§8.41.1Φιγαλεῦσι δὲ ἐπὶ τῆς ἀγορᾶς καὶ πολυάνδριον τῶν λογάδων τῶν Ὀρεσθασίων ἐστί, καὶ ὡς ἥρωσιν αὐτοῖς ἐναγίζουσιν ἀνὰ πᾶν ἔτος.
フィガリア人にはまた、広場にオレスタシオンの選り抜きの者たちの共同墓地があり、彼らに毎年、英雄に対するようにして犠牲を捧げている。
§8.41.2ποταμὸς δὲ ὁ καλούμενος Λύμαξ ἐκδίδωσι μὲν ἐς τὴν Νέδαν παρʼ αὐτὴν ῥέων Φιγαλίαν, γενέσθαι δὲ τοὔνομά φασι τῷ ποταμῷ καθαρσίων τῶν Ῥέας ἕνεκα.
リュマクスと呼ばれる川は、フィガリアそのものの傍らを流れてネダ川へと注いでいるが、人々はこの川の名がレアの浄めに由来して生じたと言っている。
ὡς γὰρ δὴ τεκοῦσαν τὸν Δία ἐκάθηραν ἐπὶ ταῖς ὠδῖσιν αἱ Νύμφαι, τὰ καθάρματα ἐς τοῦτον ἐμβάλλουσι τὸν ποταμόν·
というのも、レアがゼウスを産み落としたとき、ニンフたちが産後の彼女を浄め、その汚れをこの川に投げ入れたからである。
ὠνόμαζον δὲ ἄρα οἱ ἀρχαῖοι αὐτὰ λύματα.
古代の人々はまさにこうした汚れを「リュマタ」と呼んでいた。
μαρτυρεῖ δὲ καὶ Ὅμηρος, ἀπολυμαίνεσθαί τε ἐπὶ λύσει τοῦ λοιμοῦ τοὺς Ἕλληνας καὶ ἐμβάλλειν τὰ λύματα εἰπὼν σφᾶς ἐς θάλασσαν.
ホメロスもまた、ギリシア人が疫病を解消するために身を清め、その汚れを海に投げ入れたと述べて、これを証言している。
§8.41.3εἰσὶ δὲ αἱ πηγαὶ τῆς Νέδας ἐν ὄρει τῷ Κεραυσίῳ· τοῦ Λυκαίου δὲ μοῖρά ἐστι.
ネダ川の源泉はケラウシオン山にあり、これはリュカイオン山の一部である。
καθότι δὲ ἐγγύτατα ἡ Νέδα Φιγαλέων τῆς πόλεως γίνεται, κατὰ τοῦτο οἱ Φιγαλέων παῖδες ἀποκείρονται τῷ ποταμῷ τὰς κόμας·
ネダ川がフィガリア人の都市に最も近づくあたりで、フィガリア人の少年たちは川に自らの髪を切り捧げる。
τὰ δὲ πρὸς θαλάσσῃ καὶ ἀναπλεῖται ναυσὶν οὐ μεγάλαις ἡ Νέδα.
また、ネダ川の海に近い部分は、大きくない船であれば遡行することができる。
ποταμῶν δὲ ὁπόσους ἴσμεν Μαίανδρος μὲν σκολιῷ μάλιστα κάτεισι τῷ ῥεύματι, ἔς τε τὸ ἄνω καμπὰς καὶ αὖθις ἐπιστροφὰς παρεχόμενος πλείστας· δεύτερα δὲ ἑλιγμῶν γε ἕνεκα φέροιτο ἂν ἡ Νέδα.
我々が知るすべての川のうち、マイアンドロス川は最も曲がりくねった流れで下り、上流への屈曲と再びの反転を非常に多く見せているが、蛇行の点ではネダ川が二番目に挙げられるだろう。
§8.41.4σταδίοις δὲ ὅσον δώδεκα ἀνωτέρω Φιγαλίας θερμά τέ ἐστι λουτρὰ καὶ τούτων οὐ πόρρω κάτεισιν ὁ Λύμαξ ἐς τὴν Νέδαν·
フィガリアから12スタディオンほど上ったところに温浴場があり、そこから遠くないところでリュマクス川がネダ川へと下っている。
ᾗ δὲ συμβάλλουσι τὰ ῥεύματα, ἔστι τῆς Εὐρυνόμης τὸ ἱερόν, ἅγιόν τε ἐκ παλαιοῦ καὶ ὑπὸ τραχύτητος τοῦ χωρίου δυσπρόσοδον·
その二つの流れが合流する場所にエウリュノメの神殿があり、古くから神聖な場所であるが、土地が険しいために近づきがたい。
περὶ αὐτὸ καὶ κυπάρισσοι πεφύκασι πολλαί τε καὶ ἀλλήλαις συνεχεῖς.
