Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.50.1-8.50.10

フィロポイメンの軍制改革とスパルタとの戦い

360 / 465 箇所 · ギリシア語

要旨

フィロポイメンはアカイア歩兵の武具を強化してマカニダスを討ち、国内外で名声を博すが、海戦での不慣れさから失敗を経験するも、夜襲によりナビスに大勝する。

§8.50.1ἅτε δὲ ἤδη τῶν Ἀχαιῶν ἀφορώντων ἐς αὐτὸν καὶ τὰ πάντα ἐκεῖνον ποιουμένων, τοῖς τεταγμένοις αὐτῶν ἐν τῷ πεζῷ μετέβαλε τῶν ὅπλων τὴν σκευήν·
アカイア人たちがすでに彼に注目し、すべてを彼に委ねていたので、彼は歩兵に配置されていた彼らの武具の装備を変更した。
φοροῦντας γὰρ μικρὰ δοράτια καὶ ἐπιμηκέστερα ὅπλα κατὰ τοὺς Κελτικοὺς θυρεοὺς ἢ τὰ γέρρα τὰ Περσῶν, ἔπεισε θώρακάς τε ἐνδύεσθαι καὶ ἐπιτίθεσθαι κνημῖδας, πρὸς δὲ ἀσπίσιν Ἀργολικαῖς χρῆσθαι καὶ τοῖς δόρασι μεγάλοις.
というのも、彼らは小さな投げ槍と、ケルト人の盾やペルシア人の編み盾のようなかなり細長い盾を持っていたので、彼は彼らに胸当てを着用し、すね当てを装着し、さらにアルゴス式の盾を用い、大きな槍を使用するように説得したのである。
§8.50.2Μαχανίδου δὲ ἐν Λακεδαίμονι ἀναφύντος τυράννου καὶ αὖθις πολέμου τοῖς Ἀχαιοῖς πρὸς Λακεδαιμονίους καὶ Μαχανίδαν συνεστηκότος, ἡγεῖτο μὲν τοῦ Ἀχαϊκοῦ Φιλοποίμην·
ラκε다이몬にマカニダスという僭主が現れ、アカイア人とラケダイモン人およびマカニダスとの間に再び戦争が持ち上がったとき、フィロポイメンはアカイア軍を率いていた。
γινομένης δὲ πρὸς Μαντινείᾳ μάχης Λακεδαιμονίων μὲν οἱ ψιλοὶ τοὺς ἀσκεύους τῶν Ἀχαιῶν νικῶσι καὶ φεύγουσιν αὐτοῖς ἐπέκειτο ὁ Μαχανίδας, τῇ δὲ φάλαγγι ὁ Φιλοποίμην τῶν πεζῶν τρέπεται τῶν Λακεδαιμονίων τοὺς ὁπλίτας καὶ ἀναχωροῦντι ἀπὸ τῆς διώξεως Μαχανίδᾳ συντυχὼν ἀποκτίννυσιν αὐτόν.
マンティネイアの近くで戦いが起こったとき、ラケダイモン人の軽装兵がアカイア人の非武装の者たちを破り、マカニダスは逃げる彼らを追撃したが、フィロポイメンは歩兵の方陣によってラケダイモン人の重装歩兵を敗走させ、追撃から戻ってきたマカニダスに出くわして彼を殺害した。
Λακεδαιμονίοις δὲ ἠτυχηκόσι τῇ μάχῃ περιεγεγόνει μείζων ἢ κατὰ τὸ πταῖσμα εὐτυχία, γεγονόσιν ἐλευθέροις ἀπὸ τοῦ τυράννου.
戦いに敗れたラケダイモン人にとっては、僭主から自由の身になったことで、その敗北に見合う以上の大きな幸運がもたらされた。
§8.50.3μετὰ δὲ οὐ πολὺ ἀγόντων Νέμεια Ἀργείων ἔτυχε μὲν τῶν κιθαρῳδῶν τῷ ἀγῶνι ὁ Φιλοποίμην παρών·
