§8.29.1διαβάντων δὲ Ἀλφειὸν χώρα τε καλουμένη Τραπεζουντία καὶ πόλεώς ἐστιν ἐρείπια Τραπεζοῦντος.
アルペイオス川を渡ると、トラペズンティアと呼ばれる地方と、都市トラペズスの遺跡がある。
καὶ αὖθις ἐπὶ τὸν Ἀλφειὸν ἐν ἀριστερᾷ καταβαίνοντι ἐκ Τραπεζοῦντος, οὐ πόρρω τοῦ ποταμοῦ Βάθος ἐστὶν ὀνομαζόμενον, ἔνθα ἄγουσι τελετὴν διὰ ἔτους τρίτου θεαῖς Μεγάλαις·
そして再び、トラペズスから左手に向かってアルペイオス川へと下っていくと、川から遠くないところに、バトスと呼ばれる場所がある。 そこでは三年ごとに、偉大なる女神たちのために儀礼が執り行われる。
καὶ πηγή τε αὐτόθι ἐστὶν Ὀλυμπιὰς καλουμένη, τὸν ἕτερον τῶν ἐν αὐτῶν οὐκ ἀπορρέουσα, καὶ πλησίον τῆς πηγῆς πῦρ ἄνεισι.
またそこにはオリュンピアスと呼ばれる泉があり、一年おきに水が流れない。 その泉の近くからは火が立ち上っている。
λέγουσι δὲ οἱ Ἀρκάδες τὴν λεγομένην γιγάντων μάχην καὶ θεῶν ἐνταῦθα καὶ οὐκ ἐν τῇ Θρᾳκίᾳ γενέσθαι Παλλήνῃ, καὶ θύουσιν ἀστραπαῖς αὐτόθι καὶ θυέλλαις τε καὶ βρονταῖς.
アルカディア人たちは、神々とギガスたちとのいわゆる戦いは、トラキアのパレネにおいてではなく、ここで行われたのだと言っている。 そしてそこで彼らは稲妻や嵐、雷に対して犠牲を捧げている。
§8.29.2γιγάντων δὲ ἐν μὲν Ἰλιάδι οὐδεμίαν ἐποιήσατο Ὅμηρος μνήμην·
ホメロスは『イリアス』においてはギガスたちについては全くいかなる言及もしていない。
ἐν Ὀδυσσείᾳ δὲ ἔγραψε μὲν ὡς ταῖς Ὀδυσσέως ναυσὶ Λαιστρυγόνες ἐπέλθοιεν γίγασι καὶ οὐκ ἀνδράσιν εἰκασμένοι, ἐποίησε δὲ καὶ τὸν βασιλέα τῶν Φαιάκων λέγοντα εἶναι τοὺς Φαίακας θεῶν ἐγγὺς ὥσπερ Κύκλωπας καὶ τὸ γιγάντων ἔθνος.
しかし『オデュッセイア』においては、オデュッセウスの船を襲ったライストリュゴン人が、人間ではなくギガスに似ていたと書き、またファイアケス人の王が、ファイアケス人はキュクロプスたちやギガスたちの部族のように、神々に近い存在であると語るように作詩した。
ἔν τε οὖν τούτοις δηλοῖ θνητοὺς ὄντας καὶ οὐ θεῖον γένος τοὺς γίγαντας καὶ σαφέστερον ἐν τῷδε ἔτι,
"
ὅς ποθʼ ὑπερθύμοισι γιγάντεσσιν βασίλευεν·
したがって、これらの箇所で彼は、ギガスたちが死すべき人間であって神聖な一族ではないことを示しており、さらに次の箇所においてはより一層はっきりとそれを示している。 「かつて思い上がったギガスたちを支配していた者。
ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός.
しかし彼は不遜な民を滅ぼし、自らも滅び去った。
"
ἐθέλουσι δʼ αὐτῷ λαὸς ἐν τοῖς ἔπεσιν ἀνθρώπων οἱ πολλοὶ καλεῖσθαι.
」そしてホメロスにとって、彼の詩句における「民」とは、一般に人間を意味することが普通である。
§8.29.3δράκοντας δὲ ἀντὶ ποδῶν τοῖς γίγασιν εἶναι, πολλαχῇ τε ὁ λόγος ἄλλῃ καὶ ἐν τῷδε ἐδείχθη μάλιστα ὡς ἔστιν εὐήθης.
ギガスたちが足の代わりに蛇を持っていたという話は、他の多くの点でも、またとりわけ次の点においても、それがいかに愚かなことであるかが示された。
Ὀρόντην τὸν Σύρων ποταμὸν οὐ τὰ πάντα ἐν ἰσοπέδῳ μέχρι θαλάσσης ῥέοντα, ἀλλὰ ἐπὶ κρημνόν τε ἀπορρῶγα καὶ ἐς κάταντες ἀπʼ αὐτοῦ φερόμενον, ἠθέλησεν ὁ Ῥωμαίων βασιλεὺς ἀναπλεῖσθαι ναυσὶν ἐκ θαλάσσης ἐς Ἀντιόχειαν πόλιν·
シリアの川であるオロンテス川は、海までずっと平坦な地を流れているのではなく、切り立った崖に達し、そこから急斜面を流れ落ちているのであるが、ローマの皇帝が、海からアンティオキアの都市まで船で遡行できるようにしたいと望んだ。
ἔλυτρον οὖν σὺν πόνῳ τε καὶ δαπάνῃ χρημάτων ὀρυξάμενος ἐπιτήδειον ἐς τὸν ἀνάπλουν, ἐξέτρεψεν ἐς τοῦτο τὸν ποταμόν.
