§8.30.1ὁ δὲ Ἑλισσὼν οὗτος ἀρχόμενος ἐκ κώμης ὁμωνύμου —καὶ γὰρ τῇ κώμῃ τὸ ὄνομα Ἑλισσών ἐστι—τήν τε Διπαιέων καὶ τὴν Λυκαιᾶτιν χώραν, τρίτα δὲ αὐτὴν διεξελθὼν Μεγάλην πόλιν, εἴκοσι σταδίοις ἀπωτέρω Μεγαλοπολιτῶν τοῦ ἄστεως κάτεισιν ἐς τὸν Ἀλφειόν.
このヘリッソン川は、同名の村から始まり――というのも、その村の名前もヘリッソンだからである――ディパイア人の土地とリュカイアティスの土地を、そして三番目にはそのメガロポリス自体を通り抜け、メガロポリス市民の市街地から二十スタディオン離れたところでアルペイオス川へと下っていく。
πλησίον δὲ ἤδη τῆς πόλεως Ποσειδῶνός ἐστιν Ἐπόπτου ναός· ἐλείπετο δὲ τοῦ ἀγάλματος ἡ κεφαλή.
そして、すでに都市に近いところにポセイドン・エポプテスの神殿があるが、その神像は頭部だけが残されていた。
§8.30.2διαιροῦντος δὲ τὴν Μεγάλην πόλιν τοῦ ποταμοῦ τοῦ Ἑλισσόντος, καθὰ δὴ καὶ Κνίδον καὶ Μιτυλήνην δίχα οἱ εὔριποι νέμουσιν, ἐν μέρει τῷ πρὸς ἄρκτους, δεξιῷ δὲ κατὰ τὸ μετέωρον τοῦ ποταμοῦ, πεποίηταί σφισιν ἀγορά.
ヘリッソン川がメガロポリスを分割しているが、ちょうど海峡がクニドスやミティレネを二つに分けているように、北側の部分、すなわち川の高台の右側の部分に、彼らのアゴラが造られている。
περίβολος δέ ἐστιν ἐν ταύτῃ λίθων καὶ ἱερὸν Λυκαίου Διός, ἔσοδος δὲ ἐς αὐτὸ οὐκ ἔστι·
この中には石造りの囲壁とリュカイオスのゼウスの聖域があるが、そこへの入り口はない。
τὰ γὰρ ἐντός ἐστι δὴ σύνοπτα, βωμοί τέ εἰσι τοῦ θεοῦ καὶ τράπεζαι δύο καὶ ἀετοὶ ταῖς τραπέζαις ἴσοι καὶ ἄγαλμα Πανὸς λίθου πεποιημένον·
というのも、内部は完全に見渡せるからであり、そこには神の複数の祭壇、二つの机、そしてその机と同じ数の鷲、さらに石造りのパン神の像がある。
§8.30.3ἐπίκλησις δὲ Σινόεις ἐστὶν αὐτῷ, τήν τε ἐπίκλησιν γενέσθαι τῷ Πανὶ ἀπὸ νύμφης Σινόης λέγουσι, ταύτην δὲ σὺν ἄλλαις τῶν νυμφῶν καὶ ἰδίᾳ γενέσθαι τροφὸν τοῦ Πανός.
このパン神にはシノエイスという異名があり、彼らはこの異名がニンフのシノエに由来すると言っている。 彼女は他のニンフたちと共に、また個別にもパン神の養育者となった。
ἔστι δὲ πρὸ τοῦ τεμένους τούτου χαλκοῦν ἄγαλμα Ἀπόλλωνος θέας ἄξιον, μέγεθος μὲν ἐς πόδας δώδεκα, ἐκομίσθη δὲ ἐκ τῆς Φιγαλέων συντέλεια ἐς κόσμον τῇ Μεγάλῃ πόλει.
この聖域の前には、一見に値する青銅製のアポロン像があり、大きさは十二フィートに及ぶ。 これはフィガレイア人たちの同盟から、メガロポリスを飾るための寄託物として運ばれたものである。
§8.30.4τὸ δὲ χωρίον ἔνθα τὸ ἄγαλμα ἵδρυτο ἐξ ἀρχῆς ὑπὸ Φιγαλέων, ὀνομάζεται Βᾶσσαι·
フィガレイア人によって最初にその像が設置されていた場所はバッサイと呼ばれている。
τῷ θεῷ δὲ ἡ ἐπίκλησις ἠκολούθηκε μὲν ἐκ τῆς Φιγαλέων, ἐφʼ ὅτῳ δὲ ὄνομα ἔσχεν Ἐπικούριος, δηλώσει μοι τὰ ἐς Φιγαλέας τοῦ λόγου.
この神の異名はフィガレイアから伴ってきたものであるが、いかなる理由で彼がエピクリオス(救済者)の名を得たのかは、私の記述のうちフィガレイアに関する部分が明らかにするだろう。
ἔστι δὲ ἐν δεξιᾷ τοῦ Ἀπόλλωνος ἄγαλμα οὐ μέγα Μητρὸς θεῶν, τοῦ ναοῦ δέ, ὅτι μὴ οἱ κίονες, ἄλλο ὑπόλοιπον οὐδέν.
