Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.39.1-8.39.6

フィガリアへの道とスパルタからの解放の歴史

348 / 465 箇所 · ギリシア語

要旨

著者はフィガリアの街への道筋を示し、神託に従ってオレスタシオンの援軍の犠牲によりスパルタの支配から解放されたという街の歴史と、現在の主要な聖所や彫像について語る。

§8.39.1παρὰ δὲ τὴν Λυκόσουραν ὡς ἐπὶ ἡλίου δυσμὰς ποταμὸς Πλατανιστὼν παρέξεισιν·
リュコスラのそばを、西に向かってプラタニストン川が流れている。
ἀνδρὶ δὲ ἰόντι ἐς Φιγαλίαν ἀνάγκη πᾶσα διαβῆναι τὸν Πλατανιστῶνα, μετὰ δὲ αὐτόν ἐστιν ἄνοδος ὅσον τε σταδίους τριάκοντα ἢ πλείους τῶν τριάκοντα οὐ πολλῷ.
フィガリアへ行く人にとっては、どうしてもこのプラタニストン川を渡らねばならず、その川を過ぎると、およそ三十スタディオン、あるいは三十よりそれほど多くない距離の登り坂がある。
§8.39.2τὰ δὲ ἐς τὸν Λυκάονος Φίγαλον—οὗτος γὰρ δὴ τῇ πόλει τὸ ἐξ ἀρχῆς ἐγένετο οἰκιστής—καὶ ὡς μετέβαλεν ἀνὰ χρόνον ἀπὸ Φιάλου Βουκολίωνος τὸ ὄνομα ἡ πόλις καὶ αὖθις ἀνεσώσατο τὸ ἀρχαῖον, τόδε μὲν καὶ πρότερον ἔτι ἐσήμαινεν ἡμῖν ὁ λόγος·
リュカオンの子フィガロスについて ―― というのも彼がこの都市の最初の創建者となったからである ――、またこの都市が時を経てブコリオんの子フィアロスにちなんで名前を変え、再び古の名を取り戻したことについては、すでに以前、私の記述(ロゴス)が示した通りである。
λέγεται δὲ καὶ ἄλλα οὐκ ἀξιόχρεα ἐς πίστιν, ἄνδρα αὐτόχθονα εἶναι τὸν Φίγαλον καὶ οὐ Λυκάονος παῖδα·
しかし、信頼するに足りない他のことも言われており、フィガロスは大地の生み出した子であって、リュカオンの息子ではないという。
τοῖς δὲ εἰρημένον ἐστὶν ὡς ἡ Φιγαλία νύμφη τῶν καλουμένων εἴη Δρυάδων.
また、ある人々はフィガリアとはいわゆるドリュアデスの一人であると言っている。
§8.39.3Λακεδαιμόνιοι δὲ ἡνίκα Ἀρκάσιν ἐπεχείρησαν καὶ ἐσέβαλον ἐς τὴν Φιγαλίαν στρατιᾷ, μάχῃ τε νικῶσι τοὺς ἐπιχωρίους καὶ ἐπολιόρκουν προσκαθεζόμενοι·
ラケダイモン人がアルカディア人に攻撃を仕掛け、フィガリアに軍を率いて侵入したとき、彼らは戦闘で現地の人々を破り、包囲して攻め立てた。
κινδυνεύοντος δὲ ἁλῶναι τοῦ τείχους ἐκδιδράσκουσιν οἱ Φιγαλεῖς, ἢ καὶ οἱ Λακεδαιμόνιοι σφᾶς ἀφιᾶσιν ἐξελθεῖν ὑποσπόνδους.
城壁が陥落する危険に瀕したため、フィガリア人は逃亡した。 あるいは一説には、ラケダイモン人が彼らを休戦協定のもとで退去させた。
ἐγένετο δὲ ἡ τῆς Φιγαλίας ἅλωσις καὶ Φιγαλέων ἡ ἐξ αὐτῆς φυγὴ Μιλτιάδου μὲν Ἀθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς τριακοστῆς Ὀλυμπιάδος, ἣν Χίονις Λάκων ἐνίκα τὸ τρίτον.
フィガリアの陥落とそこからのフィガリア人の亡命は、アテナイでミルティアデスがアルコンであった時、また第三十回オリンピア期の第二年に起こった。 このオリンピア期にはラコニアのキオニスが三回目の優勝を果たした。
§8.39.4Φιγαλέων δὲ τοῖς διαπεφευγόσιν ἔδοξεν ἀφικομένοις ἐς Δελφοὺς ἐρωτᾶν ὑπὲρ καθόδου τὸν θεόν·
逃げ延びたフィガリア人たちは、デルポイに到着したとき、帰還について神に尋ねることに決めた。
καί σφισιν ἡ Πυθία καθʼ αὑτοὺς μὲν πειρωμένοις ἐς Φιγαλίαν κατελθεῖν οὐχ ὁρᾶν ἔφη κάθοδον, εἰ δὲ λογάδας ἑκατὸν ἐξ Ὀρεσθασίου προσλάβοιεν, τοὺς μὲν ἀποθανεῖσθαι παρὰ τὴν μάχην, Φιγαλεῦσι δὲ ἔσεσθαι διʼ αὐτῶν κάθοδον.
するとピュティアは彼らに、もし自分たちだけでフィガリアに帰還しようと試みるならば、帰還の道は見えないが、もしオレスタシオンから選り抜きの百人を味方に加えるなら、その者たちは戦闘で命を落とすことになるが、フィガリア人には彼らのおかげで帰還が叶うであろう、と述べた。
Ὀρεσθάσιοι δὲ ὡς τὴν γενομένην τοῖς Φιγαλεῦσιν ἐπύθοντο μαντείαν, ἄλλος ἔφθανεν ἄλλον σπουδῇ λογάδων τε τῶν ἑκατὸν αὐτὸς ἕκαστος γενέσθαι καὶ ἐξόδου τῆς ἐς Φιγαλίαν μετασχεῖν.
オレスタシオンの人々は、フィガリア人に下された神託を知ると、それぞれが自らその百人の選り抜きに入り、フィガリアへの出征に参加しようと、互いに先を争って急いだ。
§8.39.5παρελθόντες δὲ ἐπὶ τὴν Λακεδαιμονίων φρουρὰν ἄγουσιν ἐς πάντα ἐπὶ τέλος τὸν χρησμόν·
彼らは進み出て、ラケダイモン人の守備隊を相手にし、神託をすべて完全に実現させた。
καὶ γὰρ αὐτοῖς λόγου μαχεσαμένοις ἀξίως ἐπεγένετο ἡ τελευτὴ καὶ ἐξελάσαντες τοὺς Σπαρτιάτας παρέσχον Φιγαλεῦσιν ἀπολαβεῖν τὴν πατρίδα.
というのも、彼らは語るに値する見事な戦い方をして死を迎え、スパルタ人を追い出して、フィガリア人が祖国を取り戻せるようにしたからである。
κεῖται δὲ ἡ Φιγαλία ἐπὶ μετεώρου μὲν καὶ ἀποτόμου τὰ πλέονα, καὶ ἐπὶ τῶν κρημνῶν ᾠκοδομημένα ἐστὶ τείχη σφίσιν·
フィガリアは高所にあり、大部分は切り立っており、その崖の上に彼らの城壁が築かれている。
ἀνελθόντι δὲ ὁμαλής ἐστιν ὁ λόφος ἤδη καὶ ἐπίπεδος.
登ってみると、その丘はすでに平坦で平らである。
ἔστι δὲ Σωτείρας τε ἱερὸν ἐνταῦθα Ἀρτέμιδος καὶ ἄγαλμα ὀρθὸν λίθου·
そこには救い主(ソテイラ)アルテミスの聖所があり、石造りの直立した像がある。
ἐκ τούτου δὲ τοῦ ἱεροῦ καὶ τὰς πομπάς σφισι πέμπειν κατέστη.
この聖所から、彼らが行列を送り出すのが習慣となっていた。
§8.39.6ἐν δὲ τῷ γυμνασίῳ τὸ ἄγαλμα τοῦ Ἑρμοῦ ἀμπεχομένῳ μὲν ἔοικεν ἱμάτιον, καταλήγει δὲ οὐκ ἐς πόδας, ἀλλὰ ἐς τὸ τετράγωνον σχῆμα.
体育場(ギュムナシオン)にあるヘルメスの像は、外套(ヒマティオン)をまとっているように見えるが、足元は足ではなく、四角い形状で終わっている。
πεποίηται δὲ καὶ Διονύσου ναός·
また、ディオニュソスの神殿も建てられている。
ἐπίκλησις μέν ἐστιν αὐτῷ παρὰ τῶν ἐπιχωρίων Ἀκρατοφόρος, τὰ κάτω δὲ οὐκ ἔστι σύνοπτα τοῦ ἀγάλματος ὑπὸ δάφνης τε φύλλων καὶ κισσῶν.
現地の人々による彼の異名はアクラトポロスであり、像の下部は月桂樹の葉とツタによって見えなくなっている。
ὁπόσον δὲ αὐτοῦ καθορᾶν ἔστιν, ἐπαλήλιπται κιννάβαρι ἐκλάμπειν·
その像の見えている限りの部分は、輝くように辰砂が塗られている。
εὑρίσκεσθαι δὲ ὑπὸ τῶν Ἰβήρων ὁμοῦ τῷ χρυσῷ λέγεται.
それはイベリア人によって金とともに発見されると言われている。

