Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.36.1-8.36.10

メテュドレオンとマイナロス山への道

343 / 465 箇所 · ギリシア語

要旨

パウサニアスはメテュドレオンへの道とレアやゼウスに関する現地の神話を説明し、続いてメガロポリスからマイナロス山およびアカケシオン方面へ至る道中の聖所や廃墟などの見どころを記述している。

§8.36.1τὸ ἀπὸ τούτου δὲ ἐς μνήμην οὐδὲν ἄλλο ὅτι μὴ αὐτὸ τὸ Μεθύδριον λείπεται·
これより後には、言及すべきものとしてメテュドレオンそのもののほかには何も残されていない。
ὁδὸς δὲ ἐκ Τρικολώνων ἐς αὐτὸ στάδιοι τριῶν δέοντες τεσσαράκοντα καὶ ἑκατόν.
トリコロノイからそこへの道は百三十七スタディオンである。
ὠνομάσθη μὲν δὴ Μεθύδριον, ὅτι κολωνός ἐστιν ὑψηλὸς Μαλοίτα τε ποταμοῦ καὶ Μυλάοντος μέσος, ἐφʼ ᾧ τὴν πόλιν ὁ Ὀρχομενὸς ᾤκιζε·
マロイタス川とミュラオン川の中間にある高い丘があり、その上にオルコメノスがこの町を創建したことから、それは確かにメテュドレオンと名付けられた。
πρὶν δὲ ἢ συντελεῖν ἐς τὸ Μεγαλοπολιτικόν, γεγόνασι καὶ Μεθυδριεῦσιν ἀνδράσιν Ὀλυμπικαὶ νῖκαι.
メガロポリスの同盟に合流する前には、メテュドレオンの人々にもオリンピアでの勝利があった。
§8.36.2ἔστι δὲ ἐν Μεθυδρίῳ Ποσειδῶνός τε Ἱππίου ναός, οὗτος μὲν ἐπὶ τῷ Μυλάοντί ἐστι·
メテュドレオンにはポセイドン・ヒッピオスの神殿があり、これはミュラオン川のほとりにある。
τὸ δὲ ὄρος τὸ Θαυμάσιον καλούμενον κεῖται μὲν ὑπὲρ τὸν ποταμὸν τὸν Μαλοίταν, ἐθέλουσι δὲ οἱ Μεθυδριεῖς τὴν Ῥέαν, ἡνίκα τὸν Δία εἶχεν ἐν τῇ γαστρί, ἐς τοῦτο ἀφικέσθαι τὸ ὄρος, παρασκευάσασθαι δὲ αὑτῇ καὶ βοήθειαν, ἢν ὁ Κρόνος ἐπʼ αὐτὴν ἴῃ, τόν τε Ὁπλάδαμον καὶ ἄλλους ὅσοι περὶ ἐκεῖνον ἦσαν γίγαντες·
タウマシオンと呼ばれる山はマロイタス川の上方に位置している。 メテュドレオンの人々は、レアがゼウスを身ごもっていたとき、この山にやってきて、クロノスが彼女を襲ってきたときのために、ホプラダモスや彼の周りにいた他の巨人たちの助けを自らのために用意したと主張している。
§8.36.3καὶ τεκεῖν μὲν συγχωροῦσιν αὐτὴν ἐν μοίρᾳ τινὶ τοῦ Λυκαίου, τὴν δὲ ἐς τὸν Κρόνον ἀπάτην καὶ ἀντὶ τοῦ παιδὸς τὴν λεγομένην ὑπὸ Ἑλλήνων ἀντίδοσιν τοῦ λίθου γενέσθαι φασὶν ἐνταῦθα.
彼女がリュカイオン山の一部で彼を産んだことは彼らも認めているが、クロノスに対する欺き、すなわちギリシア人によって語られる、子供の代わりに石を渡したことは、ここで起きたのだと彼らは言っている。
ἔστι δὲ πρὸς τῇ κορυφῇ τοῦ ὄρους σπήλαιον τῆς Ῥέας, καὶ ἐς αὐτὸ ὅτι μὴ γυναιξὶ μόναις ἱεραῖς τῆς θεοῦ ἀνθρώπων γε οὐδενὶ ἐσελθεῖν ἔστι τῶν ἄλλων.
山の頂の近くにはレアの洞窟があり、そこには女神に仕える聖なる女性たちのほかは、他のいかなる人間も入ることはできない。
§8.36.4Μεθυδρίου δὲ ὡς τριάκοντα ἀπέχει σταδίους Νυμφασία πηγή·
メテュドレオンから約三十スタディオンのところにニュンファシアの泉がある。
τοσοῦτοι δὲ ἀπὸ Νυμφασίας ἕτεροι πρὸς τοὺς Μεγαλοπολιτῶν εἰσι καὶ Ὀρχομενίων τε κοινοὺς καὶ Καφυατῶν ὅρους.