それから間もなく、アルゴス人がネメア競技会を開催していたとき、フィロポイメンはたまたまキタラ奏者のコンテストに立ち会っていた。
Πυλάδου δὲ Μεγαλοπολίτου μὲν ἀνδρὸς γένος, κιθαρῳδοῦ δὲ τῶν ἐφʼ αὑτοῦ δοκιμωτάτου καὶ ἀνῃρημένου Πυθικὴν νίκην, τότε ᾄδοντος Τιμοθέου νόμον τοῦ Μιλησίου Πέρσας καὶ καταρξαμένου τῆς ᾠδῆς " Κλεινὸν ἐλευθερίας τεύχων μέγαν Ἑλλάδι κόσμον, " ἀπεῖδεν ἐς τὸν Φιλοποίμενα τὸ Ἑλληνικὸν καὶ ἐπεσημήναντο τῷ κρότῳ φέρειν ἐς ἐκεῖνον τὸ ᾆσμα.
生まれはメガロポリス市民で、彼の時代の最も著名なキタラ奏者であり、ピュティア競技会での勝利を収めていたピュラデスが、そのときミレトスのティモテオスのノモス『ペルシア人』を歌い、その歌の歌い出しを "ギリシアのために自由という輝かしく大いなる秩序を築きつつ "と始めたとき、ギリシア人たちはフィロポイメンに目を向け、拍手喝采によってその歌が彼に向けられているのだと示した。
τοιοῦτο ἐς Θεμιστοκλέα ἄλλο ἐν Ὀλυμπίᾳ πυνθάνομαι συμβῆναι·
これと似たような別のことがオリンピアでテミストクレスに対しても起こったと私は聞いている。
καὶ γὰρ Θεμιστοκλέους ἐς τιμὴν ἐπανέστη τὸ ἐν Ὀλυμπίᾳ θέατρον.
というのも、テミストクレスへの敬意を表してオリンピアの劇場が起立したからである。
§8.50.4Φίλιππος δὲ ὁ Δημητρίου Μακεδόνων βασιλεύς, ὃς καὶ Ἄρατον φαρμάκῳ τὸν Σικυώνιον ἀπέκτεινεν, ἀπέστειλεν ἄνδρας ἐς Μεγάλην πόλιν φονεῦσαί σφισι Φιλοποίμενα ἐντειλάμενος·
デメトリオスの息子でマケドニア王のフィリッポス(シキオンのアラトスをも毒薬によって殺害した人物である)は、自分たちのためにフィロポイメンを暗殺するよう命じて、メガロポリスに使者を送った。
ἁμαρτὼν δὲ ἀνὰ τὴν Ἑλλάδα ἐμισήθη πᾶσαν.
しかしこれに失敗すると、彼はギリシア全土で嫌悪された。
Θηβαῖοι δὲ κεκρατηκότες μάχῃ Μεγαρέας καὶ ἤδη τοῦ Μεγαρικοῦ τείχους ἐπιβαίνοντες, ἀπάτῃ τῶν Μεγαρέων μετελθόντων αὐτοὺς ὡς ἥκοι Φιλοποίμην σφίσιν ἐς τὴν πόλιν, ἐς τοσοῦτο εὐλαβείας προῆλθον ὡς οἴκαδε ἀποχωρῆσαι καταλιπόντες ἄπρακτον τοῦ πολέμου τὸ ἔργον.
テバイ人は戦いでメガラ人を破り、すでにメガラの城壁に登りつつあったが、メガラ人が「フィロポイメンが我々のために都市にやって来た」という偽りの知らせで彼らを欺いたため、彼らは非常に警戒し、戦争の目的を達成しないまま放置して故郷へと退却した。
§8.50.5ἐν δὲ Λακεδαίμονι αὖθις ἐπανέστη τύραννος Νάβις, ὃς Πελοποννησίων πρώτοις ἐπέθετο Μεσσηνίοις·
