§8.40.1Φιγαλεῦσι δὲ ἀνδριάς ἐστιν ἐπὶ τῆς ἀγορᾶς Ἀρραχίωνος τοῦ παγκρατιαστοῦ, τά τε ἄλλα ἀρχαῖος καὶ οὐχ ἥκιστα ἐπὶ τῷ σχήματι·
在菲加利亚人的广场上,立有一尊潘克拉辛(角力拳击)选手阿拉希翁的雕像。
οὐ διεστᾶσι μὲν πολὺ οἱ πόδες, καθεῖνται δὲ παρὰ πλευρὰν αἱ χεῖρες ἄχρι τῶν γλουτῶν.
它在其他方面都显得古风,尤其是在其姿态上:双足并未分得很开,双手沿着身侧下垂至臀部。
πεποίηται μὲν δὴ ἡ εἰκὼν λίθου, λέγουσι δὲ καὶ ἐπίγραμμα ἐπʼ αὐτὴν γραφῆναι· καὶ τοῦτο μὲν ἠφάνιστο ὑπὸ τοῦ χρόνου, τῷ δὲ Ἀρραχίωνι ἐγένοντο Ὀλυμπικαὶ νῖκαι δύο μὲν Ὀλυμπιάσι ταῖς πρὸ τῆς τετάρτης καὶ πεντηκοστῆς, ἐγένετο δὲ καὶ ἐν αὐτῇ σὺν δικαίῳ τε ἐκ τῶν Ἑλλανοδικῶν καὶ Ἀρραχίωνος αὐτοῦ τῇ ἀρετῇ.
这尊塑像确实是用石头制成的,人们还说其上曾刻有铭文;虽然这铭文已随着时间流逝而磨灭,但阿拉希翁在第五十四届之前的两届奥林匹亚运动会上都获得了胜利,且在第五十四届运动会上,凭借着竞技裁判官的公正裁决以及阿拉希翁自身的卓越表现,他同样获得了胜利。
§8.40.2ὡς γὰρ δὴ πρὸς τὸν καταλειπόμενον ἔτι τῶν ἀνταγωνιστῶν ἐμάχετο ὑπὲρ τοῦ κοτίνου, ὁ μὲν προέλαβεν ὅστις δὴ ὁ ἀνταγωνιζόμενος καὶ τοῖς ποσὶ τὸν Ἀρραχίωνα εἶχεν ἐζωκὼς καὶ τὸν τράχηλον ἐπίεζεν ἅμα αὐτοῦ ταῖς χερσίν· ὁ δὲ Ἀρραχίων ἐκκλᾷ τῶν ἐν τῷ ποδὶ τοῦ ἀνταγωνιζομένου δάκτυλον, καὶ Ἀρραχίων τε τὴν ψυχὴν ἀφίησιν ἀγχόμενος καὶ ὁ ἄγχων τὸν Ἀρραχίωνα ὑπὸ τοῦ δακτύλου τῆς ὀδύνης κατὰ τὸν καιρὸν ἀπαγορεύει τὸν αὐτόν.
因为当他为了橄榄冠与唯一剩下的对手搏斗时,那个对手(无论他是谁)抢占了先机,用双脚夹紧了阿拉希翁,同时用双手紧勒他的颈部;然而阿拉希翁折断了对手脚上的一根脚趾。 于是,阿拉希翁虽因窒息而断了气,但那个勒住阿拉希翁的人,由于脚趾的剧烈疼痛,在同一瞬间宣告放弃。
Ἠλεῖοι δὲ ἐστεφάνωσάν τε καὶ ἀνηγόρευσαν νικῶντα τοῦ Ἀρραχίωνος τὸν νεκρόν.
伊利斯人将花冠戴在阿拉希翁的遗体上,并宣布他为胜利者。
§8.40.3ἐοικὸς δὲ καὶ Ἀργείους οἶδα ἐπὶ Κρεύγᾳ ποιήσαντας Ἐπιδαμνίῳ πύκτῃ· καὶ γὰρ Ἀργεῖοι τεθνεῶτι ἔδοσαν τῷ Κρεύγᾳ τῶν Νεμείων τὸν στέφανον, ὅτι ὁ πρὸς αὐτὸν μαχόμενος Δαμόξενος Συρακόσιος παρέβη τὰ ὡμολογημένα σφίσιν ἐς ἀλλήλους.
