Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.7.1-8.7.8

休闲平原的奇观与腓力二世所受的神罚

第 308 段,共 465 段 · 希腊语

内容简介

作者描述了曼蒂内亚领地内阿耳忒弥西翁山附近的平原和泉水的奇观,并谈及马其顿国王菲利普留下的足迹以及神明对其不义之举的惩罚。

§8.7.1ὑπερβαλόντα δὲ ἐς τὴν Μαντινικὴν διὰ τοῦ Ἀρτεμισίου πεδίον ἐκδέξεταί σε Ἀργὸν καλούμενον, καθάπερ γε καὶ ἔστι·
当你穿过阿耳忒弥西翁山进入曼蒂内亚领地时,一个被称为“阿耳戈斯(荒芜)”的平原将迎接你,正如它的名字一样。
τὸ γὰρ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ κατερχόμενον ἐς αὐτὸ ἐκ τῶν ὀρῶν ἀργὸν εἶναι τὸ πεδίον ποιεῖ, ἐκώλυέ τε οὐδὲν ἂν τὸ πεδίον τοῦτο εἶναι λίμνην, εἰ μὴ τὸ ὕδωρ ἠφανίζετο ἐς χάσμα γῆς.
因为从高山因神意降下并流入其中的水使这片平原无法耕作(argos),如果这些水没有消失在地的裂缝中,没有任何东西能阻止这片平原变成湖泊。
§8.7.2ἀφανισθὲν δὲ ἐνταῦθα ἄνεισι κατὰ τὴν Δίνην· ἔστι δὲ ἡ Δίνη κατὰ τὸ Γενέθλιον καλούμενον τῆς Ἀργολίδος, ὕδωρ γλυκὺ ἐκ θαλάσσης ἀνερχόμενον.
在当地消失的水,在位于阿哥利斯被称为“迪内(漩涡)”的地方重新涌出,这是从海中涌出的淡水。
τὸ δὲ ἀρχαῖον καὶ καθίεσαν ἐς τὴν Δίνην τῷ Ποσειδῶνι ἵππους οἱ Ἀργεῖοι κεκοσμημένους χαλινοῖς.
在古代,阿哥斯人为了祭祀波塞冬,曾将套着马嚼的马匹投入迪内。
γλυκὺ δὲ ὕδωρ ἐν θαλάσσῃ δῆλόν ἐστιν ἐνταῦθά τε ἀνιὸν ἐν τῇ Ἀργολίδι καὶ ἐν τῇ Θεσπρωτίδι κατὰ τὸ Χειμέριον καλούμενον.
海中有淡水,这不仅在阿哥利斯此处涌出时显而易见,在塞斯普罗蒂亚被称为“凯梅里翁”的地方也是如此。
§8.7.3θαύματος δὲ ἔτι πλέονός ἐστιν ἐν Μαιάνδρῳ ζέον ὕδωρ, τὸ μὲν ἐκ πέτρας, περιέχοντος τοῦ ῥεύματος τὴν πέτραν, τὸ δὲ καὶ ἐκ τῆς ἰλύος ἄνεισι τοῦ ποταμοῦ.
更令人惊异的是迈安德罗斯河中沸腾的水,其中一部分从岩石中涌出(此时河水正环绕着岩石),另一部分则从河泥中涌出。
πρὸ Δικαιαρχίας δὲ τῆς Τυρσηνῶν ὕδωρ τε ἐν θαλάσσῃ ζέον καὶ νῆσος διʼ αὐτό ἐστι χειροποίητος, ὡς μηδὲ τοῦτο τὸ ὕδωρ ἀργὸν εἶναι ἀλλά σφισι λουτρὰ θερμά.
在第勒尼安人的迪凯阿尔基亚之前,海中有沸腾的水,为此还建造了一座人工岛,使得这水不被白白浪费(argos),而是为他们提供温泉浴。
§8.7.4τοῦ δὲ Ἀργοῦ καλουμένου πεδίου Μαντινεῦσιν ὄρος ἐστὶν ἐν ἀριστερᾷ, σκηνῆς τε Φιλίππου τοῦ Ἀμύντου καὶ κώμης ἐρείπια ἔχον Νεστάνης·
在被称为“阿耳戈斯”的平原的左侧,对曼蒂内亚人来说有一座山,上面有阿米恩塔斯之子菲利普的帐篷遗迹以及内斯塔内村庄的废墟。
πρὸς ταύτῃ γὰρ στρατοπεδεύσασθαι τῇ Νεστάνῃ Φίλιππον λέγουσι καὶ τὴν πηγὴν αὐτόθι ὀνομάζουσιν ἔτι ἀπὸ ἐκείνου Φιλίππιον.
因为他们说菲利普曾在内斯塔内附近驻扎,并且那里的泉水至今仍因他而被称为“菲利普泉”。
ἀφίκετο δὲ ἐς Ἀρκαδίαν Φίλιππος οἰκειωσόμενός τε Ἀρκάδας καὶ ἀπὸ τοῦ Ἑλληνικοῦ σφᾶς τοῦ ἄλλου διαστήσων.
