳ πόλις Αἰγυπτίων ἐστὶν ἐπώνυμος Ἀντίνου·
彼は実際、他の場所でも栄誉を与えられており、ナイル川沿いにはアンティノオスにちなんで名付けられたエジプト人の都市がある。
τιμὰς δὲ ἐν Μαντινείᾳ κατὰ τοιόνδε ἔσχηκε.
しかし、マンティネイアにおいて彼が誉れを得るに至ったのは、次のような理由による。
γένος ἦν ὁ Ἀντίνους ἐκ Βιθυνίου τῆς ὑπὲρ Σαγγαρίου ποταμοῦ·
アンティノオスはサンガリオス川の彼方にあるビテュニオンの出身であった。
οἱ δὲ Βιθυνιεῖς Ἀρκάδες τέ εἰσι καὶ Μαντινεῖς τὰ ἄνωθεν.
そしてビテュニア人たちは、もともとアルカディア人でありマンティネイア人なのである。
§8.9.8τούτων ἕνεκα ὁ βασιλεὺς κατεστήσατο αὐτῷ καὶ ἐν Μαντινείᾳ τιμάς, καὶ τελετή τε κατὰ ἔτος ἕκαστον καὶ ἀγών ἐστιν αὐτῷ διὰ ἔτους πέμπτου.
これらの理由から、皇帝はマンティネイアにおいても彼のための崇拝を制定し、毎年行われる儀礼と、五年ごとに彼のための競技会が催されている。
οἶκος δέ ἐστιν ἐν τῷ γυμνασίῳ Μαντινεῦσιν ἀγάλματα ἔχων Ἀντίνου καὶ ἐς τἄλλα θέας ἄξιος λίθων ἕνεκα οἷς κεκόσμηται καὶ ἀπιδόντι ἐς τὰς γραφάς·
またマンティネイア人の体育場には、アンティノオスの像を安置する一棟の建物があり、それが装飾されている石材の点でも、また絵画に目を向ける者にとっても、その他の点でも観るに値するものである。
αἱ δὲ Ἀντίνου εἰσὶν αἱ πολλαί, Διονύσῳ μάλιστα εἰκασμέναι.
その多くはアンティノオスの肖像であり、特にディオニュソスに似せて描かれている。
καὶ δὴ καὶ τῆς ἐν Κεραμεικῷ γραφῆς, ἣ τὸ ἔργον εἶχε τὸ Ἀθηναίων ἐν Μαντινείᾳ, καὶ ταύτης αὐτόθι ἐστὶ μίμημα.
さらにまた、マンティネイアにおけるアテナイ人の戦闘を描いた、ケラメイコスにある絵画の模写もそこにある。
§8.9.9Μαντινεῦσι δὲ ἐν τῇ ἀγορᾷ γυναικός τε εἰκὼν χαλκῆ— Μαντινεῖς καλοῦσι Διομένειαν Ἀρκάδος —καὶ ἡρῷόν ἐστι Ποδάρου·
マンティネイア人の広場には、女性の青銅像――マンティネイア人たちは彼女をアルカスの娘ディオメネイアと呼んでいる――と、ポダレスの英雄廟がある。
φασὶ δὲ ἀποθανεῖν αὐτὸν ἐν τῇ πρὸς Ἐπαμινώνδαν καὶ Θηβαίους μάχῃ.
彼はエパメイノンダスおよびテーバイ人との戦いで戦死したと言われている。
γενεαῖς δὲ τρισὶν ἐμοῦ πρότερον μετέθεσαν τοῦ τάφου τὸ ἐπίγραμμα ἐς ἄνδρα ἀπόγονον μὲν ἐκείνου Ποδάρου καὶ ὁμώνυμον, γεγονότα δὲ καθʼ ἡλικίαν ὡς πολιτείας ἤδη Ῥωμαίων μετειληφέναι.
私の時代より三世代前に、人々はその墓の銘文を、あのポダレスの子孫であり同名である、すでにローマの市民権を得ていた時代の人物へと書き換えた。
§8.9.10Ποδάρην δὲ ἐπʼ ἐμοῦ τὸν ἀρχαῖον ἐτίμων οἱ Μαντινεῖς, λέγοντες ὡς ἄριστος μὲν καὶ αὐτῶν καὶ τῶν συμμάχων γένοιτο ἐν τῇ μάχῃ Γρύλος ὁ Ξενοφῶντος, ἐπὶ δὲ τῷ Γρύλῳ Κηφισόδωρος Μαραθώνιος, οὗτος δὲ τηνικαῦτα Ἀθηναίοις ἐτύγχανεν ἱππαρχῶν· τρίτα δὲ ἀνδραγαθίας Ποδάρῃ νέμουσιν.
しかし私の時代において、マンティネイア人たちは古代のポダレスを敬っており、戦いにおいて、彼ら自身と生存する同盟軍の中で最も優秀であったのはクセノポンの子グリュロスであり、グリュロスの次がマラトン出身のケピソドロスであって、彼は当時アテナイ人の騎兵指揮官を務めていたが、武勇の第三位をポダレスに授けている、と語っていた。