その周囲には多くのイトスギが互いに隙間なく密に生い茂っている。
§8.41.5τὴν δὲ Εὐρυνόμην ὁ μὲν τῶν Φιγαλέων δῆμος ἐπίκλησιν εἶναι πεπίστευκεν Ἀρτέμιδος·
このエウリュノメについて、フィガリアの民衆はアルテミスの異名であると信じている。
ὅσοι δὲ αὐτῶν παρειλήφασιν ὑπομνήματα ἀρχαῖα, θυγατέρα Ὠκεανοῦ φασιν εἶναι τὴν Εὐρυνόμην, ἧς δὴ καὶ Ὅμηρος ἐν Ἰλιάδι ἐποιήσατο μνήμην ὡς ὁμοῦ Θέτιδι ὑποδέξαιτο Ἥφαιστον.
しかし、彼らのうち古い記録を受け継いでいる者たちは、エウリュノメはオケアノスの娘であると言っており、ホメロスも『イリアス』の中で、彼女がテティスとともにヘファイストスを迎え入れたとして、その名を挙げている。
ἡμέρᾳ δὲ τῇ αὐτῇ κατὰ ἔτος ἕκαστον τὸ ἱερὸν ἀνοιγνύουσι τῆς Εὐρυνόμης, τὸν δὲ ἄλλον χρόνον οὔ σφισιν ἀνοιγνύναι καθέστηκε·
毎年同じ日に彼らはエウリュノメの神殿を開くが、それ以外の時期には神殿を開かないのが彼らの慣わしとなっている。
§8.41.6τηνικαῦτα δὲ καὶ θυσίας δημοσίᾳ τε καὶ ἰδιῶται θύουσιν.
その時には、公的にも私的にも人々が犠牲を捧げる。
ἀφικέσθαι μὲν δή μοι τῆς ἑορτῆς οὐκ ἐξεγένετο ἐς καιρὸν οὐδὲ τῆς Εὐρυνόμης τὸ ἄγαλμα εἶδον·
私自身は、祭りのちょうど良い時期に到着することができず、エウリュノメの像を見ることも叶わなかった。
τῶν Φιγαλέων δʼ ἤκουσα ὡς χρυσαῖ τε τὸ ξόανον συνδέουσιν ἁλύσεις καὶ εἰκὼν γυναικὸς τὰ ἄχρι τῶν γλουτῶν, τὸ ἀπὸ τούτου δέ ἐστιν ἰχθύς.
しかし、フィガリア人から聞いたところでは、その木像は金の鎖で縛りつながれており、臀部までは女性の姿であるが、それより下は魚であるという。
θυγατρὶ μὲν δὴ Ὠκεανοῦ καὶ ἐν βυθῷ τῆς θαλάσσης ὁμοῦ Θέτιδι οἰκούσῃ παρέχοιτο ἄν τι ἐς γνώρισμα αὐτῆς ὁ ἰχθύς· Ἀρτέμιδι δὲ οὐκ ἔστιν ὅπως ἂν μετά γε τοῦ εἰκότος λόγου μετείη τοιούτου σχήματος.
オケアノスの娘であり、海の深淵でテティスとともに暮らす者にとっては、魚はその目印として何かしら適うものであろうが、アルテミスがこのような姿をしているはずがないというのは、筋の通った考えである。
§8.41.7περιέχεται δὲ ἡ Φιγαλία ὄρεσιν, ἐν ἀριστερᾷ μὲν ὑπὸ τοῦ καλουμένου Κωτιλίου, τὰ δὲ ἐς δεξιὰν ἕτερον προβεβλημένον ἐστὶν αὐτῆς ὄρος τὸ Ἐλάιον.
フィガリアは山々に囲まれており、左手にはいわゆるコティリオン山があり、右手にはそれに対して突き出た別の山、エライオン山がある。
ἀπέχει δὲ τῆς πόλεως ἐς τεσσαράκοντα τὸ Κωτίλιον μάλιστα σταδίους·
コティリオン山は都市からおよそ40スタディオン離れている。
ἐν δὲ αὐτῷ χωρίον τέ ἐστι καλούμενον Βᾶσσαι καὶ ὁ ναὸς τοῦ Ἀπόλλωνος τοῦ Ἐπικουρίου, λίθου καὶ αὐτὸς καὶ ὁ ὄροφος.
その山にはバッサイと呼ばれる場所があり、また「救済者」アポロンの神殿があって、神殿そのものも屋根も石でできている。
§8.41.8ναῶν δὲ ὅσοι Πελοποννησίοις εἰσί, μετά γε τὸν ἐν Τεγέᾳ προτιμῷτο οὗτος ἂν τοῦ λίθου τε ἐς κάλλος καὶ τῆς ἁρμονίας ἕνεκα.