菲利普来到阿卡迪亚是为了拉拢阿卡迪亚人,并将他们与其他希腊人隔离。
§8.7.5Φίλιππον δὲ βασιλέων μὲν τῶν πρὸ αὐτοῦ καὶ ὅσοι Μακεδόσι γεγόνασιν ὕστερον, τούτων μὲν πείθοιτο ἄν τις μέγιστα αὐτὸν ἔργα ἐπιδείξασθαι· στρατηγὸν δὲ ἀγαθὸν οὐκ ἄν τις φρονῶν ὀρθὰ καλέσειεν αὐτόν, ὅς γε καὶ ὅρκους θεῶν κατεπάτησεν ἀεὶ καὶ σπονδὰς ἐπὶ παντὶ ἐψεύσατο πίστιν τε ἠτίμασε μάλιστα ἀνθρώπων.
关于菲利普,人们或许会被说服,认为他在他之前的君主以及后来统治马其顿的所有君主中展示了最伟大的功绩;但任何心智正常的人都不会称他为优秀的将军,因为他总是践踏对神明的誓言,在各种情况下背弃盟约,并且比任何人都更轻视信用。
§8.7.6καί οἱ τὸ ἐκ τοῦ θεοῦ μήνιμα ἀπήντησεν οὐκ ὀψέ, πρῶτα δὲ ὧν ἴσμεν.
神明的愤怒并没有迟来,而是我们在所知道的事情中最早遇到的。
Φίλιππος μὲν οὐ πρόσω βιώσας ἕξ τε καὶ τεσσαράκοντα ἐτῶν τὸ μάντευμα ἐξετέλεσε τὸ ἐκ Δελφῶν, ὃ δὴ χρωμένῳ οἱ περὶ τοῦ Πέρσου γενέσθαι λέγουσιν, " ἔστεπται μὲν ὁ ταῦρος, ἔχει τέλος, ἔστιν ὁ θύσων·
菲利普活了不过四十六岁,就应验了德尔斐的神谕,据说这是他在询问关于波斯人时得到的: "公牛已戴上花冠,它已临终,屠宰者已在此。
" τοῦτο μὲν δὴ οὐ μετὰ πολὺ ἐδήλωσεν οὐκ ἐς τὸν Μῆδον, ἀλλὰ ἐς αὐτὸν ἔχον Φίλιππον·
"这在不久之后便显明,它并非指向波斯人,而是指向菲利普自己。
§8.7.7ἐπὶ δὲ Φιλίππῳ τελευτήσαντι Φιλίππου παῖδα νήπιον, γεγονότα δὲ ἐκ Κλεοπάτρας ἀδελφιδῆς Ἀττάλου, τοῦτον τὸν παῖδα ὁμοῦ τῇ μητρὶ Ὀλυμπιὰς ἐπὶ σκεύους χαλκοῦ πυρὸς ὑποβεβλημένου διέφθειρεν ἕλκουσα· χρόνῳ δὲ ὕστερον καὶ Ἀριδαῖον ἀπέκτεινεν.
菲利普死后,奥林匹亚丝将菲利普由阿塔罗斯的侄女克丽奥佩特拉所生的幼子,与他的母亲一起拖到下面烧着火的青铜器皿上杀害;后来她也杀害了阿里代乌斯。
ἔμελλε δὲ ἄρα ὁ δαίμων καὶ τὸ γένος τὸ Κασσάνδρου κακῶς ἐξαμήσειν· Κασσάνδρῳ δὲ οἱ παῖδες ἐκ Θεσσαλονίκης γεγόνασι τῆς Φιλίππου, Θεσσαλονίκῃ δὲ ἦσαν καὶ Ἀριδαίῳ μητέρες Θεσσαλαί.
原来神灵是要悲惨地斩断卡桑德罗斯的宗族;卡桑德罗斯的孩子是由菲利普的女儿帖撒罗妮加所生,而帖撒罗妮加和阿里代乌斯的母亲都是色萨利女子。
τὰ δὲ ἐς Ἀλέξανδρον καὶ τοῖς πᾶσιν ὁμοίως δῆλά ἐστιν·
至于关于亚历山大的事情,对所有人来说都是同样清楚的。
§8.7.8εἰ δὲ τῶν ἐς Γλαῦκον τὸν Σπαρτιάτην ἐποιήσατο ὁ Φίλιππος λόγον καὶ τὸ ἔπος ἐφʼ ἑκάστου τῶν ἔργων ἀνεμίμνησκεν αὑτόν, " ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀρείων, " οὐκ ἂν οὕτω δίχα λόγου δοκεῖ μοι θεῶν τις Ἀλεξάνδρου τε ὁμοῦ τὸν βίον καὶ ἀκμὴν τὴν Μακεδόνων σβέσαι.
如果菲利普注意到了关于斯巴达人格劳科斯的故事,并在自己的每项行为中提醒自己这句诗: "而守誓之人的后代,日后会更加兴旺, "在我看来,任何神明都不会以如此不合情理的方式,同时熄灭亚历山大的生命和马其顿人的全盛期。

