Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.40.1-8.40.5

競技者アラキオンの像と死後の勝利の逸話

349 / 465 箇所 · ギリシア語

要旨

パンクラティオン選手アラキオンの死とオリンピアでの勝利、および拳闘士クレウガスがダモクセノスの反則によって死後に勝利を得た出来事について。

§8.40.1Φιγαλεῦσι δὲ ἀνδριάς ἐστιν ἐπὶ τῆς ἀγορᾶς Ἀρραχίωνος τοῦ παγκρατιαστοῦ, τά τε ἄλλα ἀρχαῖος καὶ οὐχ ἥκιστα ἐπὶ τῷ σχήματι·
フィガリア人には、広場にパンクラティオンの選手アラキオンの像があるが、これは他の点でも古風であり、何よりもその姿勢においてそうである。
οὐ διεστᾶσι μὲν πολὺ οἱ πόδες, καθεῖνται δὲ παρὰ πλευρὰν αἱ χεῖρες ἄχρι τῶν γλουτῶν.
両足は広く離れておらず、両手は脇に沿って臀部まで垂れ下がっている。
πεποίηται μὲν δὴ ἡ εἰκὼν λίθου, λέγουσι δὲ καὶ ἐπίγραμμα ἐπʼ αὐτὴν γραφῆναι·
この像は石で作られており、人々は碑文もそれに刻まれていたと言っている。
καὶ τοῦτο μὲν ἠφάνιστο ὑπὸ τοῦ χρόνου, τῷ δὲ Ἀρραχίωνι ἐγένοντο Ὀλυμπικαὶ νῖκαι δύο μὲν Ὀλυμπιάσι ταῖς πρὸ τῆς τετάρτης καὶ πεντηκοστῆς, ἐγένετο δὲ καὶ ἐν αὐτῇ σὺν δικαίῳ τε ἐκ τῶν Ἑλλανοδικῶν καὶ Ἀρραχίωνος αὐτοῦ τῇ ἀρετῇ.
これは時を経て消え去っていたが、アラキオンには第54回より前の二つのオリンピア期にオリンピアの勝利がもたらされ、またその第54回においても、ヘラノディカイによる公正な判定と、アラキオン自身の卓越性のおかげで勝利がもたらされた。
§8.40.2ὡς γὰρ δὴ πρὸς τὸν καταλειπόμενον ἔτι τῶν ἀνταγωνιστῶν ἐμάχετο ὑπὲρ τοῦ κοτίνου, ὁ μὲν προέλαβεν ὅστις δὴ ὁ ἀνταγωνιζόμενος καὶ τοῖς ποσὶ τὸν Ἀρραχίωνα εἶχεν ἐζωκὼς καὶ τὸν τράχηλον ἐπίεζεν ἅμα αὐτοῦ ταῖς χερσίν·
というのも、彼がまだ残っていた対戦相手の一人とオリーブの冠を求めて戦っていたとき、その対戦相手であった男(それが誰であれ)が先手を取り、足でアラキオンを締めつけ、同時に両手で彼の首を絞めたからである。
ὁ δὲ Ἀρραχίων ἐκκλᾷ τῶν ἐν τῷ ποδὶ τοῦ ἀνταγωνιζομένου δάκτυλον, καὶ Ἀρραχίων τε τὴν ψυχὴν ἀφίησιν ἀγχόμενος καὶ ὁ ἄγχων τὸν Ἀρραχίωνα ὑπὸ τοῦ δακτύλου τῆς ὀδύνης κατὰ τὸν καιρὸν ἀπαγορεύει τὸν αὐτόν.
しかしアラキオンは、対戦相手の足の指の一本をへし折った。 そしてアラキオンは首を絞められて息絶えたが、アラキオンの首を絞めていた男は、指の痛みによってまさに同じ瞬間に降参した。
Ἠλεῖοι δὲ ἐστεφάνωσάν τε καὶ ἀνηγόρευσαν νικῶντα τοῦ Ἀρραχίωνος τὸν νεκρόν.
エリス人は、アラキオンの遺体に冠を授け、勝利者として宣言した。
§8.40.3ἐοικὸς δὲ καὶ Ἀργείους οἶδα ἐπὶ Κρεύγᾳ ποιήσαντας Ἐπιδαμνίῳ πύκτῃ·
これと似たことを、私はアルゴス人もまた、エピダムノスの拳闘士クレウガスに対して行ったのを知っている。
καὶ γὰρ Ἀργεῖοι τεθνεῶτι ἔδοσαν τῷ Κρεύγᾳ τῶν Νεμείων τὸν στέφανον, ὅτι ὁ πρὸς αὐτὸν μαχόμενος Δαμόξενος Συρακόσιος παρέβη τὰ ὡμολογημένα σφίσιν ἐς ἀλλήλους.
というのも、アルゴス人は死んだクレウガスにネメア祭の冠を授けたが、それは彼と戦っていたシラクサのダモクセノスが、互いの合意事項に違反したからである。
ἐφήξειν μὲν γὰρ ἔμελλεν ἑσπέρα πυκτεύουσιν αὐτοῖς, συνέθεντο δὲ ἐς ἐπήκοον ἀνὰ μέρος τὸν ἕτερον ὑποσχεῖν αὐτῶν τῷ ἑτέρῳ πληγήν.
彼らが拳闘を行っているうちに夕暮れが迫ってきたため、彼らは証人の前で、一方が他方の打撃に交互に耐えるという合意を結んだ。
τοῖς δὲ πυκτεύουσιν οὐκ ἦν πω τηνικαῦτα ἱμὰς ὀξὺς ἐπὶ τῷ καρπῷ τῆς χειρὸς ἑκατέρας, ἀλλὰ ταῖς μειλίχαις ἔτι ἐπύκτευον, ὑπὸ τὸ κοῖλον δέοντες τῆς χειρός, ἵνα οἱ δάκτυλοί σφισιν ἀπολείπωνται γυμνοί·
当時の拳闘士たちには、まだ両手の手首に鋭い革紐はついておらず、まだ「メイリカイ」で拳闘を行っていた。 それは、指が裸のまま動かせるように、手のひらのくぼみの下で縛るものであった。
αἱ δὲ ἐκ βοέας ὠμῆς ἱμάντες λεπτοὶ τρόπον τινὰ ἀρχαῖον πεπλεγμένοι διʼ ἀλλήλων ἦσαν αἱ μειλίχαι.
そのメイリカイとは、生の牛皮から切り出された細い紐で、ある種古い方法で互いに編み合わされたものであった。
§8.40.4τότε οὖν ὁ μὲν τὴν πληγὴν ἀφῆκεν ἐς τοῦ Δαμοξένου τὴν κεφαλήν·
その時、一方(クレウガス)はダモクセノスの頭へ打撃を放った。
ὁ δὲ ἀνασχεῖν τὴν χεῖρα ὁ Δαμόξενος ἐκέλευσε τὸν Κρεύγαν, ἀνασχόντος δὲ παίει τοῖς δακτύλοις ὀρθοῖς ὑπὸ τὴν πλευράν, ὑπὸ δὲ ἀκμῆς τε τῶν ὀνύχων καὶ βίας τῆς πληγῆς τὴν χεῖρα ἐς τὸ ἐντὸς καθεὶς καὶ ἐπιλαβόμενος τῶν σπλάγχνων ἐς τὸ ἐκτὸς ἕλκων ἀπέρρηξε.
次いでダモクセノスは、クレウガスに手を上げるよう要求した。 彼が手を上げると、ダモクセノスは指を真っ直ぐに伸ばして脇腹の下を突き、爪の鋭さと打撃の威力によって手を体内に差し入れ、内臓を掴んで外へ引きずり出して引きちぎった。
§8.40.5καὶ ὁ μὲν τὴν ψυχὴν αὐτίκα ὁ Κρεύγας ἀφίησιν, οἱ δὲ Ἀργεῖοι τὸν Δαμόξενον ἅτε τὰ συγκείμενα ὑπερβάντα καὶ ἀντὶ μιᾶς κεχρημένον πολλαῖς ἐς τὸν ἀντίπαλον ταῖς πληγαῖς ἐξελαύνουσι, τῷ Κρεύγᾳ δὲ τὴν νίκην τεθνεῶτι ἔδοσαν καὶ ἐποιήσαντο εἰκόνα ἐν Ἄργει·
クレウガスはただちに息絶えたが、アルゴス人はダモクセノスを、合意事項に違反し、一度の打撃の代わりに相手に対して多くの打撃を用いたとして追放した。 そして、死んだクレウガスに勝利を授け、アルゴスに彼の像を作った。
καὶ ἐς ἐμὲ ἔκειτο ἐν τοῦ Ἀπόλλωνος τοῦ Λυκίου.
これは私の時代まで、リュケイオス・アポロンの神殿の中に置かれていた。

