§8.49.1οὐ πόρρω δὲ τῆς ἀγορᾶς θέατρόν τέ ἐστι καὶ πρὸς αὐτῷ βάθρα εἰκόνων χαλκῶν, αὐταὶ δὲ οὐκ εἰσὶν ἔτι αἱ εἰκόνες· ἐλεγεῖον δὲ ἐφʼ ἑνὶ τῶν βάθρων ἐστὶ Φιλοποίμενος τὸν ἀνδριάντα εἶναι.
离广场不远处有一座剧场,在它旁边有一些青铜雕像的底座,但雕像本身已不复存在;在其中一个底座上有一首哀歌体诗,表明上面曾有菲洛皮门的雕像。
τούτου δὲ Ἕλληνες τοῦ Φιλοποίμενος οὐχ ἥκιστα ἀλλὰ καὶ μάλιστα ἔχουσι μνήμην, γνώμης τε ἕνεκα ἣν παρέσχετο καὶ ἐπὶ τοῖς ἔργοις ὁπόσα ἐτόλμησε.
希腊人对这位菲洛皮门的记忆最深,不仅因为他展现出的智慧,也因为他所敢于实施的一切功绩。
§8.49.2τὰ μὲν δὴ ἐς γένους δόξαν ὁ πατήρ οἱ Κραῦγις Ἀρκάδων ἐλείπετο οὐδενὸς τῶν ἐν Μεγάλῃ πόλει·
至于他的家族名声,他的父亲克劳吉斯在梅加洛波利斯的阿卡迪亚人中不逊于任何人。
τελευτήσαντος δὲ τοῦ Κραύγιδος ἐπὶ παιδὶ ἔτι νηπίῳ τῷ Φιλοποίμενι, ἐπετρόπευσεν αὐτὸν ἀνὴρ Μαντινεὺς Κλέανδρος, φεύγων μὲν ἐκ Μαντινείας καὶ ἐν Μεγάλῃ πόλει μετοικῶν κατὰ τὴν οἴκοθεν συμφοράν, ξενίας δὲ ὑπαρχούσης αὐτῷ πατρικῆς ἐς οἶκον τὸν Κραύγιδος.
当克劳吉斯去世时,菲洛皮门还只是个年幼的孩子,曼提尼亚人克里安德成为了他的监护人;克里安德因家乡的灾祸而从曼提尼亚流亡并寄居在梅加洛波利斯,但他与克劳吉斯的家族有着世代相传的宾客友谊。
διδασκάλοις δὲ ὁμιλῆσαι τὸν Φιλοποίμενα καὶ ἄλλοις καὶ Μεγαλοφάνει τε καὶ Ἐκδήλῳ λέγουσι· τοὺς δὲ Ἀρκεσιλάου φασὶν εἶναι Πιταναίου μαθητάς.
据说菲洛皮门曾师从其他老师,特别是梅加洛法内斯和埃克德洛斯;而人们说这两位是皮塔内的阿尔克西拉乌斯的弟子。
§8.49.3μέγεθος μὲν δὴ καὶ σώματος ῥώμην ἀπέδει Πελοποννησίων οὐδενός, τὸ δὲ εἶδος ἦν τοῦ προσώπου κακός·
在身材和体魄上,他确实不逊于任何伯罗奔尼撒人,但他的面容却很丑陋。
καὶ ἐπὶ μὲν τοὺς στεφανίτας ἀγῶνας ὑπερεφρόνησεν ἀσκῆσαι, γῆν δὲ ἣν ἐκέκτητο ἐργαζόμενος οὐδὲ τὰ θηρία ἠμέλει τὰ ἄγρια ἐξαίρειν.
