§8.50.1ἅτε δὲ ἤδη τῶν Ἀχαιῶν ἀφορώντων ἐς αὐτὸν καὶ τὰ πάντα ἐκεῖνον ποιουμένων, τοῖς τεταγμένοις αὐτῶν ἐν τῷ πεζῷ μετέβαλε τῶν ὅπλων τὴν σκευήν·
由于阿卡亚人已经瞩目于他,并将一切委任于他,他改变了他们编在步兵中的人的武器装备。
φοροῦντας γὰρ μικρὰ δοράτια καὶ ἐπιμηκέστερα ὅπλα κατὰ τοὺς Κελτικοὺς θυρεοὺς ἢ τὰ γέρρα τὰ Περσῶν, ἔπεισε θώρακάς τε ἐνδύεσθαι καὶ ἐπιτίθεσθαι κνημῖδας, πρὸς δὲ ἀσπίσιν Ἀργολικαῖς χρῆσθαι καὶ τοῖς δόρασι μεγάλοις.
因为他们原本携带的是小投枪,以及类似于凯尔特人长盾或波斯人编盾的较长盾牌,他便说服他们穿上胸甲、戴上胫甲,此外还使用阿耳戈斯式的盾牌和长枪。
§8.50.2Μαχανίδου δὲ ἐν Λακεδαίμονι ἀναφύντος τυράννου καὶ αὖθις πολέμου τοῖς Ἀχαιοῖς πρὸς Λακεδαιμονίους καὶ Μαχανίδαν συνεστηκότος, ἡγεῖτο μὲν τοῦ Ἀχαϊκοῦ Φιλοποίμην·
当马查尼达斯在拉凯戴蒙崛起成为僭主,阿卡亚人对拉凯戴蒙人及马查尼达斯的战争再次爆发时,菲洛皮门统领着阿卡亚军队。
γινομένης δὲ πρὸς Μαντινείᾳ μάχης Λακεδαιμονίων μὲν οἱ ψιλοὶ τοὺς ἀσκεύους τῶν Ἀχαιῶν νικῶσι καὶ φεύγουσιν αὐτοῖς ἐπέκειτο ὁ Μαχανίδας, τῇ δὲ φάλαγγι ὁ Φιλοποίμην τῶν πεζῶν τρέπεται τῶν Λακεδαιμονίων τοὺς ὁπλίτας καὶ ἀναχωροῦντι ἀπὸ τῆς διώξεως Μαχανίδᾳ συντυχὼν ἀποκτίννυσιν αὐτόν.
在曼提尼亚附近发生战斗时,拉凯戴蒙人的轻装兵击败了阿卡亚人中未着重装的士兵,马查尼达斯对逃跑的他们紧追不舍;但菲洛皮门用步兵方阵击溃了拉凯戴蒙人的重装步兵,并在马查尼达斯从追击中返回时与他相遇并将其杀死。
Λακεδαιμονίοις δὲ ἠτυχηκόσι τῇ μάχῃ περιεγεγόνει μείζων ἢ κατὰ τὸ πταῖσμα εὐτυχία, γεγονόσιν ἐλευθέροις ἀπὸ τοῦ τυράννου.
对于在战斗中失利的拉凯戴蒙人而言,反而得到了比他们的失败更大的幸运,因为他们摆脱僭主而重获自由。
§8.50.3μετὰ δὲ οὐ πολὺ ἀγόντων Νέμεια Ἀργείων ἔτυχε μὲν τῶν κιθαρῳδῶν τῷ ἀγῶνι ὁ Φιλοποίμην παρών·
此后不久,在阿耳戈斯人举办涅墨亚竞技会时,菲洛皮门刚好在场观看弦琴歌者的比赛。
Πυλάδου δὲ Μεγαλοπολίτου μὲν ἀνδρὸς γένος, κιθαρῳδοῦ δὲ τῶν ἐφʼ αὑτοῦ δοκιμωτάτου καὶ ἀνῃρημένου Πυθικὴν νίκην, τότε ᾄδοντος Τιμοθέου νόμον τοῦ Μιλησίου Πέρσας καὶ καταρξαμένου τῆς ᾠδῆς
"
Κλεινὸν ἐλευθερίας τεύχων μέγαν Ἑλλάδι κόσμον,
"
ἀπεῖδεν ἐς τὸν Φιλοποίμενα τὸ Ἑλληνικὸν καὶ ἐπεσημήναντο τῷ κρότῳ φέρειν ἐς ἐκεῖνον τὸ ᾆσμα.