ニュンファシアからさらに同じだけの距離進むと、メガロポリス人、オルコメノス人、カピュアイ人の共同の境界に至る。
§8.36.5Μεγαλοπολίταις δὲ διὰ τῶν ἐπὶ τὸ ἕλος ὀνομαζομένων πυλῶν, διὰ τούτων ὁδεύουσιν ἐς Μαίναλον παρὰ τὸν ποταμὸν τὸν Ἑλισσόντα ἔστι τῆς ὁδοῦ ἐν ἀριστερᾷ Ἀγαθοῦ θεοῦ ναός·
メガロポリスの人々にとって、いわゆる「沼地への門」があり、これを通って彼らはヘリッソン川に沿ってマイナロスへと旅をするのだが、その道の左手に「善き神」の神殿がある。
εἰ δὲ ἀγαθῶν οἱ θεοὶ δοτῆρές εἰσιν ἀνθρώποις, Ζεὺς δὲ ὕπατος θεῶν ἐστιν, ἑπόμενος ἄν τις τῷ λόγῳ τὴν ἐπίκλησιν ταύτην Διὸς τεκμαίροιτο εἶναι.
もし神々が人間に善きものを与える者であり、ゼウスが神々の最高位であるなら、この論理に従えば、人はこの別名がゼウスのものであると推測するだろう。
προελθόντι δὲ οὐ πολὺ ἔστι μὲν γῆς χῶμα Ἀριστοδήμου τάφος, ὃν οὐδὲ τυραννοῦντα ἀφείλοντο μὴ ἐπονομάσαι Χρηστόν, ἔστι δὲ Ἀθηνᾶς ἱερὸν ἐπίκλησιν Μαχανίτιδος, ὅτι βουλευμάτων ἐστὶν ἡ θεὸς παντοίων καὶ ἐπιτεχνημάτων εὑρέτις.
少し進むと、アリストデモスの墓である土塁がある。 彼は僭主であったにもかかわらず、人々は彼を「有徳なる者」と呼ぶことをやめなかった。 また、マカニティスという別名を持つアテナの聖所がある。 なぜなら、この女神はあらゆる計略や工夫の発明者だからである。
§8.36.6πεποίηται δὲ ἐν δεξιᾷ τῆς ὁδοῦ Βορέᾳ τῷ ἀνέμῳ τέμενος, καί οἱ Μεγαλοπολῖται θυσίας θύουσιν ἀνὰ πᾶν ἔτος καὶ θεῶν οὐδενὸς Βορέαν ὕστερον ἄγουσιν ἐν τιμῇ, ἅτε σωτῆρα γενόμενόν σφισιν ἀπὸ Λακεδαιμονίων τε καὶ Ἄγιδος.
道の右側には、北風ボレアスの神域が作られており、メガロポリスの人々は毎年犠牲を捧げ、ボレアスをどの神にも劣らず崇めている。 彼がラケダイモン人とアギスから彼らを救った救い主となったからである。
ἑξῆς δὲ Ὀικλέους τοῦ Ἀμφιαράου πατρὸς μνῆμά ἐστιν, εἴ γε δὴ ἐπέλαβεν αὐτὸν τὸ χρεὼν ἐν Ἀρκαδίᾳ καὶ μὴ τῆς ἐπὶ Λαομέδοντα Ἡρακλεῖ στρατείας μετασχόντα.
次に、アムピアラオスの父オイクレスの記念碑がある。 もし彼がヘラクレスのラオメドン遠征に参加したのではなく、アリカディアで死を迎えたのが本当であるならば。
μετὰ τοῦτό ἐστι Δήμητρος καλουμένης ἐν ἕλει ναός τε καὶ ἄλσος·
この後には、いわゆる「沼地のデメテル」の神殿と神林がある。
τοῦτο σταδίοις πέντε ἀπωτέρω τῆς πόλεως, γυναιξὶ δὲ ἐς αὐτὸ ἔσοδός ἐστι μόναις.
これは町から五スタディオン離れており、そこには女性だけが入ることを許されている。
§8.36.7τριάκοντα δέ ἐστιν ἀπωτέρω σταδίοις Παλίσκιος ὀνομαζομένη χώρα·
さらに三十スタディオン進むと、パリスキオスと呼ばれる地域がある。
ἐκ Παλισκίου δὲ ἀφιέντι μὲν ἐν ἀριστερᾷ τὸν Ἔλαφον ὄντα οὐκ ἀέναον καὶ προελθόντι ὅσον εἴκοσι σταδίους, ἄλλα τε ἐρείπια Περαιθέων καὶ ἱερὸν λείπεται Πανός.
パリスキオスから、絶えず流れているわけではないエラポス川を左手に見て、およそ二十スタディオン進むと、ペライテイス人の他の廃墟とパンの聖所が残されている。