词汇与语法注释

  1. §8.7.1ὑπερβαλόντα — 宾格单数现在分词,修饰主句第三人称单数动词 `ἐκδέξεται` 的直接宾语——第二人称单数代名词 `σε`。
  2. §8.7.1ἐκώλυέ τε οὐδὲν ἂν ... εἰ μὴ ... ἠφανίζετο — 过去虚拟条件句(与过去事实相反),主句采用 `ἄν` 加上直陈式未完成过去时(`ἐκώλυε`),条件从句采用 `εἰ μὴ` 加上直陈式未完成过去时(`ἠφανίζετο`)。
  3. §8.7.3ὡς μηδὲ τοῦτο τὸ ὕδωρ ἀργὸν εἶναι — 由 `ὡς` 加上不定式引导的结果从句。这里的形容词 `ἀργόν` 意为“无用的、闲置的”,是帕萨尼亚斯针对 §8.7.1 中提到的平原名称“阿耳戈斯”所作的双关语。
  4. §8.7.8οὐκ ἂν ... δόκει μοι ... σβέσαι — 与事实相反条件句的归结从句。虚词 `ἄν` 修饰的是紧随其后之“宾格加不定式”结构中的不定式 `σβέσαι`,而非非人称动词 `δόκει`(等同于 `δόκει ἂν ... σβέσαι`)。

引用这一段

保萨尼亚斯, 希腊志 §8.7.1-8.7.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.7.1-8.7.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。