ラケダイモンでは再びナビスという僭主が立ち上がり、彼はペロポネソス人の中で真っ先にメッセニア人を攻撃した。
ἐπελθὼν δέ σφισιν ἐν νυκτὶ καὶ οὐδαμῶς τὴν ἔφοδον ἐλπίζουσιν εἷλε μὲν πλὴν τῆς ἀκροπόλεως τὸ ἄστυ, ἀφικομένου δὲ ἐς τὴν ὑστεραίαν στρατιᾷ Φιλοποίμενος ἐξέπεσεν ὑπόσπονδος ἐκ Μεσσήνης.
彼は夜間に彼らを襲い、彼らはその来襲を全く予期していなかったため、アクロポリスを除く市街を占領した。 しかし、翌日にフィロポイメンが軍勢を率いて到着すると、ナビスは和約を結んでメッセネから退去した。
§8.50.6Φιλοποίμην δέ, ὡς ἐξῆκέν οἱ στρατηγοῦντι ὁ χρόνος καὶ ἄρχειν ἄλλοι τῶν Ἀχαιῶν ᾕρηντο, αὖθις ἐς Κρήτην διέβη καὶ ἐπεκούρησε Γορτυνίοις πολέμῳ πιεζομένοις.
フィロポイメンは、将軍としての彼の任期が切れ、アカイア人が他の者を指導者として選出したとき、再びクレータ島に渡り、戦争で苦しんでいたゴルテュン人たちを救援した。
ποιουμένων δὲ ἐν ὀργῇ διὰ τὴν ἀποδημίαν τῶν Ἀρκάδων αὐτόν, ἐπάνεισί τε ἐκ Κρήτης καὶ Ῥωμαίους πόλεμον κατελάμβανεν ἐπανῃρημένους πρὸς Νάβιν.
アルカディア人たちが彼の不在を憤っていたとき、彼はクレータ島から帰還したが、そのときローマ人がナビスに対して戦争を再開したところに行き当たった。
§8.50.7παρεσκευασμένων δὲ ἐπὶ τὸν Νάβιν ναυτικὸν τῶν Ῥωμαίων, ὁ Φιλοποίμην ὑπὸ προθυμίας μεθέξειν ἔμελλε τοῦ ἀγῶνος·
ローマ人がナビスに対する海軍を準備していたとき、フィロポイメンは熱意からその戦闘に参加しようとしていた。
ἅτε δὲ ἐς ἅπαν ἀπείρως θαλάσσης ἔχων τριήρους ἔλαθεν ἐπιβὰς ῥεούσης, ὥστε καὶ ἐσῆλθε Ῥωμαίους καὶ τὸ ἄλλο συμμαχικὸν μνήμη τῶν ἐπῶν ὧν ἐν καταλόγῳ πεποίηκεν Ὅμηρος ἐπὶ τῇ Ἀρκάδων ἀμαθίᾳ τῇ ἐς θάλασσαν.
だが、彼は海について全く経験がなかったため、浸水している三段櫂船に知らずに乗ってしまい、その結果、ローマ人やその他の同盟軍の脳裏には、ホメロスが『(艦船)目録』の中でアルカディア人の海に対する無知について詠んだ詩行の記憶がよみがえった。
§8.50.8ἡμέραις δὲ ὕστερον τῆς ναυμαχίας οὐ πολλαῖς Φιλοποίμην καὶ ὁ σὺν αὐτῷ λόχος φυλάξαντες νύκτα ἀσέληνον τὸ στρατόπεδον τῶν Λακεδαιμονίων κατεμπιπρᾶσιν ἐν Γυθίῳ.
海戦から数日後、フィロポイメンと彼に伴う小部隊は、月明かりのない夜を見計らって、ギュティオンにあるラケダイモン人の陣営を焼き払った。
ἐνταῦθα ἀπέλαβεν ἐν δυσχωρίαις Νάβις Φιλοποίμενά τε αὐτὸν καὶ ὅσοι περὶ αὐτὸν τῶν Ἀρκάδων ἦσαν·