アポロンの右側には、神々の母の大きくない像がある。 その神殿については、柱を除いて、他には何も残っていない。
§8.30.5πρὸ δὲ τοῦ ναοῦ τῆς Μητρὸς ἀνδριὰς μὲν οὐδείς ἐστι, δῆλα δὲ ἦν τὰ βάθρα, ἐφʼ ὧν ἀνδριάντες ποτὲ ἑστήκεσαν.
母神の神殿の前には彫像は一つもないが、かつてそこに彫像が立っていた台座は明らかであった。
ἐλεγεῖον δὲ ἐπὶ ἑνὸς γεγραμμένον τῶν βάθρων Διοφάνους φησὶν εἶναι τὴν εἰκόνα, Διαίου μὲν υἱοῦ, συντάξαντος δὲ ἀνδρὸς πρώτου Πελοπόννησον τὴν πᾶσαν ἐς τὸν ὀνομασθέντα Ἀχαϊκὸν σύλλογον.
それらの台座の一つに刻まれたエレゲイア詩は、その肖像が、ディアオスの子であり、ペロポネソス全土を最初にあのアカイア同盟へと組織した人物であるディオパネスのものであると告げている。
§8.30.6στοὰν δὲ τῆς ἀγορᾶς ὀνομαζομένην Φιλίππειον οὐ Φίλιππος ἐποίησεν ὁ Ἀμύντου, χαριζόμενοι δέ οἱ Μεγαλοπολῖται τὴν ἐπωνυμίαν διδόασιν αὐτῷ τοῦ οἰκοδομήματος.
アゴラにあるフィリッペイオンと呼ばれる柱廊は、アミュンタスの子フィリッポスが建てたものではなく、メガロポリス市民たちが好意から、その建造物に彼の名を冠したのである。
Ἑρμοῦ δὲ Ἀκακησίου πρὸς αὐτῇ ναὸς κατεβέβλητο, καὶ οὐδὲν ἐλείπετο ὅτι μὴ χελώνη λίθου.
そのすぐ近くにはヘルメス・アカケシオスの神殿が取り壊されて建っており、石造りの亀のほかには何も残っていなかった。
ταύτης δὲ ἔχεται τῆς Φιλιππείου μέγεθος ἀποδέουσα ἑτέρα στοά, Μεγαλοπολίταις δὲ αὐτόθι ᾠκοδομημένα ἐστὶ τὰ ἀρχεῖα, ἀριθμὸν οἰκήματα ἕξ·
このフィリッペイオンに隣接して、それより規模の小さい別の柱廊があり、そこにはメガロポリス市民の役所が建てられている。
ἐν ἑνὶ δέ ἐστιν αὐτῶν Ἐφεσίας ἄγαλμα Ἀρτέμιδος καὶ ἐν ἑτέρῳ χαλκοῦς Πὰν πηχυαῖος ἐπίκλησιν Σκολείτας.
その部屋の数は六つであり、そのうちの一つにはエフェソスのアルテミス像が、もう一つにはスコレイタスと呼ばれる一ペキス大の青銅製のパン神の像がある。
§8.30.7μετεκομίσθη δὲ ἀπὸ λόφου τοῦ Σκολείτα·
これはスコレイタスの丘から移されたものである。
καὶ ὁ λόφος οὗτος τοῦ τείχους ἐστὶν ἐντός, ἀπὸ δὲ αὐτοῦ κάτεισιν ὕδωρ ἐς τὸν Ἑλισσόντα ἐκ πηγῆς.
そしてこの丘は市壁の内にあり、そこからは泉の水がヘリッソン川へと下っている。
τῶν ἀρχείων δὲ ὄπισθε ναὸς Τύχης καὶ ἄγαλμα λίθου πεποίηται ποδῶν πέντε οὐκ ἀποδέον.
役所の背後にはテュケの神殿と、五フィートを下回らない大きさの石造りの像が造られている。
στοὰν δὲ ἥντινα καλοῦσι Μυρόπωλιν, ἔστι μὲν τῆς ἀγορᾶς, ᾠκοδομήθη δὲ ἀπὸ λαφύρων, ἡνίκα τὸ πταῖσμα ἐγένετο Ἀκροτάτῳ τῷ Κλεομένους καὶ Λακεδαιμονίων τοῖς συστρατεύσασι, μαχεσαμένοις πρὸς Ἀριστόδημον τυραννίδα ἐν Μεγάλῃ πόλει τότε ἔχοντα.