当时,梅加洛波利斯出身、同时代最著名的弦琴歌者且曾获得过皮提亚竞技会胜利的皮拉德斯,正在演唱米利都人提摩太的独唱诗《波斯人》,当他唱起开头: “为希腊筑起自由之光辉而伟大的饰品,” 时,全体希腊人(观众)都将目光投向菲洛皮门,并用掌声示意这首歌曲指向的是他。
τοιοῦτο ἐς Θεμιστοκλέα ἄλλο ἐν Ὀλυμπίᾳ πυνθάνομαι συμβῆναι· καὶ γὰρ Θεμιστοκλέους ἐς τιμὴν ἐπανέστη τὸ ἐν Ὀλυμπίᾳ θέατρον.
我听说类似的事情在奥林匹亚也曾发生在特米斯托克利身上;因为奥林匹亚剧场的人群曾起立向特米斯托克利致敬。
§8.50.4Φίλιππος δὲ ὁ Δημητρίου Μακεδόνων βασιλεύς, ὃς καὶ Ἄρατον φαρμάκῳ τὸν Σικυώνιον ἀπέκτεινεν, ἀπέστειλεν ἄνδρας ἐς Μεγάλην πόλιν φονεῦσαί σφισι Φιλοποίμενα ἐντειλάμενος· ἁμαρτὼν δὲ ἀνὰ τὴν Ἑλλάδα ἐμισήθη πᾶσαν.
德米特里之子、马其顿国王菲力,也就是用毒药杀害西库翁人阿拉托斯的那个人,派遣使者前往梅加洛波利斯,命令他们为他刺杀菲洛皮门;但他未能得逞,因而在整个希腊声名狼藉。
Θηβαῖοι δὲ κεκρατηκότες μάχῃ Μεγαρέας καὶ ἤδη τοῦ Μεγαρικοῦ τείχους ἐπιβαίνοντες, ἀπάτῃ τῶν Μεγαρέων μετελθόντων αὐτοὺς ὡς ἥκοι Φιλοποίμην σφίσιν ἐς τὴν πόλιν, ἐς τοσοῦτο εὐλαβείας προῆλθον ὡς οἴκαδε ἀποχωρῆσαι καταλιπόντες ἄπρακτον τοῦ πολέμου τὸ ἔργον.
底比斯人在战斗中击败了墨伽拉人,并且已经登上了墨伽拉的城墙,但墨伽拉人施展计谋,佯称菲洛皮门已为他们来到了城里,底比斯人因此变得如此戒备,以至于退兵回家,让战争未竟而废。
§8.50.5ἐν δὲ Λακεδαίμονι αὖθις ἐπανέστη τύραννος Νάβις, ὃς Πελοποννησίων πρώτοις ἐπέθετο Μεσσηνίοις·
在拉凯戴蒙,僭主纳比斯再次崛起,他首先在伯罗奔尼撒人中攻击了梅塞尼亚人。
ἐπελθὼν δέ σφισιν ἐν νυκτὶ καὶ οὐδαμῶς τὴν ἔφοδον ἐλπίζουσιν εἷλε μὲν πλὴν τῆς ἀκροπόλεως τὸ ἄστυ, ἀφικομένου δὲ ἐς τὴν ὑστεραίαν στρατιᾷ Φιλοποίμενος ἐξέπεσεν ὑπόσπονδος ἐκ Μεσσήνης.
他乘夜袭击他们,在他们完全没有预料到袭击的情况下,夺取了除卫城以外的整座城市;但第二天菲洛皮门率领军队抵达时,纳比斯在停战协议下从梅塞内撤离。
§8.50.6Φιλοποίμην δέ, ὡς ἐξῆκέν οἱ στρατηγοῦντι ὁ χρόνος καὶ ἄρχειν ἄλλοι τῶν Ἀχαιῶν ᾕρηντο, αὖθις ἐς Κρήτην διέβη καὶ ἐπεκούρησε Γορτυνίοις πολέμῳ πιεζομένοις.
而菲洛皮门,当他的将军任期结束,阿卡亚人选出他人来担任领袖时,再次渡海前往克里特,援助在战争中处于困境的戈尔廷人。
ποιουμένων δὲ ἐν ὀργῇ διὰ τὴν ἀποδημίαν τῶν Ἀρκάδων αὐτόν, ἐπάνεισί τε ἐκ Κρήτης καὶ Ῥωμαίους πόλεμον κατελάμβανεν ἐπανῃρημένους πρὸς Νάβιν.