そこで、多大な労力と費用をかけて、遡行に適した水路を掘らせ、川をこの水路へと迂回させた。
§8.29.4ἀναξηρανθέντος δὲ τοῦ ἀρχαίου ῥεύματος, κεραμεᾶ τε ἐν αὐτῷ σορὸς πλέον ἢ ἑνός τε καὶ δέκα εὑρέθη πηχῶν καὶ ὁ νεκρὸς μέγεθός τε ἦν κατὰ τὴν σορὸν καὶ ἄνθρωπος διὰ παντὸς τοῦ σώματος.
古い川床が干上がったとき、その中に十一ペキスを超える陶器の棺が見つかり、死体は棺に応じた大きさであって、体全体が完全に人間の形をしていた。
τοῦτον τὸν νεκρὸν ὁ ἐν Κλάρῳ θεός, ἀφικομένων ἐπὶ τὸ χρηστήριον τῶν Σύρων, εἶπεν Ὀρόντην εἶναι, γένους δὲ αὐτὸν εἶναι τοῦ Ἰνδῶν.
シリア人たちが神託所に赴いた際、クラロスの神はこの死体はオロンテスであり、インド人の一族であると告げた。
εἰ δὲ τὴν γῆν τὸ ἀρχαῖον οὖσαν ὑγρὰν ἔτι καὶ ἀνάπλεων νοτίδος θερμαίνων ὁ ἥλιος τοὺς πρώτους ἐποίησεν ἀνθρώπους, ποίαν εἰκός ἐστιν ἄλλην χώραν ἢ προτέραν τῆς Ἰνδῶν ἢ μείζονας ἀνεῖναι τοὺς ἀνθρώπους, ἥ γε καὶ ἐς ἡμᾶς ἔτι καὶ ὄψεως τῷ παραλόγῳ καὶ μεγέθει διάφορα ἐκτρέφει θηρία;
もし、地球が太古の昔、まだ湿っていて水分に満ちていたときに、太陽がそれを温めて最初の人間たちを生み出したのだとすれば、今なお私たちの時代にまで、その奇怪な姿と巨大さにおいて並外れた野獣たちを育んでいるインドの土地以上に、いかなる土地が他よりも早く、あるいはより巨大な人間を産み出したということがあり得ようか。
§8.29.5τοῦ δὲ χωρίου τοῦ ὀνομαζομένου Βάθους σταδίους ὡς δέκα ἀφέστηκεν ἡ καλουμένη Βασιλίς·
バトスと呼ばれる場所から十スタディオンほど離れたところに、バシリスと呼ばれる町がある。
ταύτης ἐγένετο οἰκιστὴς Κύψελος ὁ Κρεσφόντῃ τῷ Ἀριστομάχου τὴν θυγατέρα ἐκδούς·
この街の創建者は、アリストマコスの子クレスポンテスに娘を嫁がせたキュプセロスであった。
ἐπʼ ἐμοῦ δὲ ἐρείπια ἡ Βασιλὶς ἦν καὶ Δήμητρος ἱερὸν ἐν αὐτοῖς ἐλείπετο Ἐλευσινίας.
私の時代にはバシリスは廃墟となっており、その中にエレウシスのデメテルの神殿が残されているのみであった。
ἐντεῦθεν δὲ προϊὼν τὸν Ἀλφειὸν αὖθις διαβήσῃ καὶ ἐπὶ Θωκνίαν ἀφίξῃ, τὸ ὄνομα ἀπὸ Θώκνου τοῦ Λυκάονος ἔχουσαν, ἐς ἅπαν δὲ ἐφʼ ἡμῶν ἔρημον·
ここから先に進むと、再びアルペイオス川を渡ってトクニアに到着する。 この名はリュカオンの子トクノスにちなんで名付けられたが、私たちの時代には完全に荒廃している。
ἐλέγετο δὲ ὁ Θῶκνος ἐν τῷ λόφῳ κτίσαι τὴν πόλιν.
トクノスは丘の上にその都市を創建したと言われていた。
ποταμὸς δὲ ὁ Ἀμίνιος ῥέων παρὰ τὸν λόφον ἐς τὸν Ἑλισσόντα ἐκδίδωσι, καὶ οὐ πολὺ ἄπωθεν ἐς τὸν Ἀλφειὸν ὁ Ἑλισσών.
丘の傍らを流れるアミニオス川はヘリッソン川に注ぎ込み、そこからさほど遠くないところで、ヘリッソン川はアルペイオス川へと流れ込んでいる。