Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.51.1-8.51.8

スパルタのアカイア連邦併合とフィロポイメンの最期

361 / 465 箇所 · ギリシア語

要旨

フィロポイメンはスパルタをアカイア連邦に加盟させ、伝統的な制度を廃止したが、後にメッセニア人との戦いのなかで生け捕りにされ、敵の策略により獄中で毒殺された。

§8.51.1Φιλοποίμην δὲ ὑπὸ τὸν καιρὸν ἐσπεσὼν τοῦτον ἐς τὴν Σπάρτην ἠνάγκασεν ἐς τὸ Ἀχαϊκὸν Λακεδαιμονίους συντελέσαι.
フィロポイメンはこの時期にスパルタに突入し、ラケダイモン人たちにアカイア連邦に加わるよう強制した。
μετὰ δὲ οὐ πολὺν χρόνον Τίτος μὲν Ῥωμαίων τῶν περὶ τὴν Ἑλλάδα ἡγεμὼν καὶ Διοφάνης ὁ Διαίου Μεγαλοπολίτης, ἄρχειν ἐν τῷ τότε ᾑρημένος τῶν Ἀχαιῶν, ἤλαυνον ἐπὶ τὴν Λακεδαίμονα, ἐπενεγκόντες αἰτίαν Λακεδαιμονίοις βουλεύειν σφᾶς νεώτερα ἐς Ῥωμαίους·
それから間もなく、ギリシア周辺のローマ人指揮官であるティトゥスと、当時アカイア人の将軍に選ばれていたディアイオスの息子でメガロポリス市民のディオファネスが、ラケダイモン人たちがローマ人に対して謀反を企てているという嫌疑をかけて、ラケダイモンに向けて進軍した。
Φιλοποίμην δέ, καίπερ ἐν τῷ παρόντι ἰδιώτης ὤν, ἀπέκλεισαν ὅμως ἐπιοῦσιν αὐτοῖς τὰς πύλας.
しかしフィロポイメンは、当時は一私人にすぎなかったが、進軍してきた彼らに対して門を閉ざさせた。
§8.51.2Λακεδαιμόνιοι δὲ τούτων τε ἕνεκα καὶ ὧν ἐς ἀμφοτέρους τοὺς τυράννους ἐτόλμησεν, ἐδίδοσαν οἶκον αὐτῷ τὸν Νάβιδος ἐς πλέον ἢ τάλαντα ἑκατόν·
ラケダイモン人たちは、これらのことや、彼が二人の僭主に対して敢行したことのゆえに、100タラントン以上の価値があるナビスの家を彼に与えようとした。
ὁ δὲ ὑπερεφρόνησέ τε τῶν χρημάτων καὶ ἐκέλευε τοὺς Λακεδαιμονίους θεραπεύειν δόσεσιν ἀνθʼ αὑτοῦ τοὺς ἐν τῷ συλλόγῳ τῶν Ἀχαιῶν πιθανοὺς τῷ πλήθει, ταῦτα δὲ ἐς Τιμόλαον αὐτῷ λέγουσιν ὑποσημαίνεσθαι.
しかし彼はその金銭を軽蔑し、自分にではなく、アカイア人の民会で民衆に対して説得力のある人々を贈り物を贈って手なずけるようにとラケダイモン人たちに勧めた。 人々は、彼がこのことをティモラオスに対して暗に示したのだと言っている。
ἀπεδείχθη δὲ καὶ αὖθις Ἀχαιῶν στρατηγῆσαι.
そして彼は再びアカイア人の将軍に任命された。
§8.51.3Λακεδαιμονίων δὲ τηνικαῦτα ἐς ἔμφυλον προηγμένων στάσιν, τριακοσίους μὲν τῆς στάσεως μάλιστα αἰτίους ἐξέβαλεν ἐκ Πελοποννήσου καὶ τῶν εἱλώτων ἀπέδοτο ὅσον τρισχιλίους, τείχη δὲ περιεῖλε τῆς Σπάρτης καὶ τοῖς ἐφήβοις προεῖπε μὴ τὰ ἐκ τῶν νόμων τῶν Λυκούργου μελετᾶν, ἐφήβοις δὲ τοῖς Ἀχαιῶν κατὰ ταὐτὰ ἀσκεῖσθαι.
当時ラケダイモン人たちが内紛に陥っていたので、彼は内紛の最大の主謀者たち約300人をペロポネソスから追放し、ヘイロタイのうち約3000人を売り払い、スパルタの城壁を取り壊し、青年たちにリュクルゴスの法律に基づく訓練をすることを禁じ、アカイア人の青年たちと同じ方法で訓練するように命じた。
καὶ τοῖς μὲν ὕστερον ἀποδώσειν ἔμελλον Ῥωμαῖοι παιδείαν τὴν ἐπιχώριον·
そして彼らに対しては、後にローマ人が独自の伝統的教育を返還することになる。
§8.51.4Ἀντίοχον δὲ ἀπόγονον Σελεύκου τοῦ ὀνομασθέντος Νικάτορος καὶ Σύρων τὴν σὺν αὐτῷ στρατιὰν Μανίου καὶ Ῥωμαίων ἐν Θερμοπύλαις νικησάντων καὶ Ἀρισταίνου τοῖς Ἀχαιοῖς τοῦ Μεγαλοπολίτου παραινοῦντος ἐπαινεῖν τὰ Ῥωμαίοις ἀρέσκοντα ἐπὶ παντὶ μηδὲ ἀνθίστασθαί σφισιν ὑπὲρ μηδενός, ὁ Φιλοποίμην ἀπεῖδεν ἐς τὸν Ἀρίσταινον σὺν ὀργῇ καὶ αὐτὸν τῇ Ἑλλάδι ἔφη τὴν πεπρωμένην ἐπιταχύνειν·
ニカトルと呼ばれたセレウコスの末裔アンティオコスと、彼の率いるシリア軍をマニウスとローマ人がテルモピュライで破り、メガロポリス市民のアリスタイノスがアカイア人たちに、あらゆることにおいてローマ人の気に入ることを称賛し、何事に対しても彼らに抵抗しないようにと勧めていたとき、フィロポイメンはアリスタイノスを怒りの目で見つめ、彼自身がギリシアの定められた運命を早めているのだと言った。