他鄙视为了冠冕竞技会而进行训练,而是在耕作自己拥有的土地之余,也不懈地消灭野兽。
ἐπιλέγεσθαι δὲ καὶ βιβλία φασὶν αὐτὸν σοφιστῶν τε τῶν εὐδοκιμούντων παρʼ Ἕλλησι καὶ ὅσα ἐς πολέμων μνήμην καὶ εἰ δή τι ἔχει διδασκαλίαν στρατηγημάτων·
据说他也阅读那些在希腊人中享有盛誉的智者的著作,以及关于战争历史的书籍,和任何含有将领战术指导的内容。
καταστήσασθαι δὲ τὸν βίον πάντα ἐθέλων γνώμης τῆς Ἐπαμινώνδου καὶ ἔργων εἶναι τῶν ἐκείνου μίμησιν, οὐ τὰ πάντα ἦν ἐξισωθῆναι δυνατός· Ἐπαμινώνδᾳ γὰρ τά τε ἄλλα ἡ ψυχὴ καὶ μάλιστα πρᾴως εἶχε τὰ ἐς ὀργήν, τῷ δὲ Ἀρκάδι μετῆν γε θυμοῦ.
他渴望将自己的整个生活都用来模仿伊帕密诺达的思想和事迹,但并不能在所有方面都与他平等;因为伊帕密诺达的心灵在其他方面,特别是在对待愤怒时非常温和,而这位阿卡迪亚人却有着一份强烈的脾气。
§8.49.4καταλαβόντος δὲ Κλεομένους Μεγάλην πόλιν, Φιλοποίμην οὔτε τῆς συμφορᾶς ἐξεπλάγη τὸ ἀπροσδόκητον καὶ τῶν ἐν ἡλικίᾳ τὰ δύο μάλιστα μέρη καὶ γυναῖκας καὶ παῖδας ἀπέσωσεν ἐς Μεσσήνην, συμμάχων σφίσιν ἐν τῷ τότε καὶ εὔνων τῶν Μεσσηνίων ὄντων·
当克里奥米尼占领梅加洛波利斯时,菲洛皮门没有因这突如其来的灾难而惊慌失措,他将几乎三分之二的适龄青年以及妇女和儿童安全地解救到了梅塞内,因为当时梅塞内人是他们的盟友且对他们十分友好。
καὶ—ἦσαν γὰρ τῶν διαπεφευγότων οἷς ὁ Κλεομένης ἐπεκηρυκεύετο μεταγινώσκειν τε ἐπὶ τῷ τολμήματι καὶ πρὸς Μεγαλοπολίτας ἐθέλειν σπένδεσθαι κατιόντας ἐπὶ τὴν ἑαυτῶν —ἔπεισεν ἐν κοινῷ τοὺς πολίτας ὁ Φιλοποίμην μεθʼ ὅπλων τὴν κάθοδον οἴκαδε εὑρίσκεσθαι μηδὲ ἐς ὁμολογίας τε καὶ σπονδὰς ἰέναι.
而且——在逃亡者中,有些人接到了克里奥米尼派来的使者的提议,说他后悔自己的鲁莽举动,并希望与重返家园的梅加洛波利斯人缔结和约——菲洛皮门说服了全体市民,认为他们应当拿起武器谋求重返家园,而不应接受妥协与和约。
§8.49.5γενομένης δὲ ἐν Σελλασίᾳ πρὸς Κλεομένην τε καὶ Λακεδαιμονίους μάχης, ἣν Ἀχαιοὶ καὶ Ἀρκάδες ἀπὸ τῶν πόλεων πασῶν, σὺν δέ σφισι καὶ Ἀντίγονος ἐμαχέσατο ἄγων ἐκ Μακεδονίας στρατιάν, ἐτέτακτο μὲν τηνικαῦτα ὁ Φιλοποίμην ἐν τοῖς ἱππεῦσιν·
当在塞拉西亚与克里奥米尼及拉凯戴蒙人发生战斗时(这场战斗中,来自所有城市的小亚细亚人和阿卡迪亚人,以及安提柯率领从马其顿来的军队一同参战),菲洛皮门当时被编入骑兵。
ἐπεὶ δὲ ἐν τῷ πεζῷ τοῦ ἔργου τὸ πλεῖστον ἑώρα ληψόμενον τὴν κρίσιν, ὁπλίτης ἑκὼν ἐγένετο, καὶ αὐτὸν λόγου κινδυνεύοντα ἀξίως τῶν τις ἐναντίων διʼ ἀμφοτέρων ἔπειρε τῶν μηρῶν.