ἢν δὲ τὸν χειμάρρουν διαβῇς, κατʼ εὐθὺ πέντε μὲν σταδίοις καὶ δέκα ἀπωτέρω τοῦ ποταμοῦ πεδίον ἐστί, διελθόντι δὲ τοῦτο, τὸ ὄρος ὁμώνυμον τῷ πεδίῳ τὸ Ναινάλιον.
もしこの急流を渡るなら、川からまっすぐ十五スタディオン離れたところに平原があり、これを通り抜けると、平原と同じ名前を持つマイナリオス山がある。
τοῦ δὲ ὄρους ὑπὸ τοῖς καταλήγουσι πόλεως σημεῖα Λυκόας καὶ Ἀρτέμιδος ἱερὸν καὶ ἄγαλμά ἐστι χαλκοῦν Λυκοάτιδος·
山の裾が尽きるところには、リュコアの町の跡と、リュコアティス・アルテミスの聖所およびブロンズ像がある。
§8.36.8ἐν δὲ τοῖς κατὰ μεσημβρίαν τοῦ ὄρους Σουμητία ᾤκιστο.
山の南側にはスメティアが創建されていた。
ἐν τούτῳ δέ εἰσι τῷ ὄρει καὶ αἱ καλούμεναι Τρίοδοι, καὶ τὰ ὀστᾶ Ἀρκάδος τοῦ Καλλιστοῦς ἀνείλοντο ἐντεῦθεν κατὰ τὸ ἐκ Δελφῶν μάντευμα οἱ Μαντινεῖς.
この山には、いわゆる「三叉路」もあり、マンティネイアの人々はデルポイの神託に従って、カリストの子アルカスの遺骨をここから掘り出した。
λείπεται δὲ καὶ αὐτῆς ἔτι ἐρείπια Μαινάλου, ναοῦ τε σημεῖα Ἀθηνᾶς καὶ στάδιον ἐς ἀθλητῶν ἀγῶνα καὶ τὸ ἕτερον αὐτῶν ἐς ἵππων δρόμον·
マイナロス自体の廃墟もまだ残っており、アテナ神殿の跡や、アスリートの競技のためのスタディオン、競馬のためのもう一つのスタディオンがある。
τὸ δὲ ὄρος τὸ Μαινάλιον ἱερὸν μάλιστα εἶναι Πανὸς νομίζουσιν, ὥστε οἱ περὶ αὐτὸ καὶ ἐπακροᾶσθαι συρίζοντος τοῦ Πανὸς λέγουσι.
マイナリオス山は特にパンの神聖な場所であると考えられており、その周辺の人々はパンが笛を吹くのを聞くことができるとさえ言っている。
§8.36.9τοῦ δὲ τῆς Δεσποίνης ἱεροῦ καὶ Μεγαλοπολιτῶν τοῦ ἄστεως στάδιοι τεσσαράκοντα μεταξύ εἰσιν, ἥμισυ μὲν τῆς ὁδοῦ πρὸς τοῦ Ἀλφειοῦ τὸ ῥεῦμα·
デスポイナの聖所とメガロポリスの市街地の間は四十スタディオンである。 その道の半分はアルフェイオス川の流れに至るまでである。
διαβάντων δὲ μετὰ μὲν δύο ἀπὸ τοῦ Ἀλφειοῦ σταδίους Μακαρεῶν ἐστιν ἐρείπια, αὐτόθεν δὲ ἐς ἐρείπια ἄλλα τὰ Δασεῶν ἑπτά εἰσι στάδιοι, τοσοῦτοι δὲ ἐκ Δασεῶν πρὸς τὸν Ἀκακήσιον ὀνομαζόμενον λόφον.
アルフェイオス川を渡って二スタディオン進むと、マカレアイの廃墟があり、そこからダセアイの別の廃墟までは七スタディオン、さらにダセアイからアカケシオンと呼ばれる丘までは同じ距離である。
§8.36.10ὑπὸ τούτῳ δὲ τῷ λόφῳ πόλις τε ἦν Ἀκακήσιον Ἑρμοῦ τε Ἀκακησίου λίθου πεποιημένον ἄγαλμα καὶ ἐς ἡμᾶς ἐστιν ἐπὶ τοῦ λόφου, τραφῆναι δὲ Ἑρμῆν παῖδα αὐτόθι καὶ Ἄκακον τὸν Λυκάονος γενέσθαι οἱ τροφέα Ἀρκάδων ἐστὶν ἐς αὐτὸν λόγος·
この丘の下にはアカケシオンの町があり、丘の上にはアカケシオス・ヘルメスの石でできた神像が私たちの時代にもある。 ヘルメスが幼子のときにここで育てられ、リュカオンの息子アカコスが彼の養育者となったという話が、アルカディア人によって伝えられている。
διάφορα δὲ τούτοις Θηβαῖοι καὶ αὖθις οὐχ ὁμολογοῦντα τοῖς Θηβαίων Ταναγραῖοι λέγουσιν.
これとは異なる話をテバイ人が語り、さらにテバイ人の話と一致しない話をタナグラ人が語っている。