我知道阿耳戈斯人对埃皮达姆诺斯的拳击手克勒乌加斯也做过类似的事;因为阿耳戈斯人将尼美亚竞技会的桂冠授予了已死去的克勒乌加斯,因为与他搏斗的叙拉古人达莫克塞诺斯违反了他们彼此之间的约定。
ἐφήξειν μὲν γὰρ ἔμελλεν ἑσπέρα πυκτεύουσιν αὐτοῖς, συνέθεντο δὲ ἐς ἐπήκοον ἀνὰ μέρος τὸν ἕτερον ὑποσχεῖν αὐτῶν τῷ ἑτέρῳ πληγήν.
因为在他们进行拳击时黄昏即将降临,于是他们在众人能听到的地方约定,轮流由一方承受另一方的一击。
τοῖς δὲ πυκτεύουσιν οὐκ ἦν πω τηνικαῦτα ἱμὰς ὀξὺς ἐπὶ τῷ καρπῷ τῆς χειρὸς ἑκατέρας, ἀλλὰ ταῖς μειλίχαις ἔτι ἐπύκτευον, ὑπὸ τὸ κοῖλον δέοντες τῆς χειρός, ἵνα οἱ δάκτυλοί σφισιν ἀπολείπωνται γυμνοί· αἱ δὲ ἐκ βοέας ὠμῆς ἱμάντες λεπτοὶ τρόπον τινὰ ἀρχαῖον πεπλεγμένοι διʼ ἀλλήλων ἦσαν αἱ μειλίχαι.
在那个时候,拳击手的两手手腕上还没有缠绕锐利的皮条,而是仍然使用“柔皮条”(meilichai)进行拳击,将其绑在手掌的空心下方,以便让手指裸露出来;这些“柔皮条”是用生牛皮制成的细皮带,以某种古老的方式相互编织在一起。
§8.40.4τότε οὖν ὁ μὲν τὴν πληγὴν ἀφῆκεν ἐς τοῦ Δαμοξένου τὴν κεφαλήν· ὁ δὲ ἀνασχεῖν τὴν χεῖρα ὁ Δαμόξενος ἐκέλευσε τὸν Κρεύγαν, ἀνασχόντος δὲ παίει τοῖς δακτύλοις ὀρθοῖς ὑπὸ τὴν πλευράν, ὑπὸ δὲ ἀκμῆς τε τῶν ὀνύχων καὶ βίας τῆς πληγῆς τὴν χεῖρα ἐς τὸ ἐντὸς καθεὶς καὶ ἐπιλαβόμενος τῶν σπλάγχνων ἐς τὸ ἐκτὸς ἕλκων ἀπέρρηξε.
于是,当时那一位向达莫克塞诺斯的头部挥出一击;随后达莫克塞诺斯要求克勒乌加斯举起手来,在克勒乌加斯举起手后,达莫克塞诺斯用伸直的手指猛击其肋下,由于指甲的尖锐和拳击的力量,他将手直插入其体内,抓住内脏并向外拉扯,将其撕裂。
§8.40.5καὶ ὁ μὲν τὴν ψυχὴν αὐτίκα ὁ Κρεύγας ἀφίησιν, οἱ δὲ Ἀργεῖοι τὸν Δαμόξενον ἅτε τὰ συγκείμενα ὑπερβάντα καὶ ἀντὶ μιᾶς κεχρημένον πολλαῖς ἐς τὸν ἀντίπαλον ταῖς πληγαῖς ἐξελαύνουσι, τῷ Κρεύγᾳ δὲ τὴν νίκην τεθνεῶτι ἔδοσαν καὶ ἐποιήσαντο εἰκόνα ἐν Ἄργει·
克勒乌加斯当即断了气,而阿耳戈斯人则将达莫克塞诺斯驱逐出境,理由是他违反了约定,对对手用了许多击而非一击;他们将胜利授予了死去的克勒乌加斯,并在阿耳戈斯为他制作了一尊雕像。
καὶ ἐς ἐμὲ ἔκειτο ἐν τοῦ Ἀπόλλωνος τοῦ Λυκίου.
直到我的时代,这尊雕像还立在吕刻奥斯·阿波罗的神殿中。