語釈・文法注

  1. §8.40.1ἐγένοντο Ὀλυμπικαὶ νῖκαι δύο μὲν Ὀλυμπιάσι ταῖς πρὸ τῆς τετάρτης καὶ πεντηκοστῆς, ἐγένετο δὲ καὶ ἐν αὐτῇ — μὲν... δὲ の対比構造。δύο μὲν Ὀλυμπιάσι は「第54回の前の2回のオリンピア期(第52回と第53回)において」であり、ἐν αὐτῇ の αὐτῇ は先行する Ὀλυμπιάδι(単数形を想定)を指し、「まさにその第54回オリンピア期において」を意味する。
  2. §8.40.2εἶχεν ἐζωκὼς — 動詞 ἔχω と完了分詞 ἐζωκὼς(ζώννυμι「帯を締める、取り囲む」の完了分詞)を組み合わせた迂言的完了構文。対戦相手が足でアラキオンの胴体をしっかりと締め付け、その状態を維持していたことを強調している。
  3. §8.40.3ἐοικὸς δὲ καὶ Ἀργείους οἶδα ἐπὶ Κρεύγᾳ ποιήσαντας — οἶδα(知っている)に導かれる補足分詞構文。Ἀργείους(対格・主語)と ποιήσαντας(分詞・述語)からなり、「アルゴス人が〜したのを知っている」となる。ἐοικός(ἔοικα「似ている」の分詞中性単数)は、「これと似たこと」を意味する目的語または同格。
  4. §8.40.4ἀνασχόντος δὲ — 属格独立構文(genitive absolute)。動詞 ἀνέχω(持ち上げる)のアオリスト分詞の属格であり、文脈上、主語の省略された Κρεύγα(クレウガスが手を上げたこと)を意味する。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.40.1-8.40.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.40.1-8.40.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。