そこでナビスは、フィロポイメン自身と、彼の周囲にいたアルカディア人たちを、険しい地形で包囲した。
ἦσαν δὲ ἄλλως μὲν ἀγαθοὶ τὰ ἐς πόλεμον, ἀριθμὸν δὲ οὐ πολλοί.
彼らは戦闘においては非常に勇敢であったが、人数は多くなかった。
§8.50.9Φιλοποίμην δὲ τὴν τάξιν, ἣν τεταγμένους ἀπῆγεν ὀπίσω, ταύτην ὑπαλλάξας τὰ μάλιστα ἰσχυρὰ τῶν χωρίων πρὸς αὑτοῦ καὶ οὐ πρὸς τῶν πολεμίων ἐποίησεν εἶναι·
だが、フィロポイメンは後方に退却させていた自軍の陣形を変更し、地形の最も有利な場所が、敵にとってではなく、自分たちにとって有利になるようにした。
κρατήσας δὲ τῇ μάχῃ Νάβιν καὶ τῶν Λακεδαιμονίων ἐν τῇ νυκτὶ καταφονεύσας πολλούς, δόξης ἔτι ἐς πλέον παρὰ τοῖς Ἕλλησιν ἤρθη.
そして、彼は戦いでナビスを破り、夜間のうちにラケダイモン人の多くを殺害し、ギリシア人の間での彼の名声はさらに高まった。
§8.50.10μετὰ δὲ ταῦτα Νάβις μὲν ἐς εἰρημένον χρόνον σπονδὰς παρὰ Ῥωμαίων εὑράμενος τελευτᾷ, πρὶν ἤ οἱ τοῦ πολέμου τὰς ἀνοχὰς ἐξήκειν, ὑπὸ ἀνδρὸς Καλυδωνίου κατὰ δὴ συμμαχίας πρόφασιν ἥκοντος, πολεμίου δὲ τῷ ἔργῳ καὶ ἐπʼ αὐτὸ ἐσταλμένου τοῦτο ὑπὸ τῶν Αἰτωλῶν.
この後、ナビスはローマ人から定められた期間の和約を得たものの、その戦争の休戦期間が満了する前に、カリュドン人の男によって殺害された。 その男は同盟を口実にしてやって来たのであるが、実際には敵であり、エトリア人によってまさにその目的のために派遣された者であった。

語釈・文法注

  1. 8.50.1φοροῦντας — 「身につけている人々を」を意味する対格分詞。与格 `τοῖς τεταγμένοις`(配置されていた人々に対して)によって示されるアカイア歩兵の実際的な状態を説明しているが、主節の動詞 `ἔπεισε`(説得した)の直接目的語、およびそれに続く不定詞 `ἐνδύεσθαι...`(身につけること)の意味上の主語として対格を取っている(主格・対格の先取り、prolepsis の変形)。
  2. 8.50.7ἔλαθεν ἐπιβὰς — 動詞 `λανθάνω`(気づかれずに〜する)と分詞 `ἐπιβάς`(乗り込んで)の結合により、「知らずに(気づかないうちに)乗り込んだ」という事実を表現する。フィロポイメンが船体の老朽化(`ῥεούσης`、水漏れしている)に気づかずに三段櫂船に乗船してしまったことを意味する。
  3. 8.50.10πρὶν ἤ — 「〜する前に」を意味する接続詞で、不定詞 `ἐξήκειν`(満了する)を伴って時間の制限を表す従属節を形成している。主節の過去の歴史的事実(ナビスの死)より前に起こるべき事柄を表す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.50.1-8.50.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.50.1-8.50.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。