Λακεδαιμονίων δὲ τοὺς φεύγοντας Μανίου καταδέξασθαι θέλοντος τῷ μὲν ἀντέπραξεν ἐς τὸ βούλευμα, ἐκείνου δὲ ἀπελθόντος τότε ἤδη κατελθεῖν τοὺς φυγάδας ἐφίησιν ἐς Σπάρτην.
マニウスがラケダイモン人の追放者たちを帰還させたいと望んだとき、彼はその意図に対しては反対して妨害したが、彼が立ち去ると、そのときになってようやく、追放者たちがスパルタに帰還することを許した。
§8.51.5ἔμελλε δʼ ἄρα ὑπεροψίας δίκη περιήξειν καὶ Φιλοποίμενα.
しかし、傲慢に対する罰がフィロポイメンをも巡り襲うことになっていた。
ὡς γὰρ δὴ τῶν Ἀχαιῶν ὄγδοον ἀπεδείχθη τότε ἡγεμών, ἀνδρὶ οὐ τῶν ἀδόξων ὠνείδισεν ἁλῶναι ζῶντα ὑπὸ τῶν πολεμίων αὐτόν·
というのも、彼が当時8回目のアカイア人の将軍に任命されたとき、名の知られた男に対して、彼が敵によって生け捕りにされたことを非難したからである。
καὶ—ἦν γὰρ τηνικαῦτα ἐς Μεσσηνίους Ἀχαιοῖς ἔγκλημα—Λυκόρταν σὺν τῇ στρατιᾷ ὁ Φιλοποίμην ἀποστέλλει δῃώσοντα τῶν Μεσσηνίων τὴν χώραν, αὐτὸς δὲ τρίτῃ μάλιστα ὕστερον ἡμέρᾳ, πυρετῷ τε ἐχόμενος πολλῷ καὶ πρόσω βεβιωκὼς ἑβδομήκοντα ἐτῶν, ὅμως ἠπείγετο μετασχεῖν Λυκόρτᾳ τοῦ ἔργου·
そして――当時アカイア人とメッセニア人の間には不和があったので――フィロポイメンはリュコルタスを軍勢とともに送り出し、メッセニア人の領土を略奪させようとしたが、彼自身は、それからほぼ3日後に、激しい熱病に冒され、70歳を超えて高齢であったにもかかわらず、それでもリュコルタスとその任務を共にしようと急いだ。
ἱππέας δὲ καὶ πελταστὰς ἦγεν ὅσον ἑξήκοντα.
彼は約60人の騎兵と軽装兵を率いていた。
§8.51.6Λυκόρτας μὲν δὴ καὶ ὁ σὺν αὐτῷ στρατὸς ἀνέστρεφον ἤδη τηνικαῦτα ἐς τὴν οἰκείαν, οὔτε ἐργασάμενοι μέγα Μεσσηνίους οὐδὲν οὔτε αὐτοὶ παθόντες·
リュコルタスと彼に伴う軍勢は、そのときにはすでに祖国へと引き返しており、メッセニア人に大きな損害を与えることもなく、自分たちも損害を被ることはなかった。
Φιλοποίμενα δὲ—ἐβλήθη γὰρ ἐν τῇ μάχῃ τὴν κεφαλὴν καὶ ἀπέπεσεν ἀπὸ τοῦ ἵππου—ζῶντα ἐς Μεσσήνην ἄγουσιν αὐτόν.
しかしフィロポイメンは――戦闘中に頭部を負傷し、馬から落馬したため――、彼らは彼を生け捕りにしてメッセネへと連行した。
συνελθόντων δὲ αὐτίκα ἐς ἐκκλησίαν, διάφοροι παρὰ πολὺ καὶ οὐ πάντων κατὰ ταὐτὰ ἐγίνοντο αἱ γνῶμαι·
人々がただちに民会に集まると、意見は大きく分かれ、すべての者が同じ考えにはならなかった。
§8.51.7Δεινοκράτης μὲν καὶ ὅσοι τῶν Μεσσηνίων ἦσαν δυνατοὶ χρήμασι, παρεκελεύοντο ἀποκτεῖναι Φιλοποίμενα·
ディノクラテスと、メッセニア人のうちで富裕な者たちは、フィロポイメンを殺害することを要求した。
οἱ δὲ τοῦ δήμου περιποιῆσαι τὰ μάλιστα εἶχον σπουδήν, πλέον τι ἢ παντὸς τοῦ Ἑλληνικοῦ πατέρα ὀνομάζοντες.
しかし民衆の側は彼を救い出すことに最大の熱意を示し、彼を全ギリシアの父以上の存在と呼んでいた。
Δεινοκράτης δὲ καὶ ἀκόντων Μεσσηνίων ἔμελλεν ἄρα Φιλοποίμενα ἀναιρήσειν ἐσπέμψας φάρμακον.
だがディノクラテスは、メッセニア人たちの意に反してでも、毒薬を送り込んでフィロポイメンを殺害するにいたった。
§8.51.8Λυκόρτας δὲ μετʼ οὐ πολὺ ἀθροίσας ἔκ τε Ἀρκαδίας καὶ παρʼ Ἀχαιῶν δύναμιν ἐστράτευσεν ἐπὶ Μεσσήνην·
リュコルタスはそれから間もなく、アルカディアとアカイア人たちから軍勢を集めてメッセネに対して遠征した。
καὶ ὁ δῆμος αὐτίκα ὁ τῶν Μεσσηνίων προσεχώρησε τοῖς Ἀρκάσι, καὶ οἱ Φιλοποίμενι αἰτίαν θανάτου παρασχόντες ἁλόντες πλὴν Δεινοκράτους ὑπέσχον τιμωρίαν οἱ ἄλλοι, Δεινοκράτης δὲ ἀφίησιν αὐτοχειρίᾳ τὴν ψυχήν.
するとメッセニアの民衆はただちにアルカディア人に降伏し、フィロポイメンに死をもたらした責任者たちは、ディノクラテスを除いて全員が捕らえられて処罰を受け、ディノクラテスは自ら命を絶った。
κατάγουσι δὲ καὶ ἐς Μεγάλην πόλιν τοῦ Φιλοποίμενος τὰ ὀστᾶ οἱ Ἀρκάδες.
そしてアルカディア人たちはフィロポイメンの遺骨をメガロポリスへと持ち帰った。