ペロポネソス半島にあるすべての神殿のうち、テゲアにある神殿に次いで、この神殿は石の美しさとその構築の見事さのゆえに最も高く評価されるだろう。
τὸ δὲ ὄνομα ἐγένετο τῷ Ἀπόλλωνι ἐπικουρήσαντι ἐπὶ νόσῳ λοιμώδει, καθότι καὶ παρὰ Ἀθηναίοις ἐπωνυμίαν ἔλαβεν Ἀλεξίκακος ἀποτρέψας καὶ τούτοις τὴν νόσον.
アポロンにこの名が与えられたのは、彼が疫病に対して救済をもたらしたからであり、それはアテナイ人のもとでも、彼らにとっても疫病を退けて「災い除け」という名を得たのと同様である。
§8.41.9ἔπαυσε δὲ ὑπὸ τὸν Πελοποννησίων καὶ Ἀθηναίων πόλεμον καὶ τοὺς Φιγαλέας καὶ οὐκ ἐν ἑτέρῳ καιρῷ·
アポロンがフィガリア人をも(疫病から)救ったのは、ペロポネソス人とアテナイ人の戦争の時であり、他の時期ではない。
μαρτύρια δὲ αἵ τε ἐπικλήσεις ἀμφότεραι τοῦ Ἀπόλλωνος ἐοικός τι ὑποσημαίνουσαι καὶ Ἰκτῖνος ὁ ἀρχιτέκτων τοῦ ἐν Φιγαλίᾳ ναοῦ γεγονὼς τῇ ἡλικίᾳ κατὰ Περικλέα καὶ Ἀθηναίοις τὸν Παρθενῶνα καλούμενον κατασκευάσας.
その証拠となるのは、アポロンのこれら両方の異名が似たようなことを暗示していること、そしてフィガリアの神殿の建築家であるイクティノスが、年齢的にペリクレスと同時代の人であり、アテナイ人のためにいわゆるパルテノンを建築したことである。
ἐδίδαξε δὲ ὁ λόγος ἤδη μοι τὸ ἄγαλμα εἶναι τοῦ Ἀπόλλωνος Μεγαλοπολιτῶν ἐν τῇ ἀγορᾷ.
私の記述は、メガロポリス人の広場にこのアポロンの像があることをすでに明らかにしている。
§8.41.10ἔστι δὲ ὕδατος ἐν τῷ ὄρει τῷ Κωτιλίῳ πηγή, καὶ ὅπου συνέγραψεν ἤδη τις ἀπὸ ταύτης τῷ ποταμῷ τὸ ῥεῦμα τῷ Λύμακι ἄρχεσθαι, συνέγραψεν οὔτε αὐτὸς θεασάμενος οὔτε ἀνδρὸς ἀκοὴν ἰδόντος·
コティリオン山には水の泉があり、ある者がかつて、この泉からリュマクス川の流れが始まると記したことがあるが、彼は自分自身で見たのでもなく、見た人の話を聞いたのでもなく記したのである。
ἃ καὶ ἀμφότερα παρῆσαν ἐμοί·
私にはその両方が備わっていた。
τὸ μὲν ποταμοῦ ῥεῦμα ὂν ἑωρῶμεν, τῆς δὲ ἐν τῷ Κωτιλίῳ πηγῆς οὐκ ἐπὶ πολὺ ἐξικνούμενον τὸ ὕδωρ ἀλλὰ ἐντὸς ὀλίγου παντάπασιν ἀφανὲς γινόμενον.
すなわち、川の流れがあるのを私たちは目にしたが、コティリオン山の泉の水は遠くまで届かず、少し流れると完全に消えて見えなくなるのを見たのである。
οὐ μὴν οὐδὲ ὅπου τῆς Ἀρκάδων ἐστὶν ἡ πηγὴ τῷ Λύμακι, ἐπῆλθε πολυπραγμονῆσαί μοι.
もっとも、アルカディアの地におけるリュマクス川の真の源泉がどこにあるかについて、私はそれ以上深く詮索する気にはならなかった。
ἔστι δὲ ὑπὲρ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Ἐπικουρίου χωρίον Κώτιλον μὲν ἐπίκλησιν, Ἀφροδίτη δέ ἐστιν ἐν Κωτίλῳ·
救済者アポロンの神殿の上には、コティロンと呼ばれる場所があり、コティロンにはアプロディテが祀られている。
καὶ αὐτῇ ναός τε ἦν οὐκ ἔχων ἔτι ὄροφον καὶ ἄγαλμα ἐπεποίητο.
彼女にも神殿があったが、もはや屋根はなく、像が作られていた。