語釈・文法注

  1. 8.36.1τριῶν δέοντες τεσσαράκοντα καὶ ἑκατόν — 数詞の表現。「140から3を欠く」すなわち「137」を意味する。分詞 δέοντες(δεῖ の現在分詞複数主格)を用いて特定の数から不足する数を引く慣用表現である。
  2. 8.36.5ὃν οὐδὲ τυραννοῦντα ἀφείλοντο μὴ ἐπονομάσαι Χρηστόν — 否定や阻止を意味する動詞 ἀφαιρέομαι(ここでは「奪う、やめる」)の後に、さらに否定の μὴ を伴う不定詞が続く二重否定の構文。全体として「僭主であったにもかかわらず、彼を『有徳なる者(Chrestos)』と呼ぶことを(人々は)やめなかった」という意味になる。分詞 τυραννοῦντα は譲歩(「僭主であったが」)を表す。
  3. 8.36.7ἀφιέντι μὲν ἐν ἀριστερᾷ τὸν Ἔλαφον... καὶ προελθόντι — 与格の現在分詞 ἀφιέντι とアオリスト分詞 προελθόντι は、「〜する人にとって(〜すれば)」という地理的記述に特有の「参照の与格(関係の与格)」として用いられている。主節の述語動詞 λείπεται に対する視点を提示している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.36.1-8.36.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.36.1-8.36.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。