但当他看到战斗的决定性局面的大部分将由步兵来决定时,他自愿成为了一名重装步兵,并且当他以值得称道的英勇方式冒险战斗时,敌方的一个人刺穿了他的双大腿。
§8.49.6ὁ δὲ καὶ ἐς τοσοῦτο ὅμως πεπεδημένος τά τε γόνατα ἐνέκλινε καὶ ἐς τὸ πρόσω χωρεῖν ἐβιάζετο, ὥστε καὶ ὑπὸ τῶν ποδῶν τοῦ κινήματος τὸ δόρυ ἔκλασεν·
但他尽管双膝受到如此束缚,依然弯曲膝盖并强力向前推进,以至于因脚步移动的势头折断了长枪。
ἐπεὶ δὲ οἱ Λακεδαιμόνιοι καὶ ὁ Κλεομένης ἐκρατήθησαν καὶ ἐς τὸ στρατόπεδον ἀνέστρεψε Φιλοποίμην, ἐνταῦθα ἐξ ἀμφοτέρων αὐτοῦ τῶν μηρῶν οἱ ἰατροὶ τῇ μὲν τὸν σαυρωτῆρα ἐξεῖλκον, τῇ δὲ τὴν αἰχμήν.
当拉凯戴蒙人和克里奥米尼被击败、菲洛皮门返回营地时,医生们从他的双侧大腿中拔出,一侧是长枪的尾锥,另一侧是长枪的枪尖。
Ἀντίγονος δὲ ὡς ἐπύθετο καὶ εἶδεν αὐτοῦ τὰ τολμήματα, ἐποιεῖτο σπουδὴν ἐπάγεσθαι Φιλοποίμενα ἐς Μακεδονίαν.
安提柯得知并看到了他的英勇事迹后,急于将菲洛皮门拉拢到马其顿。
§8.49.7τῷ δὲ Ἀντιγόνου μὲν ὀλίγον μελήσειν ἔμελλε· περαιωσάμενος δὲ νηὶ ἐς Κρήτην—πόλεμος γὰρ κατεῖχεν αὐτὴν ἐμφύλιος— ἐπετέτακτο ἡγεμὼν μισθοφόροις·
但他对安提柯的计划几乎不予理会;他乘船渡海前往克里特岛——当时那里正爆发内战——并被任命为雇佣军的指挥官。
ἐπανήκων δὲ ἐς Μεγάλην πόλιν αὐτίκα ὑπὸ τῶν Ἀχαιῶν ᾕρητο ἄρχειν τοῦ ἱππικοῦ, καὶ σφᾶς ἀρίστους Ἑλλήνων ἀπέφαινεν ἱππεύειν.
回到梅加洛波利斯后,他立即被阿卡亚人选为骑兵长官,并使他们展现出希腊最优秀的骑兵风采。
Ἀχαιῶν δὲ καὶ ὅσοι συντεταγμένοι τοῖς Ἀχαιοῖς ἦσαν περὶ Λάρισον μαχομένων ποταμὸν πρὸς Ἠλείους καὶ τὸ Αἰτωλικὸν ἐπικουροῦντας κατὰ συγγένειαν Ἠλείοις, πρῶτα μὲν Δημόφαντον ἀπέκτεινεν αὐτοχειρίᾳ τοῖς ἐναντίοις ἡγεμόνα ὄντα τῆς ἵππου, δεύτερα δὲ καὶ τὸ ἄλλο ἱππικὸν τῶν Αἰτωλῶν καὶ τῶν Ἠλείων ἐτρέψατο.
当阿卡亚人及其同盟者在拉里苏斯河附近与伊利斯人以及因亲缘关系援助伊利斯人的埃托利亚军队作战时,他首先亲手杀死了敌方骑兵指挥官德莫凡托斯,其次击退了埃托利亚人和伊利斯人的其余骑兵。