語釈・文法注

  1. 8.51.1Φιλοποίμην δὲ ... ἀπέκλεισαν ὅμως — 主格の「フィロポイメン(Φιλοποίμην)」が文頭に置かれているが、後続する主動詞は三人称複数形「閉ざした(ἀπέκλεισαν)」となっており、文法的な主語と動詞が一致しない主格懸垂(anacoluthon)の構造になっている。これはフィロポイメンが、彼の影響下にあるラケダイモン人たちに門を閉ざさせた(あるいは共同で門を閉ざした)という文意を表現している。
  2. 8.51.2ἐδίδοσαν — 動詞 δίδωμι の未完了過去形 ἐδίδοσαν は、行為の完了ではなく、「~を与えようとした」「~を提供しようとした」という企図・提供の試み(conative imperfect)を表している。フィロポイメンが贈り物を受け取るのを拒否したという後続の文脈(ὁ δὲ ὑπερεφρόνησε)と整合する。
  3. 8.51.4Ἀντίοχον δὲ ... νικησάντων καὶ Ἀρισταίνου ... παραινοῦντος — 文頭の Ἀντίοχον ... νικησάντων と、それに続く Ἀρισταίνου ... παραινοῦντος は、並列された二つの属格絶対(genitive absolute)構文である。これらの状況のもとで、主節の主語であるフィロポイメンが「怒りの目で見つめた(ἀπεῖδεν)」という行動に出たことを示す、複層的な背景を構築している。
  4. 8.51.5ἀνδρὶ οὐ τῶν ἀδόξων ὠνείδισεν ἁλῶναι ζῶντα ὑπὸ τῶν πολεμίων αὐτόν — 動詞 ὠνείδισε(非難した)は、非難の対象となる人物(与格 ἀνδρὶ)と、非難の内容を示す不定詞節(対格不定詞 ἁλῶναι ... αὐτόν)を二重に支配する。この不定詞の主語は対格の αὐτόν であり、先行する ἀνδρὶ(与格)を指している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.51.1-8.51.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.51.1-8.51.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。