また彼らがミュロポリスと呼ぶ柱廊もアゴラに属するが、これは、当時メガロポリスで僭主政治を行っていたアリストデモスと戦った、クレオメネスの子アクロタトスと共に出征したラケダイモン人たちが敗北した際の、戦利品によって建てられたものである。
§8.30.8Μεγαλοπολίταις δὲ ἐπὶ τῆς ἀγορᾶς ἐστιν ὄπισθεν τοῦ περιβόλου τοῦ ἀνειμένου τῷ Λυκαίῳ Διὶ ἀνὴρ ἐπειργασμένος ἐπὶ στήλῃ, Πολύβιος Λυκόρτα·
またメガロポリス市民にとって、アゴラにおいて、リュカイオスのゼウスに捧げられた囲壁の背後には、碑石に浮き彫りにされた人物、すなわちリュコルタスの子ポリュビオスがある。
γέγραπται δὲ καὶ ἐλεγεῖα ἐπʼ αὐτῷ λέγοντα ὡς ἐπὶ γῆν καὶ θάλασσαν πᾶσαν πλανηθείη, καὶ ὅτι σύμμαχος γένοιτο Ῥωμαίων καὶ παύσειεν αὐτοὺς ὀργῆς τῆς ἐς τὸ Ἑλληνικόν.
そしてその上には、彼があらゆる陸と海を旅したこと、またローマ人の同盟者となり、ギリシア世界に対する彼らの怒りを静めたことを伝えるエレゲイア詩が刻まれている。
συνέγραψε δὲ ὁ Πολύβιος οὗτος καὶ ἄλλα ἔργα Ῥωμαίων καὶ ὡς Καρχηδονίοις κατέστησαν ἐς πόλεμον, αἰτία τε ἥτις ἐγένετο αὐτοῦ καὶ ὡς ὀψὲ §8.30.9οὐκ ἄνευ κινδύνων μεγάλων Ῥωμαῖοι Σκιπίωνι ὅν τινα Καρχηδονιακὸν ὀνομάζουσι τέλος τε ἐπιθέντα τῷ πολέμῳ καὶ τὴν Καρχηδόνα καταβαλόντα ἐς ἔδαφος.
このポリュビオスは、ローマ人のその他の偉業、また彼らがカルタゴ人とどのように戦争に至ったか、その原因は何であったか、そしてどのようにして遅まきながら、多大な危険を伴いながらも、ローマ人が、カルタゴニクスと呼ばれるスキピオによってその戦争に終止符を打ち、カルタゴを跡形もなく破壊した歴史を書き著した。
ὅσα μὲν δὴ Πολυβίῳ παραινοῦντι ὁ Ῥωμαῖος ἐπείθετο, ἐς ὀρθὸν ἐχώρησεν αὐτῷ·
実際、ポリュビオスが助言したことのうち、ローマ人が従ったすべてのことは、彼にとってうまく運んだ。
ἃ δὲ οὐκ ἠκροᾶτο διδάσκοντος, γενέσθαι οἱ λέγουσιν ἁμαρτήματα.
しかし、彼が教え諭すのに耳を貸さなかったことについては、彼らに過ちが及んだと言われている。
Ἑλλήνων δὲ ὁπόσαι πόλεις ἐς τὸ Ἀχαϊκὸν συνετέλουν, παρὰ Ῥωμαίων εὕραντο αὗται Πολύβιόν σφισι πολιτείας τε καταστήσασθαι καὶ νόμους θεῖναι.
アカイア同盟に属していたギリシアの都市はすべて、ポリュビオスが自分たちのために国制を整え、法律を制定することをローマ人から認められた。
τῆς δʼ εἰκόνος τοῦ Πολυβίου τὸ βουλευτήριόν ἐστιν ἐν ἀριστερᾷ.
ポリュビオスの肖像の左側には評議会がある。
§8.30.10τοῦτο μὲν δή ἐστιν ἐνταῦθα, στοὰν δὲ τῆς ἀγορᾶς Ἀριστάνδρειον ἐπίκλησιν ἄνδρα τῶν ἀστῶν Ἀρίστανδρον οἰκοδομῆσαι λέγουσι.
これらはそこにあるが、アゴラにあるアリスタンドレイオスと呼ばれる柱廊は、市民の一人であったアリスタンドロスが建てたと言われている。
ταύτης τῆς στοᾶς ἐστιν ἐγγυτάτω ὡς πρὸς ἥλιον ἀνίσχοντα ἱερὸν Σωτῆρος ἐπίκλησιν Διός·
この柱廊にきわめて近く、東に向かって、救済者と呼ばれるゼウスの聖域がある。
κεκόσμηται δὲ πέριξ κίοσι.
それは周囲を柱で飾られている。
καθεζομένῳ δὲ τῷ Διὶ ἐν θρόνῳ παρεστήκασι τῇ μὲν ἡ Μεγάλη πόλις, ἐν ἀριστερᾷ δὲ Ἀρτέμιδος Σωτείρας ἄγαλμα.
玉座に座るゼウスの傍らには、一方にはメガロポリスが、左側には救済者アルテミスの像が立っている。
ταῦτα μὲν λίθου τοῦ Πεντελησίου Ἀθηναῖοι Κηφισόδοτος καὶ Ξενοφῶν εἰργάσαντο·
これらはペンテリコン産の大理石でできており、アテナイ人のケフィソドトスとクセノポンが制作した。