語釈・文法注

  1. 8.39.1ἀνδρὶ δὲ ἰόντι — 与格の名詞および分詞による表現で、関与の与格(dative of reference)として機能し、「〜に行く人にとっては」という意味を表す。
  2. 8.39.2ὁ λόφος — 写本の多くは ὁ λόφος(丘)と伝えるが、文脈(「私の記述が以前に示した」)および先行する記述(第8巻第3章・第5章)から、これは ὁ λόγος(記述、語り)の誤記であると解釈される。
  3. 8.39.2τοῖς δὲ εἰρημένον ἐστὶν — τοῖς は指示代名詞の複数与格で、受動完了の述語 εἰρημένον ἐστίν とともに行為者の与格(dative of agent)を構成し、「ある人々によって言われている」を意味する。
  4. 8.39.4ἄλλος ἔφθανεν ἄλλον — 動詞 φθάνω(先んじる)の未完了過去形が用いられ、各人が他者に先を争って進もうとする、競い合う継続的な動作を表す。
  5. 8.39.5λόγου μαχεσαμένοις ἀξίως — 属格 λόγου は形容詞 ἀξίως の支配を受け、「語るに値するほど(見事に)」という副詞句を形成して、分詞 μαχεσαμένοις(戦った)にかかる。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.39.1-8.39.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.39.1-8.39.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。