当阿卡迪亚人因他的离去而感到愤怒时,他从克里特返回,正好遇上罗马人重新对纳比斯开战。
§8.50.7παρεσκευασμένων δὲ ἐπὶ τὸν Νάβιν ναυτικὸν τῶν Ῥωμαίων, ὁ Φιλοποίμην ὑπὸ προθυμίας μεθέξειν ἔμελλε τοῦ ἀγῶνος·
在罗马人准备对付纳比斯的舰队时,菲洛皮门出于热忱,本打算参与这场战斗。
ἅτε δὲ ἐς ἅπαν ἀπείρως θαλάσσης ἔχων τριήρους ἔλαθεν ἐπιβὰς ῥεούσης, ὥστε καὶ ἐσῆλθε Ῥωμαίους καὶ τὸ ἄλλο συμμαχικὸν μνήμη τῶν ἐπῶν ὧν ἐν καταλόγῳ πεποίηκεν Ὅμηρος ἐπὶ τῇ Ἀρκάδων ἀμαθίᾳ τῇ ἐς θάλασσαν.
但由于他对海上事务毫无经验,在不知情的情况下登上了一艘漏水的老旧三桅战船,以至于罗马人和其他盟友都想起了荷马在《船名录》中对阿卡迪亚人缺乏航海知识所作的诗句。
§8.50.8ἡμέραις δὲ ὕστερον τῆς ναυμαχίας οὐ πολλαῖς Φιλοποίμην καὶ ὁ σὺν αὐτῷ λόχος φυλάξαντες νύκτα ἀσέληνον τὸ στρατόπεδον τῶν Λακεδαιμονίων κατεμπιπρᾶσιν ἐν Γυθίῳ.
在海战发生后的没几天,菲洛皮门及其部下利用无月的黑夜,烧毁了位于吉斯翁的拉凯戴蒙人的营地。
ἐνταῦθα ἀπέλαβεν ἐν δυσχωρίαις Νάβις Φιλοποίμενά τε αὐτὸν καὶ ὅσοι περὶ αὐτὸν τῶν Ἀρκάδων ἦσαν· ἦσαν δὲ ἄλλως μὲν ἀγαθοὶ τὰ ἐς πόλεμον, ἀριθμὸν δὲ οὐ πολλοί.
在那里,纳比斯在险要的地形中包围了菲洛皮门本人以及他身边的阿卡迪亚人;他们虽在战斗中表现英勇,但人数并不多。
§8.50.9Φιλοποίμην δὲ τὴν τάξιν, ἣν τεταγμένους ἀπῆγεν ὀπίσω, ταύτην ὑπαλλάξας τὰ μάλιστα ἰσχυρὰ τῶν χωρίων πρὸς αὑτοῦ καὶ οὐ πρὸς τῶν πολεμίων ἐποίησεν εἶναι·
然而,菲洛皮门改变了正在撤退的阵形,使最有利的地形变为对自己有利,而非对敌人有利。
κρατήσας δὲ τῇ μάχῃ Νάβιν καὶ τῶν Λακεδαιμονίων ἐν τῇ νυκτὶ καταφονεύσας πολλούς, δόξης ἔτι ἐς πλέον παρὰ τοῖς Ἕλλησιν ἤρθη.
他在战斗中击败了纳比斯,并在夜间歼灭了许多拉凯戴蒙人,使他在希腊人中的名声更加高涨。
§8.50.10μετὰ δὲ ταῦτα Νάβις μὲν ἐς εἰρημένον χρόνον σπονδὰς παρὰ Ῥωμαίων εὑράμενος τελευτᾷ, πρὶν ἤ οἱ τοῦ πολέμου τὰς ἀνοχὰς ἐξήκειν, ὑπὸ ἀνδρὸς Καλυδωνίου κατὰ δὴ συμμαχίας πρόφασιν ἥκοντος, πολεμίου δὲ τῷ ἔργῳ καὶ ἐπʼ αὐτὸ ἐσταλμένου τοῦτο ὑπὸ τῶν Αἰτωλῶν.
在此之后,纳比斯虽然从罗马人那里争取到了规定期限的休战,但在战争的停战期满之前,被一名卡吕冬人杀害。 这名卡吕冬人确实是借同盟之名而来,但实际上是敌人,且是埃托利亚人专门为此目的而派遣的。